Book 38
ἐκείνοις μὲν γὰρ ἐξαρκεῖ ῥᾳστωνεύειν καὶ μετὰ ἀσφαλείας ἄλλοις ὑποπεπτωκέναι, ἡμῖν δʼ ἀναγκαῖόν ἐστι καὶ πονεῖν καὶ στρατεύεσθαι καὶ μετὰ κινδύνων τὴν παροῦσαν εὐδαιμονίαν φυλάττειν. πολλοὶ polloi\ Bk., polloi/ te L. γὰρ ἐπιβουλεύουσιν e)pibouleu/ousin Wagner, e)piqumou=sin L. αὐτῇ· πᾶν γὰρ τὸ ὑπεραῖρόν τινας καὶ ζηλοῦται καὶ φθονεῖται, κἀκ τούτου πόλεμος ἀίδιός ἐστιν ἅπασι τοῖς καταδεεστέροις πρὸς τοὺς ἔν τινι
αὐτῶν ὑπερέχοντας. ἢ h)\ Rk., mh\ L. οὖν ἀπὸ πρώτης ἐχρῆν μηδὲν διαφερόντως ἡμᾶς τῶν ἄλλων ἀνθρώπων ηὐξῆσθαι, ἤ, ἐπείπερ τηλικοῦτοι γεγόναμεν καὶ τοσαῦτα κεκτήμεθα, πέπρωταί τε ἢ ἄρχειν τῶν ἄλλων ἐγκρατῶς ἢ καὶ αὐτοὺς παντελῶς ἀπολέσθαι (τοῖς γὰρ ἔς τε ἀξίωμα τοσοῦτον καὶ ἐς δύναμιν τηλικαύτην προκεχωρηκόσιν ἀδύνατόν ἐστιν ἀκινδύνως ἰδιωτεῦσαἰ, πειθώμεθα τῇ τύχῃ, μηδὲ ἑκοῦσαν αὐτὴν καὶ αὐτεπάγγελτον τοῖς τε πατράσιν ἡμῶν ὑπάρξασαν καὶ ἡμῖν
παραμένουσαν ἀπωσώμεθα. ἔσται δὲ τοῦτο οὐκ ἂν τὰ ὅπλα ῥίψωμεν, οὐδʼ ἂν τὰς τάξεις ἐκλίπω- μεν, e)kli/pwmen Dind., e)klei/ywmen L. οὐδʼ ἂν διὰ κενῆς οἴκοι καθώμεθα kaqw/meqa Pflugk, kaqh/meqa L. ἢ καὶ παρὰ τοῖς συμμάχοις πλανώμεθα, ἀλλὰ ἂν τά τε ὅπλα διὰ χειρὸς ἀεὶ ἔχωμεν (οὕτω γὰρ μόνως εἰρήνη σώζεται) καὶ τὰ ἔργα τοῦ πολέμου διὰ κινδύνων ἀσκῶμεν (οὕτω γὰρ μόνως οὐκ ἀεὶ πολεμήσομενʼ,
τοῖς τε δεομένοις τῶν συμμάχων ἀπροφασίστως ἐπικουρῶμεν (οὕτω γὰρ πολὺ πλείους ἕξομενʼ καὶ τοῖς ἀεί τι παρακινοῦσι τῶν πολεμίων polemi/wn Xyl., pole/mwn L. μὴ ἐπιτρέπωμεν (οὕτω γὰρ οὐδεὶς ἔθʼ ἡμᾶς ἀδικεῖν ἐθελήσεἰ.
εἰ μὲν γάρ τις τῶν θεῶν ἐγγυητὴς ἡμῖν ἐγένετο ὅτι, κἂν ταῦτα μὴ mh\ supplied by Xyl. ποιῶμεν, οὔτε τις ἡμῖν ἐπιβουλεύσει καὶ πάνθʼ ὅσα κεκτήμεθα ἀσφαλῶς ἀεὶ καρπωσόμεθα, αἰσχρὸν μὲν ἂν ἦν h)=n supplied by Pflugk. εἰπεῖν ὅτι τὴν ἡσυχίαν ἄγειν ἐχρῆν, ὅμως δʼ οὖν εἶχον ἄν τινα σκῆψιν εὐπρεπῆ οἱ μηδὲν τῶν δεόντων πράττειν
βουλόμενοι. εἰ δʼ ἀνάγκη τε τοὺς κεκτημένους τινὰ ὑπὸ πολλῶν ἐπιβουλεύεσθαι, καὶ προσήκει τὰς ἐπιθέσεις αὐτῶν προκαταλαμβάνεσθαι, καὶ οἱ μὲν ἐπὶ τοῖς οἰκείοις ἡσυχάζοντες καὶ περὶ τούτοις κινδυνεύουσιν, οἱ δὲ ἐκ περιουσίας τῷ πολέμῳ καὶ κατὰ τῶν ἀλλοτρίων a)llotri/wn Xyl., a)llobrigwn L. χρώμενοι καὶ ἐκεῖνα φυλάσσουσιν
(οὐδεὶς γὰρ περὶ τοῖς ἑαυτοῦ δεδιὼς τῶν τοῦ πέλας ἐφίεται· ὁ γὰρ περὶ τῶν ὑπαρχόντων οἱ φόβος ἰσχυρῶς τοῦ πολυπραγμονεῖν τὰ μὴ προσήκοντα αὐτὸν ἀποτρέπεἰ, τί τοῦτο λέγει τις, le/gei tis Rk., le/geis tis L. ὡς οὐ χρὴ ἡμᾶς ἀεί τι προσκτᾶσθαι;
οὐ μέμνησθε, τὰ μὲν ἀκηκοότες τὰ δὲ ἑορακότες, ὅτι οὔτε τῶν ἐν τῇ Ἰταλίᾳ γενῶν οὐδὲν πρότερον ἀπέσχετο τοῦ τῇ πατρίδι ἡμῶν ἐπιβουλεύειν πρὶν τοὺς πολέμους ἐν τῇ ἐκείνων χώρᾳ τοὺς προγόνους ἡμῶν ποιήσασθαι, οὔτε οἱ Ἠπειρῶται πρὶν ἐς τὴν
Ἑλλάδα αὐτοὺς περαιωθῆναι; οὐ Φίλιππος μελλήσας καὶ ἐπὶ τὴν Ἰταλίαν στρατεύσειν, πρὶν φθάσαντας τὴν ἐκείνου κακῶς ποιῆσαι· οὐ Περσεύς, οὐκ Ἀντίοχος, οὐ Μιθριδάτης, πρὶν τὰ αὐτὰ αὐτοὺς ἐργάσασθαι. καὶ τί τἆλλα λέγοι τις ἄν;
ἀλλʼ οἱ Καρχηδόνιοι, τέως μὲν οὐδὲν δεινὸν ἀφʼ ἡμῶν ἐν τῇ Ἀφρικῇ εἶχον, ἔς τε τὴν Ἰταλίαν διέπλεον καὶ τὴν χώραν κατέτρεχον τάς τε πόλεις ἐπόρθουν καὶ παρʼ ὀλίγον καὶ τὸ ἄστυ αὐτὸ εἷλον, ἐπειδὴ δʼ ἀντιπολεμεῖσθαι ἤρξαντο, παντάπασιν
ἐκ τῆς γῆς ἡμῶν ἐξέδρασαν. τὰ δʼ αὐτὰ ταῦτα καὶ περὶ τῶν Γαλατῶν καὶ Κελτῶν ἄν τις εἰπεῖν ἔχοι. καὶ γὰρ οὗτοι, μέχρι μὲν ἐντὸς τῶν Ἄλπεων ἐμένομεν, e)me/nomen Oddey, e)/menon L. πολλάκις αὐτὰς ὑπερέβησαν καὶ πολλὰ τῆς Ἰταλίας ἐπόρθησαν· ἐπεὶ δὲ ἐτολμήσαμέν ποτε ἔξω τε τῶν ὅρων ἐκστρατεῦσαι καὶ τὸν πόλεμόν σφισι περιστῆσαι, καί τινα καὶ τῆς χώρας αὐτῶν ἀπετεμόμεθα, οὐκέτʼ οὐδένα πόλεμον ἀπʼ αὐτῶν ἐν τῇ Ἰταλίᾳ, πλὴν ἅπαξ, εἴδομεν.
ὅταν οὖν τούτων οὕτως ἐχόντων λέγῃ τις ὅτι οὐ χρὴ πολεμεῖν ἡμᾶς, οὐδὲν ἄλλο φησὶν ἢ ὅτι οὐ χρὴ πλουτεῖν, οὐ χρὴ ἑτέρων ἄρχειν, οὐκ ἐλευθέρους,
οὐ Ῥωμαίους εἶναι. ὥσπερ οὖν ἄν, εἴπερ τι τούτων εἶπέ τις, οὐκ ἂν ἠνέσχεσθε ἀλλὰ κἂν ἐν χερσὶν αὐτὸν ἀπεκτείνατε, οὕτω καὶ νῦν, ὦ ἄνδρες ἑταῖροι, πρὸς τοὺς ἐκεῖνα λέγοντας διατίθεσθε, μὴ τοῖς ῥήμασί σφων ἀλλὰ τοῖς ἔργοις τὸν νοῦν τεκμαιρόμενοι.
οὐκοῦν ὅτι μὲν οὕτω χρὴ φρονεῖν, οὐδένʼ ἂν ou)de/n' a)\n Pflugk, ou)de/na L.
ἀντειπεῖν ὑμῶν u(mw=n Bk., u(mi=n L. νομίζω· εἰ δʼ ὅτι μήτε ἐξήτασται περὶ τοῦ πολέμου τούτου παρὰ para\ Rk., para/ te L. τῇ βουλῇ καὶ παρὰ τῷ δήμῳ μὴ ἐψήφισται, διὰ τοῦτό τις ἧττον οἴεται δεῖν ἡμᾶς προθυμηθῆναι, λογισάσθω τοῦθʼ, tou=q' Pflugk, tau=q' L. ὅτι πάντες οἱ πόλεμοι ὅσοι πώποτε γεγόνασιν ἡμῖν, οἱ μὲν ἐκ παρασκευῆς καὶ προεπαγγέλσεως
οἱ δὲ καὶ ἐπὶ καιροῦ συμβεβήκασι. καὶ διὰ τοῦτο ὅσα μὲν ἂν a)\n added by Bk. οἴκοι τε μενόντων ἡμῶν καὶ τὴν ἡσυχίαν ἀγόντων κινηθῇ καὶ ἐκ πρεσβείας τινὸς τὴν ἀρχὴν τῶν ἐγκλημάτων λάβῃ, καὶ σκέψιν ὑπὲρ αὐτῶν καὶ δεῖ καὶ ἀναγκαῖόν ἐστι γίγνεσθαι καὶ ψῆφον ἐπάγεσθαι, καὶ μετὰ τοῦτο τούς τε ὑπάτους ἢ καὶ στρατηγοὺς προστάττεσθαί
σφισι καὶ τὰς δυνάμεις ἐκπέμπεσθαι· ὅσα δʼ ἂν ἐξεληλυθότων ἤδη καὶ ἐξεστρατευμένων τινῶν ἐκφανῇ, ταῦτʼ οὐκέτʼ ἐς διαγνώμην ἄγεσθαι χρή, ἀλλʼ ὡς καὶ δεδογμένα καὶ κεκυρωμένα ὑπʼ αὐτῆς τῆς χρείας προκαταλαμβάνεσθαι πρὶν αὐξηθῆναι.
ἢ τίνος μὲν ἕνεκα ὑμᾶς ἐνταῦθʼ ὁ δῆμος ἐξέπεμψεν, τίνος δʼ ἕνεκα ἐμὲ μετὰ τὴν ὑπατείαν εὐθὺς ἔστειλε, τοῦτο μὲν ἐπὶ πέντε ἔτη καθάπαξ, ὃ μήπω πρότερον ἐγεγόνει, ἄρχειν ἑλόμενος, τοῦτο δὲ τέσσαρσι στρατοπέδοις ὁπλίσας, εἰ μὴ καὶ
πολεμῆσαι πάντως ἡμᾶς δεήσειν ἐνόμιζεν; οὐ γάρ που ἵνα μάτην τρεφώμεθα, οὐδʼ ἵνα τάς τε πόλεις τὰς συμμαχίδας καὶ τὴν χώραν τὴν ὑπήκοον περιιόντες χαλεπώτεροι καὶ τῶν πολεμίων αὐτοῖς γιγνώμεθα, — οὐδʼ ἂν εἷς ταῦτα φήσειεν, — ἀλλʼ ἵνα τὴν οἰκείαν φυλάξωμεν, ἵνα i(/na added by Bk. τὴν τῶν πολεμίων πορθήσωμεν, ἵνʼ ἄξιόν τι καὶ τοῦ πλήθους καὶ
τῶν ἀναλωμάτων ἐργασώμεθα. οὐκοῦν ἐν τούτῳ καὶ οὗτος ὁ πόλεμος καὶ πᾶς ὁστισοῦν ἄλλος καὶ ἐπιτέτραπται ἡμῖν καὶ ἐγκεχείρισται. καὶ πάνυ γε φρονίμως ἐποίησαν ἐφʼ ἡμῖν τὸ τίσι πολεμητέον εἶναι διαγνῶναι καταλιπόντες καὶ μὴ αὐτοὶ τὸν πόλεμον ψηφισάμενοι. οἱ μὲν γὰρ οὔτʼ ἀκριβῶσαι τὰ τῶν συμμάχων τοσοῦτον tosou=ton Cobet, kai\ tosou=ton L. αὐτῶν ἀφεστηκότες ἠδυνήθησαν ἄν, καὶ πρὸς εἰδότας καὶ προπαρεσκευασμένους propareskeuasme/nous Pflugk, pro\s pareskeuasme/nous L. τοὺς πολεμίους οὐκ ἂν
ὁμοίως ἐπιτηδείως προσηνέχθησαν· ἡμεῖς δὲ δὴ κριταὶ ἅμα καὶ λειτουργοὶ τοῦ πολέμου γιγνόμενοι, καὶ προσέτι καὶ ἐπʼ αὐτοφώρους τοὺς ἐχθροὺς τὰ ὅπλα εὐθὺς ἐπιφέροντες, οὔτʼ ἀνεξετάστως οὔτʼ ἀδίκως οὔτʼ ἀπροφυλάκτως αὐτὸν ποιησόμεθα.
καί μοι εἴ τις ὑμῶν ἐκεῖνο ὑπολαμβάνει, τί δὴ τηλικοῦτον ὁ Ἀριόουιστος πεπλημμέληκεν ὥστʼ ἀντὶ φίλου καὶ συμμάχου πολέμιος ἡμῖν γενέσθαι, σκοπείτω τοῦθʼ, ὅτι τοὺς ἀδικεῖν τι ἐπιχειροῦντας οὐκ ἐφʼ οἷς ποιοῦσι μόνον ἀλλὰ καὶ ἐφʼ οἷς φρονοῦσιν ἀμύνασθαι δεῖ, καὶ τήν τε αὔξησιν αὐτῶν πρὶν καὶ βλαβῆναί τι προκαταλαμβάνειν, καὶ μὴ περιμείναντας κακῶς ἔργῳ παθεῖν, τότε τιμωρεῖσθαι.
ὅτι τοίνυν καὶ ἐχθρὸς καὶ ἔχθιστός ἐστιν ἡμῖν, πῶς ἂν ἄλλως μᾶλλον ἐλεγχθείη ἢ ἐξ ὧν ἐποίησεν; πέμψαντος γάρ μου πρὸς αὐτὸν φιλικῶς ὅπως ἔλθῃ τε πρὸς ἡμᾶς καὶ κοινῇ μεθʼ ἡμῶν βουλεύσηται περὶ τῶν παρόντων, οὔτʼ ἦλθεν
οὔθʼ ἥξειν ὑπέσχετο. καίτοι τί μὲν ἐγὼ ἄδικον ἢ ἀνεπιεικὲς ἢ φορτικὸν ἐποίησα μεταπεμψάμενος αὐτὸν ὡς φίλον καὶ σύμμαχον; τί δὲ ἐκεῖνος ὕβρεως καὶ ἀσελγείας, οὐκ ἐθελήσας ἐλθεῖν, ἐκλέλοιπεν; ἆρʼ οὐ δυοῖν ἀνάγκη θάτερον, ἤτοι ὑπωπτευκότα αὐτόν τι κακὸν πείσεσθαι ἢ ὑπερπεφρονηκότα
ἡμᾶς τοῦτο πεποιηκέναι; οὐκοῦν εἴτε τι ὑποτετόπηκεν, σαφέστατα αὐτὸς ἑαυτὸν ἐξελέγχει ἐπιβουλεύοντα ἡμῖν· οὐδεὶς γὰρ ἡμῖν μηδὲν δεινὸν παθὼν ὕποπτός ἐστιν, οὐδʼ ἀπʼ ὀρθῆς καὶ ἀδόλου τῆς γνώμης γίγνεται, ἀλλʼ οἱ προπαρεσκευασμένοι τινὰς ἀδικῆσαι ἑτοίμην τὴν ὑποψίαν
κατʼ αὐτῶν ἐκ τοῦ συνειδότος σφῶν ἔχουσιν· εἴτʼ αὖ μηδενὸς τοιούτου ὑπόντος ὑπερεόρακέ τε ἡμᾶς καὶ λόγοις ὑπερηφάνοις ὕβρικε, τί ti/ Bk., ti/na L. χρὴ τοῦτον, ἐπειδὰν ἔργου τινὸς ἐπιλάβηται, προσδοκῆσαι πράξειν; ὁ γὰρ ἐν οἷς μηδὲν κερδανεῖν ἔμελλε τοσαύτῃ ὑπεροψίᾳ κεχρημένος πῶς οὐ πόρρωθεν ἐξελήλεγκται μηδὲν δίκαιον μήτε φρονῶν μήτε πράσσων;
οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τοῦτο, ἀλλὰ καὶ ἐμὲ ἐλθεῖν πρὸς αὑτὸν au(to\n Bk., au)to\n L. ἐκέλευσεν, εἴπερ τι αὐτοῦ
δεοίμην. καὶ μή μοι μικρὰν τὴν προσθήκην ταύτην εἶναι νομίσητε· μεγάλη γάρ ἐστιν ἐπίδειξις τῆς διανοίας αὐτοῦ. τὸ μὲν γὰρ αὐτὸν μὴ ἐθελῆσαι πρὸς ἡμᾶς ἀφικέσθαι τάχʼ ἄν τις καὶ ὄκνῳ καὶ ἀρρωστίᾳ καὶ φόβῳ, ἀπολογούμενος
ὑπὲρ αὐτοῦ, ἀνέθηκε· τὸ δὲ δὴ καὶ ἐμὲ μεταπέμψασθαι οὔτε σκῆψιν οὐδεμίαν ἐνδέχεται, καὶ προσεξελέγχει καὶ ἐκεῖνο αὐτὸν οὐ κατʼ ἄλλο τι πεποιηκότα ἢ ὅτι οὔθʼ ὑπακούειν ἐς οὐδὲν ἡμῖν καὶ προσέτι καὶ προσαντεπιτάττειν πάντα παρεσκεύασται.
καίτοι καὶ αὐτὸ τοῦτο πόσης ὕβρεως καὶ πόσου προπηλακισμοῦ μεστόν ἐστιν; μεταπέμπεταί τινα ὁ ἀνθύπατος ὁ Ῥωμαίων, καὶ ἐκεῖνος οὐκ ἔρχεται· μεταπέμπεταί τις tis R. Steph., ti L. τὸν ἀνθύπατον τὸν to\n v. Hers., tw=n L. Ῥωμαίων Ἀλλόβριξ ὤν. μὴ γὰρ ὅτι ἐμοῦ τοῦ Καίσαρος οὐκ ἐπείσθη, μηδʼ ὅτι ἐμὲ τὸν Καίσαρα ἐκάλεσε, σμικρόν τι τοῦτο καὶ
φαῦλον εἶναι νομίσητε. οὔτε γὰρ ἐγὼ αὐτὸν μετεπεμψάμην, ἀλλʼ ὁ Ῥωμαῖος, ὁ ἀνθύπατος, αἱ ῥάβδοι, τὸ ἀξίωμα, τὰ στρατόπεδα, οὔτε ἐγὼ μετεπέμφθην ὑπʼ αὐτοῦ, ἀλλὰ ταῦτα πάντα. ἰδίᾳ μὲν γὰρ ἐμοὶ πρὸς αὐτὸν οὐδέν ἐστι συμβόλαιον· sumbo/laion Oddey, sumbou/lion L. κοινῇ δὲ δὴ πάντες καὶ εἴπομέν τι καὶ ἐποιήσαμεν καὶ ἀντηκούσαμεν καὶ ἀντεπάθομεν. a)ntepa/qomen v. Hers., e)pa/qomen L.
Ὥσθʼ ὅσῳ τις ἂν αὐτὸν ἔν τε τοῖς φίλοις καὶ ἐν τοῖς συμμάχοις ἡμῶν ἀναγεγράφθαι φήσῃ, τοσούτῳ μᾶλλον ἀξιομίσητον ὄντα ἀποδείξει. διὰ τί; ὅτι οἷα μηδὲ τῶν ἐχθίστων τις ὁμολογούντων ἡμῖν εἶναι ἐτόλμησέ ποτε ποιῆσαι, ταῦτʼ ἐκεῖνος ἔν τε τοῖς τῆς φιλίας καὶ ἐν τοῖς τῆς συμμαχίας ὀνόμασιν ἐξείργασται, καθάπερ ἐπʼ αὐτὸ τοῦτο πεποιημένος αὐτάς, ἵνʼ ἡμᾶς ἀδικεῖν ἀδεῶς
ἔχῃ. ἀλλʼ οὔτε τότε ἐπὶ τῷ προπηλακίζεσθαι καὶ ἐπιβουλεύεσθαι ἐσπεισάμεθα αὐτῷ, οὔτε νῦν αὐτοὶ τὰς σπονδὰς λύσομεν· ἡμεῖς μὲν γὰρ ὡς πρὸς φίλον καὶ σύμμαχον ἔτʼ αὐτὸν ὄντα ἐπρεσβευσάμεθα, ὁ δʼ ὁρᾶτε ὅπως ἡμῖν κέχρηται·
ὥσπερ οὖν. ἡνίκα εὐεργετεῖν τε ἡμᾶς ἐβούλετο κἀντʼ εὖ πάσχειν ἠξίου, δικαίως ἐκείνων ἐτύγχανεν, οὕτω καὶ νῦν, ἐπειδὴ τἀναντία αὐτῶν πάντα ποιεῖ, δικαιότατα ἂν ἐν ἐχθροῦ μέρει νομισθείη. καὶ μὴ θαυμάσητε εἰ αὐτὸς ἐγὼ πρότερόν ποτε καὶ ἐν τῇ βουλῇ καὶ ἐν τῷ δήμῳ χρηματίσας
τινὰ ὑπὲρ αὐτοῦ, εἶτα ταυτὶ νυνὶ λέγω. ἐγὼ μὲν γὰρ καὶ τότε καὶ νῦν τὴν αὐτὴν γνώμην ἔχω καὶ οὐ μεταβάλλομαι. τίς δέ ἐστιν αὕτη; τοὺς μὲν ἀγαθοὺς καὶ πιστοὺς καὶ τιμᾶν καὶ ἀμείβεσθαι, τοὺς δὲ κακοὺς καὶ ἀπίστους καὶ ἀτιμάζειν καὶ ἀμύνεσθαι. ἐκεῖνος δέ ἐστιν ὁ μεταβαλλόμενος, ὁ μήτε καλῶς μήτε δεόντως τοῖς δοθεῖσιν αὐτῷ παρʼ ἡμῶν χρώμενος.
Ὥσθʼ ὅτι μὲν δικαιότατα ἂν αὐτῷ πολεμήσαιμεν, οὐδένα ἀμφισβητήσειν οἴομαι· ὅτι δὲ οὔτε ἄμαχος οὔτε δυσπολέμητός ἐστιν, ὁρᾶτε μὲν καὶ ἐκ τῶν ἄλλων τῶν ὁμοφύλων αὐτῷ, οὓς πολλάκις μὲν καὶ πρότερον, ῥᾷστα δὲ καὶ νῦν ἐνικήσαμεν, λογίζεσθε δὲ καὶ ἐξ ὧν περὶ αὐτοῦ
ἐκείνου πυνθανόμεθα. οὔτε γὰρ ἄλλως δύναμίν τινα οἰκείαν συνεστηκυῖαν καὶ συγκεκροτημένην ἔχει· νῦν τε, ἅτε μηδὲν δεινὸν προσδοκῶν, καὶ παντελῶς ἀπαράσκευός ἐστιν. οὐ τοίνυν οὐδὲ ἐκ τῶν ὁμοχώρων ἄν τις αὐτῷ au)tw=| R. Steph., au)to\n L. προθύμως, οὐδʼ εἰ
πάνυ ἐπαγγέλλεται, βοηθήσειε· τίς μὲν γὰρ ἂν ἕλοιτο ἐκείνῳ συμμαχήσας πολεμῆσαι ἡμῖν, μηδὲν ὑφʼ ἡμῶν λελυπημένος; πῶς δʼ οὐκ ἂν μᾶλλον ἡμῖν πάντες ἢ ἐκείνῳ συναράμενοι τήν τε τυραννίδα αὐτοῦ ὅμορόν σφισιν οὖσαν καταλῦσαι καὶ τῆς χώρας μέρος τι παρʼ ἡμῶν προσλαβεῖν ἐθελήσειαν;
εἰ δὲ δὴ καὶ συσταῖέν τινες, οὔτι γε καὶ κρείττους ἂν ἡμῶν γένοιντο. ἵνα γὰρ τἆλλα ἐάσω, τὸ πλῆθος ἡμῶν, τὴν ἡλικίαν, τὴν ἐμπειρίαν, τὰ ἔργα, ἐκεῖνό γε τίς οὐκ οἶδεν, ὅτι ἡμεῖς μὲν κατὰ πᾶν pa=n Rk., panq' L. ὁμοίως τὸ σῶμα ὡπλίσμεθα, ἐκεῖνοι δὲ δὴ γυμνοὶ τὸ πλεῖστόν εἰσι, καὶ ἡμεῖς μὲν καὶ λογισμῷ καὶ τάξει χρώμεθα, ἐκεῖνοι δὲ δὴ θυμῷ
πρὸς πάντα ἀσύντακτοι φέρονται; μὴ γάρ τοι μήτε τὴν ὁρμὴν αὐτῶν μήτε τὸ μέγεθος ἢ τῶν σωμάτων ἢ τῆς βοῆς φοβηθῆτε. φωνή τε γὰρ οὐδένα πώποτε ἀνθρώπων ἀπέκτεινε, καὶ τὰ σώματα αὐτῶν δρᾶν μὲν οὐδὲν πλέον, ἅτε τὰς αὐτὰς ἡμῖν χεῖρας ἔχοντα, πάσχειν δὲ πολὺ πλείω, ἅτε καὶ μεγάλα καὶ γυμνὰ ὄντα, δυνήσεται· ἥ τε ὁρμὴ ἄμετρος καὶ προπετὴς τὸ κατʼ ἀρχὰς οὖσα καὶ