Book 38
μετάμελον τῆς ἀναστάσεως ποιήσασθαι. καί τινας tinas Bk., tinas me\n L. καὶ ἑτέρους τῶν αὐτῶν δεομένους προσλαβόντες ἀπῆραν, Ὀρκετόριγός σφισιν ἡγουμένου, ἐν νῷ e)n nw=| supplied by Leuncl. ἔχοντες τόν τε Ῥοδανὸν διαβῆναι καὶ πρὸς ταῖς Ἄλπεσί που κατοικισθῆναι. καὶ ἐπειδὴ ὁ Καῖσαρ τήν τε γέφυραν διέκοψε καὶ τἆλλα ὡς κωλύσων αὐτοὺς διαβῆναι ἡτοιμάζετο, ἔπεμψαν πρὸς αὐτὸν δίοδόν τε αἰτούμενοι καὶ προσυπισχνούμενοι μηδὲν τὴν τῶν Ῥωμαίων γῆν κακώσειν.
καὶ ὅς, εἰ καὶ τὰ μάλιστα μήτε ἐπίστευεν e)pi/steuen H. Steph., e)pi/steusen L. αὐτοῖς μήτε προχωρῆσαί ποι ἐπιτρέψειν ἔμελλεν, ἀλλʼ ὅτι γε οὐδέπω καλῶς παρεσκεύαστο, βουλεύσεσθαί τε te H. Steph., ti L. ὑπὲρ ὧν ἠξίουν μετὰ τῶν ὑποστρατήγων ἔφη καὶ τὴν ἀπόκρισιν ἐν ῥητῇ τινι ἡμέρᾳ δώσειν. καί τι καὶ ἐλπίδος, ὡς καὶ ἐπιτρέψων σφίσι τὴν δίοδον, ὑπετείνατο. κἀν τούτῳ τὰ ἐπικαιρότατα διετάφρευσε καὶ ἀπετείχισεν, ὥστʼ ἄπορον αὐτοῖς τὴν ὁδὸν γενέσθαι.
οἱ οὖν βάρβαροι χρόνον μέν τινα ἐπέσχον, ἔπειτʼ ἐπειδὴ μηδὲν ἤκουσαν κατὰ τὸ συγκείμενον, ἄραντες τὸ μὲν πρῶτον διὰ τῶν Ἀλλοβρίγων ἐπορεύοντο ᾗπερ ὥρμηντο, ἔπειτʼ ἐντυχόντες τοῖς
κωλύμασιν ἐς Σηκουανοὺς ἀπετράποντο, καὶ διά τε τούτων καὶ διὰ τῶν Αἰδούων ἐθελοντί σφισι τὴν δίοδον, ἐφʼ ᾧ μηδὲν ἀδικηθῶσι, παρεχόντων διιόντες οὐκ ἐνέμειναν τοῖς ὡμολογημένοις, ἀλλὰ τὴν χώραν αὐτῶν ἐλεηλάτουν. πέμψαντες οὖν οἵ τε Σηκουανοὶ καὶ οἱ Αἴδουοι πρὸς τὸν Καίσαρα ἐπικουρίαν τε παρʼ αὐτοῦ ᾔτουν, καὶ ἐδέοντο μή
σφας περιιδεῖν ἀπολομένους. a)polome/nous Cobet, a)poloume/nous L. καὶ ἔλεγον μὲν οὐδὲν ὅμοια οἷς ἔπραξαν, ἔτυχον δʼ οὖν ὅμως ὧν ἠξίουν· ὁ γὰρ Καῖσαρ φοβηθεὶς μὴ καὶ ἐπὶ τὴν Τόλοσαν οἱ Ἐλουήτιοι τράπωνται, εἵλετο μετʼ ἐκείνων αὐτοὺς ἀμύνασθαι μᾶλλον ἢ συμφρονήσασί σφισιν, ὅπερ εὔδηλον ἦν ἐσόμενον, πολεμῆσαι.
προσπεσὼν οὖν διὰ ταῦτα τοῖς Ἐλουητίοις τὸν Ἄραριν διαβαίνουσι, τοὺς μὲν τελευταίους ἐπακολουθοῦντας ἐν αὐτῷ τῷ πόρῳ διέφθειρε, τοὺς δὲ προκεχωρηκότας ἐς τοσοῦτον ἐκ τοῦ αἰφνιδίου καὶ ἐκ τοῦ τάχους τῆς διώξεως καὶ ἐκ e)k added by Bk. τῆς πύστεως τῶν ἀπολωλότων ἐξέπληξεν ὥστε ἐς ὁμολογίαν
ἐπὶ χώρᾳ τινὶ ἐθελῆσαι ἐλθεῖν. οὐ μέντοι καὶ συνέβησαν· ἐπειδὴ γὰρ ὁμήρους ᾐτήθησαν, ἠγανάκτησαν οὐχ ὅτι ἠπιστοῦντο, ἀλλʼ ὅτι ἀπηξίουν ὁμήρους τισὶ δοῦναι. καὶ τῶν μὲν σπονδῶν κατεφρόνησαν, προχωροῦντες δὲ αὖθις τήν τε ἵππον τοῦ Καίσαρος, ἀπό τε τοῦ πεζοῦ πολὺ προδραμοῦσαν καὶ τοὺς ὀπισθοφύλακας αὐτῶν παραλυποῦσαν, ὑποστάντες
τῷ ἱππικῷ ἐνίκησαν, κἀκ τούτου αὐτοί τε φρόνημα λαβόντες καὶ ἐκεῖνον φυγεῖν διά τε τὴν ἐλάττωσιν, καὶ ὅτι σπανίσας τῶν ἐπιτηδείων πρὸς πόλιν τινὰ ἔξω τῆς ὁδοῦ οὖσαν ἐξετράπετο, νομίσαντες,
τοῦ τε πρόσω ἀφεῖντο καὶ ἐπεδίωξαν αὐτόν. ἰδὼν οὖν τοῦτο ὁ Καῖσαρ, καὶ φοβηθεὶς τήν τε ὁρμὴν αὐτῶν καὶ τὸ πλῆθος, τῷ μὲν πεζῷ πρὸς μετέωρόν τι ὥρμησε, τοὺς δὲ ἱππέας προεβάλετο proeba/leto Rk., proseba/lleto L. προκινδυνεῦσαί σφισιν, ἕως ἐν ἐπιτηδείῳ παρατάξῃ. τρεψαμένων τε αὖθις αὐτοὺς ἐκείνων, καὶ πρὸς αὐτὸ τὸ ὄρθιον θυμῷ φερομένων, ἐπικατέδραμέ σφισιν ἐξαίφνης, καὶ ἅτε συντεταγμένος σποράδας
ἐξ ὑπερδεξίων οὐ χαλεπῶς ἀπεώσατο. τραπομένων δὲ τούτων, ἄλλοι τινὲς τῶν μὴ μαχομένων (ὑπό τε γὰρ τοῦ πλήθους καὶ ὑπὸ τῆς σπουδῆς οὐ πάντες ἅμα παρεγένοντὀ προσέμιξαν ἐξαίφνης κατὰ νώτου τοῖς ἐπιδιώκουσί σφας, καὶ ἐθορύβησαν
μὲν αὐτούς, πλεῖον δὲ οὐδὲν ἔσχον· ὁ γὰρ Καῖσαρ τοῖς ἱππεῦσι τοὺς φεύγοντας προστάξας αὐτὸς τῷ ὁπλιτικῷ πρὸς ἐκείνους ἐτράπετο, καὶ κρατήσας πρός τε τὰς ἁμάξας ἀμφοτέροις σφίσι συγκαταφυγοῦσιν ἐφέσπετο, κἀνταῦθα αὖθις ἰσχυρῶς ἐπʼ αὐτῶν ἀμυνομένους σφᾶς ἐνίκησε. παθόντες
δὲ ταῦθʼ οἱ βάρβαροι δίχα διῃρέθησαν. οἱ μὲν γὰρ ὡμολόγησαν αὐτῷ καὶ ἔς τε τὴν οἰκείαν ὅθεν ἐξανέστησαν ἐπανῆλθον, κἀνταῦθα τὰς πόλεις ἀνορθώσαντες ᾤκησαν· οἱ δὲ οὐκ ἐθελήσαντες τὰ ὁπλα παραδοῦναι πρὸς τὸν Ῥῆνον, ὡς καὶ ἐς τὴν ἀρχαίαν σφῶν γῆν ἐπανελθεῖν δυνάμενοι, ὥρμησαν, καὶ αὐτοὺς οἱ σύμμαχοι τῶν Ῥωμαίων διʼ ὧν διῄεσαν ῥᾳδίως, ἅτε καὶ ὀλίγους καὶ νενικημένους, ἔφθειραν.
οὕτω μὲν δὴ τὸν πρῶτον πόλεμον ὁ Καῖσαρ ἐπολέμησεν, ἀρξάμενος δὲ ἐκεῖθεν οὐχ ἡσύχασεν, ἀλλʼ αὐτός τε τὸ ἑαυτοῦ βούλημα bou/lhma Bk., bou/leuma L. ἅμα ἀπεπλήρωσε καὶ τοῖς συμμάχοις ἐχαρίσατο. οἵ τε γὰρ Σηκουανοὶ καὶ οἱ Αἴδουοι τήν τε ἐπιθυμίαν αὐτοῦ ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι, ἐκείνῳ τε εὐεργεσίαν ἅμα καταθέσθαι καὶ τοὺς Κελτοὺς τοὺς ὁμοχώρους σφίσι τιμωρήσασθαι
ἠθέλησαν· τὸν γὰρ Ῥῆνον πάλαι ποτὲ διαβάντες τῆς τε χώρας αὐτῶν τινα παρετέτμηντο καὶ αὐτοὺς au)tou\s Bk., e(autoi=s L, e(autou\s UG. ὑποτελεῖς ἐπεποίηντο, ὁμήρους σφῶν ἔχοντες. καὶ ἐτύγχανον γὰρ δεόμενοι ὧν ὠρέγετο, ῥᾳδίως αὐτὸν ἀνέπεισαν ἐπικουρῆσαί σφισιν.
ἦρχε μὲν γὰρ Ἀριόουιστος τῶν Κελτῶν ἐκείνων, καὶ τήν τε κύρωσιν τῆς βασιλείας παρὰ τῶν Ῥωμαίων εἰλήφει, καὶ ἐς τοὺς φίλους τούς τε συμμάχους αὐτῶν ὑπʼ αὐτοῦ τοῦ Καίσαρος ὑπατεύοντος ἐσεγέγραπτο· e)sege/grapto Bs., e)/grapto L. πρὸς δὲ δὴ τὴν ἐκ τοῦ πολέμου δόξαν καὶ τὴν ἀπʼ αὐτῆς a)p' au)th=s Bk., a)p' au)tw=n L. ἰσχὺν οὐδὲν τούτων ἐφρόντισε, πλὴν καθʼ ὅσον παρὰ τοῦ βαρβάρου πρόφασιν τῆς διαφορᾶς, μὴ καὶ προϋπάρχειν
τι ἐς αὐτὸν νομισθῇ, λαβεῖν ἠθέλησε. καὶ διὰ τοῦτο μετεπέμψατο αὐτὸν ὡς καὶ διαλεχθῆναί τι αὐτῷ δεόμενος. ἐπειδή τε οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ ἔφη ὅτι “εἴ τί μοι βούλεται Καῖσαρ εἰπεῖν, αὐτὸς πρὸς ἐμὲ ἐλθέτω· οὔτε γὰρ ἄλλως καταδεέστερος αὐτοῦ εἰμι, καὶ τὸν χρείαν τινὸς ἔχοντα
αὐτὸν πρὸς ἐκεῖνον ἀφικνεῖσθαι δεῖ,” ὀργήν τε ὡς καὶ πάντας τοὺς Ῥωμαίους προπεπηλακικότος αὐτοῦ ἐν τούτῳ ἐποιήσατο, καὶ παραχρῆμα τούς τε ὁμήρους τῶν συμμάχων ἀπῄτησεν αὐτόν, καὶ προσαπηγόρευσεν αὐτῷ μήτε τῆς χώρας σφῶν ἐπιβαίνειν μήτʼ ἐπικουρίας οἴκοθεν ἐπάγεσθαι.
ταῦτα δὲ ἔπραξεν οὐχ ὅτι καὶ καταπλήξειν αὐτόν, ἀλλʼ ὅτι ἐξοργιεῖν κἀκ τούτου πρόφασιν τοῦ πολέμου καὶ μεγάλην καὶ εὐπρεπῆ λήψεσθαι ἤλπισεν. ὅπερ ἐγένετο· ἀχθεσθεὶς γὰρ ὁ βάρβαρος τοῖς ἐπιτάγμασι πολλὰ καὶ δεινὰ ἀπεκρίνατο, ὥστε τὸν Καίσαρα λόγους μὲν μηκέτʼ αὐτῷ ἀντιπέμψαι, τὸν δὲ δὴ Οὐεσοντίωνα, τὴν τῶν Σηκουανῶν πόλιν, εὐθύς, καὶ πρὶν αἰσθέσθαι ai)sqe/sqai UG, ai)sqhqh/sesqai L. τινά, προκατασχεῖν.
κἀν τούτῳ οἱ στρατιῶται, ἀγγελίας ἐλθούσης ὅτι τε ὁ Ἀριόουιστος ἰσχυρῶς παρασκευάζεται, καὶ ὅτι καὶ ἕτεροι τῶν Κελτῶν πολλοὶ οἱ μὲν διαβεβήκασιν ἤδη τὸν Ῥῆνον ὡς ἐπὶ βοήθειαν αὐτοῦ, οἱ δὲ καὶ ἐπʼ αὐτῷ τῷ ποταμῷ συνειλέχαται suneile/xatai St., suneilo/xatai L. ὅπως ἐξαίφνης σφίσιν ἐπίθωνται, δεινῶς ἠθύμησαν·
τά τε γὰρ μεγέθη αὐτῶν καὶ τὸ πλῆθος τό τε θράσος καὶ τὰς ἀπʼ αὐτοῦ προχείρους ἀπειλὰς ἐκπλαγέντες οὕτω διετέθησαν ὡς μηδὲ πρὸς ἀνθρώπους τινὰς ἀλλὰ πρὸς θηρία ἄπορα καὶ ἄγρια προσοισόμενοι. καὶ ἐθρύλουν ὅτι πόλεμον οὔτε προσήκοντα οὔτε ἐψηφισμένον διὰ τὴν ἰδίαν τοῦ Καίσαρος φιλοτιμίαν ἀναιροῖντο, καὶ προσεπηπείλουν ἐγκαταλείψειν αὐτόν, ἂν μὴ μεταβάληται.
μαθὼν οὖν ταῦτʼ ἐκεῖνος τῷ μὲν πλήθει τῶν στρατιωτῶν οὐδὲν διελέξατο (οὔτε γὰρ καλὸν ἐνόμιζεν εἶναι τοιαῦτα πρὸς πολλοὺς λέγειν, καὶ ταῦτʼ ἐς τοὺς πολεμίους μέλλοντα ἐκφοιτήσειν, καὶ ἔδεισε μή πως ἀπειθήσαντες θορυβήσωσι καὶ κακόν τι ἐξεργάσωνταἰ, τοὺς δὲ δὴ ὑπάρχους καὶ τοὺς ὑπομείονας ἀθροίσας τοιάδε ἐν αὐτοῖς ἔλεξεν.
“οὐ τὸν αὐτόν, ὦ ἄνδρες φίλοι, τρόπον ἡγοῦμαι δεῖν ἡμᾶς περί τε τῶν ἰδίων καὶ περὶ τῶν κοινῶν βουλεύεσθαι. οὐδὲ γὰρ τὸν αὐτὸν ὁρῶ σκοπὸν ἰδίᾳ τε ἑκάστῳ καὶ δημοσίᾳ ἅπασιν ὄντα. ἡμῖν μὲν γὰρ τὰ ἐπιεικέστατα καὶ ἀσφαλέστατα, τῷ δὲ δήμῳ τὰ κράτιστα καὶ προαιρεῖσθαι καὶ πράττειν
προσήκει. δεῖ μὲν γὰρ καὶ kai\ added by “B” (in Litt. Centralbl. 1891, p. 1319). ἐν τοῖς ἰδίοις δραστηρίους εἶναι· τὸ γὰρ ἐπιεικὲς οὐκ ἐθέλει εἰ μὴ ei) mh\ Reim., mh\ L. καὶ ἐκ τούτου σώζεσθαι· οὐ μὴν ἀλλὰ ἀνὴρ μὲν ὅστις ἀπραγμονέστατός ἐστι, καὶ ἀσφαλέστατος εἶναι δοκεῖ, πόλις δέ, ἄλλως τε καὶ ἀρχὴν ἔχουσα, τάχιστʼ ἂν ὑπὸ τοῦ τοιούτου καταλυθείη.
ταῦτα γὰρ οὕτως οὐχ ὑπʼ ἀνθρώπων ταχθέντα ἀλλʼ ὑπʼ αὐτῆς τῆς φύσεως νομοθετηθέντα καὶ ἦν ἀεὶ καὶ ἔστι, καὶ ἔσται μέχριπερ ἂν καὶ τὸ θνητὸν γένος συνεστήκῃ.
τούτων οὖν οὕτως ἐχόντων, οὐδʼ ὑμῶν οὐδένα χρὴ τὸ ἴδιον ἡδὺ καὶ ἀσφαλὲς ἐν τῷ παρόντι μᾶλλον ἢ τὸ τοῖς πᾶσι Ῥωμαίοις καὶ εὐπρεπὲς
καὶ συμφέρον προσκοπεῖν. λογίζεσθε γὰρ τά τε ἄλλα ὅσα εἰκός ἐστι, καὶ μάλισθʼ ὅτι δεῦρο ἤλθομεν αὐτοί τε τοσοῦτοι καὶ τοιοῦτοι ἔκ τε τῆς βουλῆς καὶ ἐκ τῶν ἱππέων ὄντες, καὶ πλῆθος πολὺ στρατιωτῶν χρήματά τε ἄφθονα λαβόντες,
οὐχ ἵνα ῥᾳθυμῶμεν, οὐδʼ ἵνα ἀμελῶμεν, ἀλλʼ ὅπως τά τε τῶν ὑπηκόων ὀρθῶς διοικήσωμεν καὶ τὰ τῶν ἐνσπόνδων ἀσφαλῶς διασώσωμεν, τούς τε ἀδικεῖν ἐπιχειροῦντάς σφας ἀμυνώμεθα, καὶ
τὰ ἡμέτερα ἐπαυξήσωμεν. ὡς εἴ γε μὴ ταῦθʼ οὕτω φρονοῦντες ἤλθομεν, τί ποτε καὶ ἀρχὴν ἐξεστρατεύσαμεν, ἀλλʼ οὐ τρόπον γέ ge/ Bk., te L. τινα οἴκοι καὶ ἐπὶ τοῖς ἰδίοις κατεμείναμεν; καὶ γάρ που καὶ ἄμεινον ἦν μηδʼ ὑποστῆναι τὴν στρατείαν
ἢ προσταχθέντας αὐτὴν προδοῦναι. εἰ δʼ οἱ μὲν ὑπὸ τῶν νόμων ἀναγκαζόμενοι τὸ προσταττόμενον ὑπὸ τῆς πατρίδος πράττειν, οἱ δὲ δὴ πλείους ἐθελονταὶ διά τε τὰς τιμὰς καὶ διὰ τὰς ὠφελίας τὰς ἀπὸ τῶν πολέμων περιγιγνομένας πάρεσμεν, πῶς ἂν ἢ καλῶς ἢ ὁσίως ἡμῖν ἔχοι ψεύσασθαι καὶ τὰς τῶν ἐκπεμψάντων ἡμᾶς ἅμα καὶ τὰς
ἡμετέρας αὐτῶν ἐλπίδας; ἰδίᾳ μὲν γὰρ οὐδʼ ἂν εἷς οὕτως εὖ πράξειεν ὥστε μὴ οὐ τῷ κοινῷ πταίσαντι συναπολέσθαι· τὸ δὲ δημόσιον εὐτυχοῦν πάσας καὶ τὰς ἑκάστου συμφορὰς ἀναφέρει.
λέγω δὲ ταῦτα οὐ πρὸς ὑμᾶς, ἄνδρες ἑταῖροί τε καὶ φίλοι, τοὺς ἐνταῦθα ὄντας (οὔτε γὰρ ἄλλως ἀγνοεῖτε αὐτὰ ὥστε καὶ μαθεῖν δεῖσθαι, οὔτʼ ὀλιγώρως αὐτῶν ἔχετε ὥστε καὶ προτροπῆς χρῄζεινʼ, ἀλλʼ ὅτι τινὰς τῶν στρατιωτῶν ᾔσθημαι αὐτούς τε θρυλοῦντας ὡς οὐ προσήκοντα τόνδε τὸν πόλεμον ἀνῃρήμεθα, καὶ τοὺς ἄλλους προσστασιάζοντας,
ἵνʼ αὐτοί τε βεβαιοτέραν ἐκ τῶν παρʼ ἐμοῦ λόγων τὴν ὑπὲρ τῆς πατρίδος προθυμίαν ποιήσησθε, καὶ ἐκείνους πάνθʼ ἃ προσήκει διδάξητε· πλείω γὰρ ἂν παρʼ ὑμῶν ἰδίᾳ καὶ πολλάκις ἀκούοντες αὐτὰ ὠφεληθεῖεν ἢ παρʼ
ἐμοῦ ἅπαξ πυθόμενοι. λέγετε τοίνυν αὐτοῖς ὅτι οἱ πρόγονοι ἡμῶν οὐκ οἴκοι μένοντες, οὐδὲ τὰς στρατείας ὀκνοῦντες, οὐδὲ τοὺς πολέμους φεύγοντες, οὐδὲ τὰς ῥᾳθυμίας διώκοντες τηλικαύτην τὴν πόλιν ἐποίησαν, ἀλλὰ ταῖς γνώμαις πάντα τὰ προσήκοντα προχείρως τολμῶντες καὶ τοῖς σώμασι πάντα τὰ ἀρέσαντα προθύμως ἐκπονοῦντες,
καὶ τὰ μὲν ἴδια ὡς ἀλλότρια ἀεί ποτε παραβαλλόμενοι, τὰ δὲ δὴ τῶν πέλας ὡς καὶ οἰκεῖα ἑτοίμως κτώμενοι, καὶ μήτε εὐδαιμονίαν ἄλλο τι ἢ τὸ τὰ δέοντα πράττειν νομίζοντες, μήτε δυστυχίαν ἄλλο τι ἢ τὸ μετʼ ἀπραξίας met' a)praci/as Oddey, meta\ eu)praci/as L. ἡσυχάζειν ἡγούμενοι.
τοιγαροῦν ἐκ τούτων τῶν πολιτευμάτων αὐτοί τε, ὀλίγιστοι τὸ κατʼ ἀρχὰς γενόμενοι καὶ πόλιν οὐδεμίαν ἧς οὐκ ἐλάττω τὸ πρῶτον νεμόμενοι, Λατίνους ἐκράτησαν, Σαβίνους ἐνίκησαν, Τυρσηνοὺς Οὐόλσκους Ὀπικοὺς Λευκανοὺς Σαυνίτας ἐχειρώσαντο, πᾶσαν ἑνὶ λόγῳ e(ni\ lo/gw| Pflugk, e)n o)li/gw| L. τὴν ἐντὸς τῶν Ἄλπεων γῆν κατεστρέψαντο, πάντας τοὺς ἀλλοφύλους
τοὺς ἐπελθόντας σφίσιν ἀπεώσαντο, καὶ αὐτοὺς καὶ οἱ μετὰ ταῦτα Ῥωμαῖοι οἵ τε πατέρες ἡμῶν ζηλώσαντες οὐκ ἠρκέσθησαν τοῖς παροῦσιν, οὐδʼ ἠγάπησαν οἷς παρέλαβον, ἀλλʼ ὄλεθρον μὲν αὑτῶν σαφῆ τὴν ῥᾳστώνην, σωτηρίαν δὲ ἀκριβῆ τὴν ταλαιπωρίαν νομίσαντες εἶναι, καὶ φοβηθέντες μὲν μὴ μείναντα αὐτὰ ἐφʼ ἑαυτῶν e)f' e(autw=n Rk., e)f' e(auta\ L. κατατριφθείη καὶ καταγηράσειεν, αἰσχυνθέντες kataghra/seien ai)sxunqe/ntes Bk., kataghra/shi e)naisxunqe/ntes L. δὲ εἰ τοσαῦτα παραδεξάμενοι μηδὲν ἐπικτήσαιντο,
πολλῷ πλείω καὶ μείζω προσκατειργάσαντο. τί γὰρ ἄν τις καθʼ ἕκαστον λέγοι τὴν Σαρδώ, τὴν Σικελίαν, τοὺς Μακεδόνας, τοὺς Ἰλλυριούς, τὴν Ἑλλάδα, τὴν Ἀσίαν τὴν περὶ τὴν Ἰωνίαν, Βιθυνούς, Ἴβηρας, Ἄφρους; καίτοι συχνὰ μὲν ἂν χρήματα ἔδοσαν αὐτοῖς Καρχηδόνιοι ὥστε μὴ ἐκεῖσε ἐκπλεῦσαι, συχνὰ δὲ Φίλιππος καὶ Περσεὺς ὥστε μὴ ἐπʼ αὐτοὺς στρατεῦσαι, πολλὰ Ἀντίοχος, πολλὰ οἱ παῖδες αὐτοῦ καὶ ἔγγονοι
ὥστε ἐπὶ τῆς Εὐρώπης καταμεῖναι. ἀλλʼ οὔτε ἐκεῖνοι πρό τε τῆς δόξης καὶ πρὸ τοῦ μεγέθους τῆς ἀρχῆς ἀργεῖν τε ἀκλεῶς καὶ πλουτεῖν ἀδεῶς εἵλοντο, οὔτʼ αὐτῶν ἡμῶν οἱ πρεσβύτεροι οἱ καὶ νῦν ἔτʼ ὄντες, ἀλλʼ ἅτε a)ll' a(/te Bk., a)lla/ te L. εὖ εἰδότες ὅτι διὰ dia\ Bk., dia/ te L. τῶν αὐτῶν ἐπιτηδευμάτων καὶ κτᾶται τὰ ἀγαθὰ καὶ σώζεται, πολλὰ μὲν ἐβεβαιώσαντο τῶν προϋπαρχόντων, πολλὰ δὲ καὶ προσεκτήσαντο.
τί γὰρ δεῖ κἀνταῦθα καθʼ ἕκαστον ἐπεξιέναι τὴν Κρήτην, τὸν Πόντον, τὴν Κύπρον, τὴν Ἰβηρίαν τὴν Ἀσιανήν, *)asianh/n Bk., a)si/an L. τὴν Ἀλβανίαν τὴν ἐκεῖ, Σύρους ἀμφοτέρους, Ἀρμενίους ἑκατέρους, Ἀραβίους, Παλαιστίνους; ὧν οὐδὲ τὰ ὀνόματα πρότερον ἀκριβῶς εἰδότες νῦν τῶν μὲν αὐτοὶ δεσπόζομεν, τὰ δὲ ἑτέροις ἐχαρισάμεθα, ὥστε ἐξ αὐτῶν καὶ προσόδους καὶ δυνάμεις καὶ τιμὰς καὶ συμμαχίας προσειληφέναι.
τοιαῦτα γοῦν ἔχοντες παραδείγματα, μήτε τὰ τῶν πατέρων ἔργα καταισχύνητε μήτε τὴν ἀρχὴν μεγίστην ἤδη οὖσαν προῆσθε. οὐδὲ γὰρ οὐδʼ ἀπʼ ἴσης ἡμῖν τε καὶ τοῖς ἄλλοις τοῖς μηδὲν τῶν ὁμοίων κεκτημένοις βουλευτέον ἐστίν.