Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 38

 
τάδε ἔνεστιν ἐν τῷ τριακοστῷ ὀγδόῳ τῶν Δίωνος Ῥωμαϊκῶν α. ὡς ἐστασίασαν Καῖσαρ καὶ Βίβουλος. β. ως Κικέρων ἔφυγεν. γ. ὡς Κικέρωνα ἐπὶ τῇ φυγῇ Φιλίσκος παρεμυθήσατο. δ. ὡς Καῖσαρ Ἐλουητίοις καὶ Ἀριοουίστῳ ἐπολέμησεν. χρόνου πλῆθος ἔτη δύο, ἐν οἷς ἄρχοντες οἱ ἀριθμούμενοι οἵδε ἐγένοντο Γ. Ἰούλιος Γ. υἱ. Καῖσαρ Μ. Καλπούρνιος Γ. υἱ. *g. ui(. supplied by Bs. Βίβουλος *bi/boulos and *l. *kalpou/rnios supplied by Palm. ὑπ. λ. Καλπούρνιος *bi/boulos and *l. *kalpou/rnios supplied by Palm. λ. υἱ. Πίσων Αὖλ. Γαβίνιος Αὔλ. υἱ. ὑπ.
 
τῷ δὲ ἑξῆς ἔτει ὁ Καῖσαρ τὸ σύμπαν θεραπεῦσαι πλῆθος ἠθέλησεν, ὅπως σφᾶς ἔτι καὶ μᾶλλον σφετερίσηται. βουληθεὶς δὲ καὶ τὰ τῶν δυνατῶν δοκεῖν, ἵνα μὴ καὶ διʼ ἀπεχθείας αὐτῷ ὦσι, πράττειν, εἶπέ σφισι πολλάκις ὅτι οὔτε
 
γράψοι τι ὃ μὴ καὶ ἐκείνοις συνοίσει· καὶ δὴ γνώμην τινὰ περὶ τῆς χώρας, ἣν παντὶ τῷ ὁμίλῳ κατένειμεν, οὕτω συνέγραψεν ὥστε μηδὲ μικρόν τι αὐτῆς αἰτιαθῆναι· καὶ οὐδὲ ταύτην μέντοι ἐσοίσειν, εἰ μὴ βουλομένοις σφίσιν εἴη, ἐπλάττετο. τοῦ μὲν δὴ οὖν νόμου ἕνεκα οὐδεὶς αὐτῷ οὐδὲν ἐπικαλέσαι ἐδύνατο· τό τε γὰρ πλῆθος τῶν
 
πολιτῶν ὑπέρογκον ὄν, ἀφʼ οὗπερ καὶ τὰ μάλιστα ἐστασίαζον, πρός τε τὰ ἔργα καὶ πρὸς γεωργίας ἐτρέπετο, e)tre/peto Cobet, e)tra/peto L. καὶ τὰ πλεῖστα τῆς Ἰταλίας ἠρημωμένα αὖθις συνῳκίζετο, ὥστε μὴ μόνον τοὺς ἐν ταῖς στρατείαις τεταλαιπωρημένους ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας διαρκῆ τὴν τροφὴν ἔχειν μήτε τῆς πόλεως οἴκοθέν τι δαπανωμένης μήτε τῶν δυνατῶν ζημιουμένων, ἀλλὰ καὶ τιμὴν καὶ
 
ἀρχὴν πολλῶν προσλαμβανόντων. τὴν δὲ χώραν τήν τε κοινὴν ἅπασαν πλὴν τῆς Καμπανίδος ἔνεμε (ταύτην γὰρ ἐν τῷ δημοσίῳ ἐξαίρετον διὰ τὴν ἀρετὴν συνεβούλευσεν εἶναἰ, καὶ τὴν λοιπὴν οὔτε παρὰ ἄκοντός τινος οὔτʼ αὖ ὅσου ἂν οἱ γεωνόμοι βουληθῶσιν, ἀλλὰ πρῶτον μὲν παρʼ ἑκόντων, ἔπειτα δὲ τοσούτου ὅσου ἐν ταῖς ἀπογραφαῖς
 
ἐτετίμητο, ἀγορασθῆναι ἐκέλευσε. χρήματά τε γὰρ πολλὰ ἀπό τε τῆς λείας ἣν ὁ Πομπήιος εἰλήφει καὶ ἀπὸ τῶν φόρων τῶν τε τελῶν τῶν προσκαταστάντων περιεῖναί σφισιν ἔλεγε, καὶ χρῆναι αὐτά, ἅτε καὶ τοῖς τῶν πολιτῶν κινδύνοις πεπορισμένα, ἐς αὐτοὺς
 
ἐκείνους ἀναλωθῆναι. καὶ μέντοι καὶ τοὺς γεωνόμους οὔτʼ ou)/t' Bk., mht' L. ὀλίγους, ὥστε καὶ δυναστείᾳ τινὶ ἐοικέναι, οὔτʼ ἐξ ὑπευθύνων, ὥστε τινὰ δυσχερᾶναι, καθίστη, ἀλλὰ πρῶτον μὲν τοῦ συχνοὺς τῆς τιμῆς μετασχεῖν εἴκοσιν, tou= suxnou\s th=s timh=s metasxei=n ei)/kosin Reim., tou= suxnou= th=s timh=s ei)/kosin metasxei=n L. ἔπειτα δὲ τοὺς
 
ἐπιτηδειοτάτους, πλὴν ἑαυτοῦ. πάνυ γάρ τι τοῦτο προδιωμολογήσατο, ὅπως μὴ διʼ ἑαυτόν τι ti Bk., toi L. γράφειν νομισθείη· αὐτὸς μὲν γὰρ τῇ τε εὑρήσει καὶ τῇ ἐσηγήσει τοῦ πράγματος ἠρκεῖτο, ὥς γε ἔλεγε, τῷ δὲ δὴ Πομπηίῳ καὶ τῷ Κράσσῳ τοῖς τε ἄλλοις φανερῶς ἐχαρίζετο.
 
ἕνεκα μὲν οὖν τῶν γραφέντων ἀναίτιος ἦν, ὥστε μηδὲ mhde\ v. Hers., mh\ L. διᾶραι τὸ στόμα ὑπεναντίον οἱ μηδένα τολμῆσαι· καὶ γὰρ προανέγνω αὐτὰ ἐν τῇ βουλῇ, καὶ ὀνομαστὶ ἕνα ἕκαστον αὐτῶν ἀνακαλῶν ἐπηρώτησε μή τί τις αἰτιᾶται, μεταγράψειν ἢ καὶ παντελῶς ἀπαλείψειν, εἴ γέ τῳ μὴ ἀρέσειέ τι,
 
ὑποσχόμενος. τὸ δὲ δὴ σύμπαν καὶ πάνυ πάντες οἱ δυνατοὶ οἵ γε ἔξω τῆς συνωμοσίας ὄντες ἐδυσχέραινον. καὶ αὐτό γε τοῦτο αὐτοὺς ἐς τὰ μάλιστα ἐλύπει, ὅτι τοιαῦτα συγγεγραφὼς ἦν ὥστε μήτε τινὰ mh/te tina\ Bk., mhde/na L. αἰτίαν δύνασθαι λαβεῖν καὶ
 
πάντας σφᾶς βαρύνειν· ὑπώπτευον γὰρ αὐτόν, ἐφʼ ᾧπέρ που καὶ ἐγίγνετο, τό τε πλῆθος ἀπʼ αὐτῶν ἀναρτήσεσθαι καὶ ὄνομα καὶ ἰσχὺν καὶ ἐπὶ πάντας ἀνθρώπους ἕξειν. καὶ διὰ τοῦτο, εἰ καὶ μηδείς οἱ ἀντέλεγεν, ἀλλʼ οὔτι γε καὶ ou)/ti ge kai\ Dind., ou)/toi kai\ L. συνεπῄνουν. τοῖς μὲν δὴ οὖν ἄλλοις ἐξήρκει τοῦτο, καὶ ἐπηγγέλλοντο e)phgge/llonto H. Steph., e)phgge/lleto L. μὲν ἀεὶ αὐτῷ προβουλεύσειν, ἐποίουν δὲ οὐδέν, ἀλλὰ διατριβαὶ καὶ ἀναβολαὶ τὴν
 
ἄλλως ἐγίγνοντο· ὁ δὲ δὴ Κάτων ὁ Μᾶρκος *ma=rkos Reim., *ma=rkos o( u(/patos L. (ἦν δὲ ἄλλως μὲν ἐπιεικὴς καὶ οὐδενὶ νεοχμῷ ἀρεσκόμενος, οὐ μὴν καὶ ῥώμην τινὰ οὔτε ἐκ φύσεως οὔτε ἐκ παιδείας ἔχωνʼ τοῖς μὲν γεγραμμένοις οὐδὲν οὐδʼ αὐτὸς ἐπεκάλει, τὸ δʼ ὅλον ἠξίου τῇ τε παρούσῃ σφᾶς καταστάσει χρῆσθαι καὶ μηδὲν ἔξω αὐτῆς
 
ποιεῖν. καὶ ἐμέλλησε μὲν ἐπὶ τούτοις ὁ Καῖσαρ ἐς τὸ δεσμωτήριον τὸν Κάτωνα ἐξ αὐτοῦ τοῦ συνεδρίου ἐξελκύσας ἐμβαλεῖν· ἐπεὶ δὲ ἐκεῖνός τε ἑτοιμότατα ἑαυτὸν ἀπάγεσθαι a)pa/gesqai Reim. and Xiph., e)pa/gesqai L. ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι οἱ ἐφέσποντο, καί τις αὐτῶν Μᾶρκος Πετρέιος ἐπιτιμηθεὶς ὑπʼ αὐτοῦ ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς ἀπαλλάττοιτο, ἔφη ὅτι μετὰ Κάτωνος ἐν τῷ οἰκήματι μᾶλλον ἢ μετὰ
 
σοῦ ἐνταῦθα εἶναι βούλομαι, κατῃδέσθη, καὶ τόν τε Κάτωνα ἀφῆκε καὶ τὴν γερουσίαν ἀπήλλαξε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι ἐγὼ μὲν ὑμᾶς καὶ δικαστὰς τοῦ νόμου καὶ κυρίους ἐποιησάμην, ὅπως, εἴ τι μὴ ἀρέσειεν ὑμᾶς, μηδʼ ἐς τὸν δῆμον ἐσενεχθείη· ἐπεὶ δʼ οὐκ ἐθέλετε προβουλεῦσαι, ἐκεῖνος αὐτὸς αἱρήσεται.
 
κἀκ τούτου οὐδʼ ἄλλο τι τῇ γερουσίᾳ ἐν τῇ ἀρχῇ ταύτῃ ἐπεκοινώνησεν, ἀλλʼ ἐς τὸν δῆμον
 
ἄντικρυς πάνθʼ ὅσα ἐβούλετο ἐσέφερεν. ἐθελήσας δʼ οὖν καὶ ὣς ὁμογνώμονας τῶν πρώτων τινὰς ἐν τῇ ἐκκλησίᾳ λαβεῖν (καὶ γὰρ ἤλπιζε μετεγνωκέναι τε αὐτοὺς καί πῃ καὶ τὸ πλῆθος φοβηθήσεσθαι) ἤρξατο ἀπὸ τοῦ συνάρχοντος, καὶ ἐπύθετο αὐτοῦ
 
εἰ τὰ τοῦ νόμου μέμφοιτο. ἐπεί τʼ ἐκεῖνος οὐδὲν ἀπεκρίνατο πλὴν ὅτι οὐκ ἂν ἀνάσχοιτο ἐν τῇ ἑαυτοῦ ἀρχῇ νεωτερισθῆναί τι, αὐτός τε πρὸς ἱκετείαν αὐτοῦ ἐτράπετο καὶ τὸν ὅμιλον συνδεηθῆναί οἱ ἔπεισεν, εἰπὼν ὅτι ἕξετε τὸν νόμον ἂν οὗτος ἐθελήσῃ. ὁ οὖν Βίβουλος μέγα ἀναβοήσας “οὐχ ἕξετε,” ἔφη, “τὸν νόμον τοῦτον ἐν τῷ ἔτει τούτῳ, οὐδʼ ἂν πάντες ἐθελήσητε.”
 
καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ἀπηλλάγη· ὁ δὲ δὴ Καῖσαρ τῶν μὲν ἄλλων τῶν ἐν ταῖς ἀρχαῖς ὄντων οὐδένα ἔτι διήρετο, δείσας μὴ καὶ ἐκείνων τις ἐναντιωθῇ οἱ, τὸν δὲ δὴ Πομπήιον τόν τε Κράσσον καίπερ ἰδιωτεύοντας παραγαγὼν ἐκέλευσε γνώμην
 
περὶ τῶν γεγραμμένων ἀποφήνασθαι, οὐχ ὅτι οὐκ ἠπίστατο τὴν διάνοιαν αὐτῶν (σύμπαντα γὰρ κοινῇ ἔπραττονʼ ἀλλʼ ἵνα αὐτοῖς τε ἐκείνοις τιμήν, ὅτι καίτοι μηδεμίαν ἀρχὴν ἔχουσιν συμβούλοις περὶ τοῦ νόμου χρῷτο, προσθείη, καὶ τοὺς ἄλλους προσκαταπλήξῃ, ὁμογνώμονας τοὺς πρώτους τε ὁμολογουμένως ἐν τῇ πόλει τότε ὄντας καὶ μέγιστον παρὰ πάντας δυναμένους
 
λαβών, τῷ τε πλήθει καὶ κατʼ αὐτὸ τοῦτο χαρίσαιτο, τεκμηριῶν ὅτι μήτʼ ἀτόπου μήτʼ ἀδίκου τινὸς ὀρέγοιντο, ἀλλʼ ὧν καὶ ἐκεῖνοι καὶ δοκιμασταὶ καὶ ἐπαινέται γίγνοιντο.
 
ὅ τε οὖν Πομπήιος μάλα ἀσμένως “οὐκ ἐγώ,” ἔφη, “μόνος, ὦ Κυιρῖται, τὰ γεγραμμένα δοκιμάζω, ἀλλὰ καὶ ἡ ἄλλη βουλὴ πᾶσα, διʼ ὧν οὐχ ὅτι τοῖς μετʼ ἐμοῦ ἀλλὰ καὶ τοῖς μετὰ τοῦ Μετέλλου συστρατευσαμένοις ποτὲ γῆν δοθῆναι ἐψηφίσατο.
 
τότε μὲν οὖν (οὐ γὰρ ηὐπόρει τὸ δημόσιονʼ εἰκότως ἡ δόσις αὐτῆς ἀνεβλήθη· ἐν δὲ δὴ τῷ παρόντι (παμπλούσιον γὰρ ὑπʼ ἐμοῦ γέγονἐ προσήκει καὶ ἐκείνοις τὴν ὑπόσχεσιν καὶ τοῖς ἄλλοις τὴν ἐπικαρπίαν τῶν κοινῶν πόνων ἀποδοθῆναι.”
 
ταῦτʼ εἰπὼν ἐπεξῆλθέ τε καθʼ ἕκαστον τῶν γεγραμμένων, καὶ πάντα αὐτὰ ἐπῄνεσεν, ὥστε τὸν ὅμιλον ἰσχυρῶς ἡσθῆναι. ὁ οὖν Καῖσαρ ἰδὼν τοῦτο ἐκεῖνόν τε ἐπήρετο εἰ βοηθήσοι οἱ προθύμως ἐπὶ τοὺς τἀναντία σφίσι πράττοντας, καὶ τῷ πλήθει παρῄνεσε προσδεηθῆναι πρὸς τοῦτο
 
αὐτοῦ. γενομένου δὲ τούτου ἐπαρθεὶς ὁ Πομπήιος, ὅτι τῆς παρʼ ἑαυτοῦ ἐπικουρίας, καίπερ μηδεμίαν ἡγεμονίαν ἔχοντος, καὶ ὁ ὕπατος καὶ ὁ ὅμιλος ἔχρῃζεν, ἄλλα τε πολλὰ ἀνατιμῶν τε καὶ ἀποσεμνύνων ἑαυτὸν διελέξατο, καὶ τέλος εἶπεν ὅτι, ἄν τις τολμήσῃ ξίφος ἀνελέσθαι,
 
καὶ ἐγὼ τὴν ἀσπίδα ἀναλήψομαι. ταῦθʼ οὕτως ὑπὸ τοῦ Πομπηίου λεχθέντα καὶ Κράσσος ἐπῄνεσεν. ὥστʼ εἰ καί τισι τῶν ἄλλων μὴ ἤρεσκεν, οι ἄλλως τε ἄνδρες ἀγαθοὶ νομιζόμενοι καὶ πρὸς τὸν Καίσαρα ἐχθρῶς, ὥς γε καὶ ἐδόκουν σφίσιν, ἔχοντες (οὐ γάρ πω ἡ καταλλαγὴ αὐτῶν ἔκδηλος ἦνʼ συνῄνουν οἷς ἐγεγράφει, πρόθυμοι πρὸς τὴν τοῦ νόμου κύρωσιν ἐγένοντο.
 
οὐ μέντοι καὶ ὁ Βίβουλος ἐνεδίδου, ἀλλὰ τρεῖς δημάρχους συναγωνιστὰς προσθέμενος ἐκώλυσε τὸ νομοθέτημα, καὶ τέλος, ἐπειδὴ μηκέτʼ αὐτῷ μηδεμία ἄλλη σκῆψις ἀναβολῆς ὑπελείπετο, ἱερομηνίαν ἐς πάσας ὁμοίως τὰς λοιπὰς τοῦ ἔτους ἡμέρας, ἐν αἷς οὐδʼ ἐς ἐκκλησίαν ὁ δῆμος ἐκ τῶν
 
νόμων συνελθεῖν ἐδύνατο, προηγόρευσε. καὶ ἐπειδὴ ὅ τε Καῖσαρ βραχὺ αὐτοῦ φροντίσας ῥητήν τινα ἡμέραν προεῖπεν ἵνʼ ἐν αὐτῇ νομοθετήσῃ, καὶ τὸ πλῆθος νυκτὸς τὴν ἀγορὰν προκατέλαβεν, ἐπῆλθε μετὰ τῶν παρεσκευασμένων, καὶ πρὸς μὲν τὸ Διοσκόρειον, ἀφʼ οὗπερ ἐκεῖνος ἐδημηγόρει, διέπεσεν, τὰ μὲν αἰδοῖ τῶν ἀνθρώπων ὑπεικόντων
 
οἱ, τὰ δὲ καὶ νομιζόντων αὐτὸν μὴ καὶ ἐναντιωθήσεσθαί σφισιν, ὡς δὲ ἄνω τε ἐγένετο καὶ ἀντιλέγειν ἐπειρᾶτο, αὐτός τε κατὰ τῶν ἀναβασμῶν ἐώσθη καὶ αἱ ai( supplied by Rk. ῥάβδοι αὐτοῦ συνετρίβησαν, πληγάς τε καὶ τραύματα ἄλλοι τε καὶ οἱ δήμαρχοι ἔλαβον.
 
καὶ ὁ μὲν νόμος οὕτως ἐκυρώθη, Βίβουλος δὲ τότε μὲν ἀγαπητῶς ἐσώθη, τῇ δʼ ὑστεραίᾳ ἐπείρασε μὲν ἐν τῷ συνεδρίῳ αὐτὸν λῦσαι, ἐπέρανε δʼ οὐδέν· τῇ γὰρ τοῦ πλήθους σπουδῇ δεδουλωμένοι
 
πάντες ἡσύχαζον. ἀνεχώρησέ τε οὖν οἴκαδε, καὶ οὐκέτι τὸ παράπαν ἐς τὸ κοινὸν μέχρι τῆς τελευταίας τοῦ ἔτους ἡμέρας παρῆλθεν, ἀλλʼ ἐν τῇ οἰκίᾳ καταμένων ἀεὶ τῷ Καίσαρι, ὁσάκις γε ἐνεωτέριζέ τι, ἐνετέλλετο διὰ τῶν ὑπηρετῶν ὅτι ἱερομηνία τε εἴη καὶ οὐδὲν ὁσίως ἐκ τῶν νόμων ἐν
 
αὐτῇ δύναιτο δρᾶσθαι. ἐπεχείρησε μὲν γὰρ αὐτὸν ἐπὶ τούτοις Πούπλιός τις Οὐατίνιος *ou)ati/nios Fabricius, a)ti/nios L. δήμαρχος ἐς τὸ οἴκημα καταθέσθαι, τῶν δὲ συναρχόντων οἱ ἐναντιωθέντων οὐκ ἐνέβαλεν, ἀλλʼ ἐκεῖνός τε οὕτω τῶν πολιτικῶν ἐξέστη καὶ οἱ δήμαρχοι οἱ συνεξετασθέντες αὐτῷ οὐκέτʼ οὐδὲν δημόσιον ἔπραξαν.
 
ὁ δʼ οὖν Μέτελλος ὁ Κέλερ ὅ τε Κάτων, καὶ Μᾶρκός τις διʼ αὐτὸν Φαουώνιος, ζηλωτὴς ἐς τὰ μάλιστα αὐτοῦ ὤν, τέως μὲν οὔτʼ ὤμοσαν w)/mosan Rk., w)/mosa/n ti L. περὶ τοῦ νόμου (τοῦτο γὰρ ἀρξάμενόν ποτε, ὥσπερ εἶπον, καὶ ἐπὶ τῶν ἄλλων τῶν ἀτόπων ἐγίγνετὀ καὶ ἀπισχυρίζοντο, ἄλλως τε καὶ ὁ Μέτελλος ἐς τὸν Νουμιδικὸν ἀναφέρων, μηδέποτε
 
αὐτὸν συνεπαινέσειν· ὡς μέντοι ἡμέρα ᾗ καὶ ἔμελλον τὰ ta\ added by St. τεταγμένα ἐπιτίμια ὀφλήσειν, ὤμοσαν, ἤτοι κατὰ τὸ ἀνθρώπειον, ὑφʼ οὗ πολλοὶ ὑπισχνοῦνταί τέ τι καὶ ἀπειλοῦσι ῥᾷον ἢ καὶ τῷ ἔργῳ ἐπεξίασιν, ἢ καὶ ὅτι μάτην ζημιωθήσεσθαι ἔμελλον, μηδὲν ἐκ τῆς ἰσχυρογνωμοσύνης
 
σφῶν τὸ κοινὸν ὠφελήσαντες. w)felh/santes Bk., w)felhqh/sesqai L. ὅ τε οὖν νόμος οὕτως ἐκυρώθη, καὶ προσέτι καὶ ἡ τῶν Καμπανῶν γῆ τοῖς τρία τε πλείω τε ἔτι τέκνα ἔχουσιν ἐδόθη. καὶ διὰ τοῦτο καὶ ἄποικος τῶν Ῥωμαίων ἡ Καπύη τότε πρῶτον ἐνομίσθη.
 
τὸ μὲν οὖν πλῆθος ἐκ τούτων ὁ Καῖσαρ ἀνηρτήσατο, τοὺς δʼ ἱππέας τὸ τριτημόριόν trithmo/rio/n R. Steph., trithme/rion L. σφισι τῶν τελῶν ἃ ἐμεμίσθωντο e)memi/sqwnto Leuncl., e)memi/sqwto L. ἀφείς· πᾶσαί τε γὰρ αἱ ai( Bk., au)= L. τελωνίαι διʼ αὐτῶν ἐγίγνοντο, καὶ πολλάκις τῆς βουλῆς δεηθέντες ὅπως ἐκδικίας τινὸς τύχωσιν οὐχ εὕροντο, ἄλλων τε καὶ τοῦ Κάτωνος
 
ἀντιπραξάντων. ὡς δʼ οὖν καὶ τοῦτο τὸ ἔθνος μηδʼ ἀντειπόντος τινὸς ᾠκειώσατο, πρῶτον μὲν τὰ πραχθέντα praxqe/nta Xyl., prostaxqe/nta L. ὑπὸ τοῦ Πομπηίου πάντα, μήτε τοῦ Λουκούλλου μήτʼ ἄλλου τινὸς ἀντιστάντος, ἐβεβαίωσεν, ἔπειτα δὲ καὶ ἄλλα πολλὰ διενομοθέτησε
 
μηδενὸς ἐναντιουμένου. οὐδὲ γὰρ οὐδʼ ὁ Κάτων ἀντεῖπέ τι, καίπερ ἐν τῇ στρατηγίᾳ, ἣν μετὰ ταῦτα οὐ πολλῷ ὕστερον ἔσχε, μηδαμοῦ τῆς τῶν νόμων αὐτοῦ προσηγορίας, ὡς καὶ Ἰουλίων ἐπικαλουμένων, ἐπιμνησθείς· τὰ γὰρ δικαστήρια κατʼ αὐτοὺς ἀποκληρῶν a)poklhrw=n Bk., a)peklh/roun L. τὸ ὄνομα αὐτῶν γελοιότατα ἀπεκρύπτετο. τούτους μὲν οὖν, ὅτι πάμπολλοί τέ εἰσι καὶ οὐδʼ ὁτιοῦν τῇδε τῇ συγγραφῇ συμβάλλονται,
 
παραλείψω· Κύιντος δὲ δὴ Φούφιος Καλῆνος ἀναμὶξ πάντων τὰς ψήφους ἔν γε ge Rk., te L. ταῖς φιλονεικίαις (τά τε κρείττω πρὸς σφᾶς ὡς ἑκάστου τῶν γενῶν ἄγοντος καὶ τὰ ἀτοπώτερα a)topw/tera R. Steph., a)pw/tera L. ἐς ἑτέρους ἀπωθοῦντοσʼ οὔσας εὑρών, ἐνομοθέτησε στρατηγῶν χωρὶς αὐτοὺς ὡς ἑκάστους ψηφίζεσθαι, ἵνʼ εἰ μὴ καὶ κατʼ ἄνδρα, τῷ κρύφα σφᾶς τοῦτο ποιεῖν, ἀλλὰ τά γε ἔθνη e)/qnh Leuncl., h)/qh L. αὐτῶν ἔκδηλα ὅπως φρονοίη γίγνοιτο. gi/gnoito St., gi/gnointo L.
 
τὰ μὲν οὖν ἄλλα αὐτὸς ὁ Καῖσαρ καὶ ἐσηγεῖτο καὶ συνεβούλευε καὶ διέταττε πάντα καθάπαξ τἀν τῇ πόλει, ὡς καὶ μόνος αὐτῆς ἄρχων· ὅθενπερ χαριεντιζόμενοί τινες τὸ μὲν τοῦ Βιβούλου ὄνομα παντάπασιν ἀπεσιώπων, τὸν δὲ δὴ Καίσαρα δὶς di\s Rk., du/o L. καὶ ὠνόμαζον καὶ ἔγραφον, Γάιόν τε Καίσαρα
 
καὶ Ἰούλιον Καίσαρα ὑπατεύειν λέγοντες· τὰ δὲ δὴ καθʼ ἑαυτὸν διʼ ἑτέρων διῆγε. τοῦτο γὰρ δὴ καὶ πάνυ ἰσχυρῶς ἐφυλάξατο, μηδὲν αὐτὸς ἑαυτῷ δοῦναι· καὶ διὰ τοῦτο καὶ ῥᾷον πάνθʼ ὅσων ἐπεθύμει κατειργάσατο. αὐτὸς μὲν γὰρ οὐδενὸς προσδεῖσθαι ἔλεγεν, ἀλλὰ καὶ σφόδρα τοῖς παροῦσιν
1 / 7 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme