Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 38

 
ἐκκενοῦται ῥᾳδίως καὶ ἐπʼ ὀλίγον ἀνθεῖ. πεπειραμένοις δέ που ὧν λέγω καὶ νενικηκόσιν ὑμῖν τοὺς ὁμοίους αὐτοῖς ταυτὶ παραινῶ, ὥσθʼ ὑμᾶς μήτε τῷ λόγῳ δοκεῖν ὑπʼ ἐμοῦ παράγεσθαι, καὶ τῷ ἔργῳ ἐχυρωτάτην τὴν ἐλπίδα τῆς νίκης ἐκ
 
τῶν προκατειργασμένων ποιεῖσθαι. καὶ μέντοι καὶ τῶν Γαλατῶν αὐτῶν τῶν ὁμοίων σφίσι συχνοὶ ἡμῖν συμμαχήσουσιν, ὥστʼ εἰ καί τι φοβερὸν τὰ ἔθνη ταῦτα εἶχε, τοῦτο καὶ ἡμῖν καὶ ἐκείνοις e)kei/nois R. Steph., e)kei/nwn L. ὑπάρξει.
 
Ταῦτʼ οὖν αὐτοί τε οὕτω λογίζεσθε καὶ τοὺς
 
ἄλλους διδάσκετε· ὡς εἴ γε καὶ ὑμῶν τινες ἄλλως πως φρονοῦσιν, ἀλλʼ ἔγωγε καὶ ὣς πολεμήσω, οὐδὲ ἐγκαταλείψω ποτὲ τὴν τάξιν ἣν ἐτάχθην ὑπὸ τῆς πατρίδος. καί μοι kai/ moi Pflugk, kai/ toi L. τὸ δέκατον στρατόπεδον ἀρκέσει· καὶ γὰρ εὖ οἶδʼ ὅτι κἂν διὰ πυρὸς
 
δέῃ καὶ γυμνοὶ χωρήσουσι προθύμως. οἱ δὲ δὴ ἄλλοι τὴν ταχίστην ἀπαγάγετε, μηδέ μοι μάτην ἐνταῦθα τρύχεσθε, tru/xesqe Bk., e)ntru/xesqe L. τά τε κοινὰ εἰκῇ ἀναλίσκοντες καὶ τῶν ἀλλοτρίων πόνων μεταποιούμενοι, τήν τε λείαν τὴν th\n Rk., kai\ th\n L. ὑφʼ ἑτέρων κτωμένην σφετεριζόμενοι.”
 
ταῦτα τοῦ Καίσαρος εἰπόντος οὐ μόνον οὐδεὶς ἀντεῖπεν, εἰ καὶ τὰ μάλιστά τινες tines Rk., tines e)s L. τἀναντία σφίσιν ἐγίγνωσκον, ἀλλὰ καὶ συνῄνεσαν πάντες, καὶ οὐχ ἥκιστα οἱ oi( R. Steph., h)\ L. διʼ ὑποψίας αὐτῷ ὄντες, λογοποιεῖν ἃ ἤκουσαν. καὶ τούς γε ge Bk., te L. στρατιώτας οὐ χαλεπῶς ἔπεισαν πειθαρχῆσαι, τοὺς μὲν ἐκ τοῦ προκεκρίσθαι προθυμουμένους, τοὺς δʼ ἄλλους
 
διʼ ἐκείνους φιλοτιμουμένους. ἐξαίρετον δὲ δὴ τὸ δέκατον στράτευμα ἐποιήσατο, ὅτι εὔνοιάν πως ἀεὶ αὐτοῦ εἶχεν. οὕτω δὲ δὴ τὰ πολιτικὰ στρατόπεδα πρὸς τὴν τῶν καταλόγων τάξιν ὠνομάζετο· ὅθενπερ καὶ νῦν ὁμοίως τὰ νῦν ὄντα τὰς ἐπικλήσεις ἔχει.
 
ὡρμημένων οὖν αὐτῶν ὁ Καῖσαρ οὐκέτι κατὰ χώραν ἔμεινε, μὴ καὶ χρονίσαντες ἀμβλύτεροι αὖθις γένωνται, ἀλλʼ εὐθὺς ἄρας ἐπὶ τὸν Ἀριόουιστον ἤλασε. καὶ οὕτω γε ge Bk., te L. αὐτὸν τῷ αἰφνιδίῳ τῆς ἐφόδου κατέπληξεν ὥστε καὶ ἐς λόγους οἱ
 
ὑπὲρ εἰρήνης ἐλθεῖν κατηνάγκασεν. οὐ μέντοι καὶ συνέβησαν· αὐτός τε γὰρ πάντα προστάξαι καὶ ἐκεῖνος οὐδὲν ὑπακοῦσαι ἠθέλησεν. ὅ τε οὖν πόλεμος συνερρώγει, καὶ μετέωροι οὐ μόνον αὐτοὶ ἑκάτεροι ἀλλὰ καὶ οἱ σύμμαχοι οἵ τε πολέμιοί σφων οἱ ἐκείνῃ πάντες ἦσαν, τήν τε μάχην αὐτῶν ὅτι τάχιστα ἔσεσθαι καὶ τοῖς ἅπαξ κρατήσασι
 
καὶ τἆλλα δουλεύσειν douleu/sein H. Steph., douleu/ein L. νομίζοντες. προεῖχον δὲ οἱ μὲν βάρβαροι τῷ τε πλήθει καὶ τοῖς μεγέθεσιν, οἱ δὲ δὴ Ῥωμαῖοι τῇ τε ἐμπειρίᾳ καὶ ταῖς ὁπλίσεσι· καί πως καὶ πρὸς τὸν θυμὸν τῶν Κελτῶν, τήν τε ἄκριτον καὶ προπετῆ αὐτῶν ὁρμήν, ἀντίρροπον τὸ τοῦ Καίσαρος φρόνημα εὑρίσκετο, ὥστε ἰσοπαλεῖς ἐκ τούτων ὄντες καὶ τὰς ἐλπίδας τήν τε ἐπʼ αὐταῖς προθυμίαν ἰσοστασίας ἐποιοῦντο.
 
ἀντικαθημένων δὲ αὐτῶν ἀλλήλοις, αἱ γυναῖκες αἱ τῶν βαρβάρων ἀπηγόρευσάν σφισι θειάσασαι μηδεμίαν πρὸ τῆς νέας σελήνης μάχην συνάψαι.
 
καὶ διὰ τοῦτο ὁ Ἀριόουιστος (πάνυ γὰρ αὐταῖς προσεῖχεν ὁπότε τοιοῦτό τι ποιήσειανʼ οὐχ ἁπάσῃ εὐθὺς τῇ δυνάμει, καίτοι τῶν Ῥωμαίων προκαλουμένων σφᾶς, συνέμιξεν, ἀλλὰ τοὺς ἱππέας μετὰ τῶν συντεταγμένων σφίσι πεζῶν μόνους ἐκπέμπων ἰσχυρῶς αὐτοὺς ἐλύπει. κἀκ τούτου καταφρονήσας χωρίον τι ὑπὲρ τοῦ ταφρεύματός σφων
 
καταλαβεῖν ἐπεχείρησε. καὶ κατέσχε μὲν αὐτό, ἀντικαταλαβόντων δὲ καὶ ἐκείνων ἕτερον, ἐς μὲν μάχην, καίπερ καὶ μέχρι τῆς μεσημβρίας τὸν στρατὸν ἔξω τοῦ Καίσαρος παρατάξαντος, οὐχ ὥρμησεν, ἐπαναχωρήσαντος δὲ αὐτοῦ πρὸς ἑσπέραν ἐπῆλθέ τε ἐξαπιναίως σφίσι καὶ ὀλίγου καὶ
 
τὸ χαράκωμα αὐτῶν εἷλε. προχωρούντων οὖν οὕτως οἱ τῶν πραγμάτων σμικρόν τε ἔτι τῶν γυναικῶν ἐφρόντισε, καὶ τῇ ὑστεραίᾳ παραταξα μένων τῶν Ῥωμαίων, ὅπερ που καθʼ ἡμέραν ἐποιοῦντο, ἀντεπεξήγαγε.
 
καὶ αὐτοὺς ἐκεῖνοι προϊόντας ἐκ τῶν σκηνωμάτων ἰδόντες οὐχ ἡσύχασαν, ἀλλʼ ἐξᾴξαντες οὔτε συντάξασθαί σφισιν ἀκριβῶς ἐπέτρεψαν, καὶ τὴν ἀκόντισιν αὐτῶν, ἐφʼ ᾗ ἐς τὰ μάλιστα ἐθάρσουν, δρόμῳ μετὰ βοῆς προσπεσόντες ὑπετέμοντο,
 
καὶ οὕτω γε ὁμόσε αὐτοῖς ἐχώρησαν ὥστε σφᾶς μήτε τοῖς κοντοῖς μήτε τοῖς ξίφεσι τοῖς μακροτέροις χρήσασθαι. ὠθίζοντό τε οὖν, καὶ τοῖς σώμασι τὸ πλεῖον ἢ τοῖς ὅπλοις ἐμάχοντο, ἀνατρέψαι τε τὸν προσκείμενον καὶ καταβαλεῖν τὸν
 
ἀνθεστηκότα ἀγῶνα ποιούμενοι. καὶ πολλοὶ καὶ τῆς τῶν βραχυτέρων ξιφῶν χρήσεως στερηθέντες ταῖς tai=s St., toi=s L. τε χερσὶ καὶ τοῖς στόμασιν ἀντʼ ἐκείνων ἠγωνίζοντο, κατασπῶντες τοὺς ἀντιπάλους, δάκνοντες, σπαράττοντες, ἅτε καὶ τῷ μεγέθει τῶν σωμάτων
 
πολὺ αὐτῶν ὑπερέχοντες. οὐ μέντοι καὶ μεγάλα τινὰ ἐκ τούτου σφᾶς ἔβλαψαν· συμπλεκόμενοι γὰρ αὐτοῖς οἱ Ῥωμαῖοι ἰσόρροποί πως τῇ τε ὁπλίσει καὶ τῇ τέχνῃ ἐγίγνοντο. καὶ τέλος ἐπὶ μακρότατον τοιουτοτρόπῳ μάχῃ χρησάμενοι ὀψέ ποτε ἐπεκράτησαν· τά τε γὰρ ξιφίδια καὶ σμικρότερα τῶν Γαλατικῶν ὄντα καὶ τὰς προσβολὰς χαλυβδικὰς
 
ἔχοντα χρησιμώτατά σφισιν ἐγένετο, καὶ αὐτοὶ τῷ αὐτῷ πόνῳ ἐπὶ πλεῖον συσχεθέντες μᾶλλον τῶν βαρβάρων ἀντήρκεσαν, ἅτε οὐχ ὅμοιον ταῖς ὀξύτησι τῶν ἐφόδων τὸ διαρκές σφων ἐχόντων. διὰ μὲν οὖν ταῦτα ἡττήθησαν ἐκεῖνοι, οὐ μέντοι καὶ ἐτράποντο, οὐχ ὅτι οὐκ ἠθέλησαν ἀλλʼ ὅτι οὐκ ἠδυνήθησαν φυγεῖν ὑπʼ ἀπορίας τε
 
ἅμα καὶ ἐκλύσεως. συστρεφόμενοι οὖν κατὰ τριακοσίους καὶ πλείους καὶ ἐλάττους, τάς τε ἀσπίδας ἁπανταχόθεν σφῶν προεβάλλοντο, καὶ ὀρθοὶ ἱστάμενοι ἀπρόσμικτοι a)pro/smiktoi Xyl., pro/smiktoi L. μὲν ὑπὸ τῆς συγκλείσεως sugklei/sews Leuncl., sugkli/sews L. δυσκίνητοι δὲ ὑπὸ τῆς πυκνότητος ἐγίγνοντο, καὶ οὔτε ἔδρων οὐδὲν οὔτε ἔπασχον.
 
οἱ οὖν Ῥωμαῖοι, ἐπειδὴ μήτε ἐκεῖνοι ἀντεπῄεσάν σφισιν ἢ καὶ ἔφευγον, ἀλλʼ ἐν ταὐτῷ μένοντες ὥσπερ ἐν πύργοις εἱστήκεσαν, καὶ αὐτοὶ τά τε δοράτια κατὰ πρώτας εὐθὺς ἅτε μηδεμίαν
 
χρῆσιν ἔχοντα ἀπετέθειντο, καὶ τοῖς ξίφεσιν οὐκ ἐδύναντο οὔτε συστάδην μάχεσθαι οὔτε τῶν κεφαλῶν αὐτῶν, ᾗπερ καὶ μόνον ἁλωτοὶ οἷά που γυμναῖς αὐταῖς μαχόμενοι ἦσαν, ἐφικνεῖσθαι, τάς τε ἀσπίδας ἀπέρριψαν, καὶ προσπίπτοντές σφισιν, οἱ μὲν ἐξ ἐπιδρομῆς οἱ δὲ καὶ ἐγγύθεν, ἐνήλλοντο e)nh/llonto Cobet, a)nh/llonto L.
 
τρόπον τινὰ καὶ ἔκοπτον αὐτούς. κἀκ τούτου πολλοὶ μὲν εὐθὺς ἅτε καὶ μιᾶς ἐπικοπῆς ὄντες ἔπιπτον, πολλοὶ δὲ καὶ πρὶν πεσεῖν ἀπέθνησκον· ὑπὸ γὰρ τῆς πυκνότητος τῆς συστάσεως καὶ
 
τεθνηκότες ὀρθοὶ ἀνείχοντο. τοῦ μὲν οὖν πεζοῦ τὸ πλεῖστον οὕτω καὶ ἐκεῖ καὶ πρὸς ταῖς ἁμάξαις, ὅσον γε καὶ ἐξωσθὲν ἐς αὐτὰς ἐτύγχανε, σύν τε ταῖς γυναιξὶ καὶ σὺν τοῖς παισὶν αὐτῶν ἐφθάρησαν· ὁ δὲ o( de\ R. Steph., o( de\ o( L. Ἀριόουιστος μεθʼ ἱππέων τήν τε χώραν παραχρῆμα ἐξέλιπε, καὶ πρὸς τὸν Ῥῆνον
 
ὁρμήσας o(rmh/sas Rk., paraxrh=ma o(rmh/sas L. ἐπεδιώχθη μέν, οὐ κατελήφθη δέ. ἀλλʼ ὁ μὲν ἐπὶ πλοίου προεξέφυγε, τῶν δʼ ἄλλων τοὺς μὲν οἱ Ῥωμαῖοι ἐς τὸν ποταμὸν ἐσβαίνοντες e)sbai/nontes Bk., e)sbai/nontas L. ἀπέκτειναν, τοὺς δὲ καὶ αὐτὸς ἐκεῖνος ὑπολαβὼν ἀπήνεγκεν.
← Previous 7 / 7

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme