Book 37
5.5
τῷ Τιγράνῃ ἔδωκε. καὶ ὁ μὲν Ἀφράνιος διὰ τῆς Μεσοποταμίας ἐς τὴν Συρίαν παρὰ τὰ συγκείμενα πρὸς τὸν Πάρθον κομιζόμενος ἐπλανήθη, καὶ πολλὰ ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ τῆς σπάνεως τῶν τροφῶν ἐκακώθη· κἂν ἀπώλοντο, εἰ μὴ Καρραῖοι, Μακεδόνων τε ἄποικοι ὄντες καὶ ἐνταῦθά που οἰκοῦντες, ὑπέλαβόν τε αὐτὸν καὶ παρέπεμψαν.
6.1
ταῦτά τε πρὸς τὸν Φραάτην ἀπὸ τῆς παρούσης οἱ δυνάμεως ἔπραξε, σαφέστατα τοῖς πλεονεκτεῖν βουλομένοις ἐπιδείξας ὅτι πάντα ἐκ τῶν ὅπλων ἤρτηται, καὶ ὁ ἐν αὐτοῖς κρατῶν νομοθέτης ὧν βούλεται ἀναγκαῖος γίγνεται, καὶ προσέτι καὶ πρὸς τὴν ἐπίκλησιν αὐτοῦ ὕβρισεν, ᾗπερ πρός τε τοὺς ἄλλους πάντας ἠγάλλετο καὶ πρὸς αὐτοὺς τοὺς Ῥωμαίους, οὗτοί τε αὖ πρὸς ἐκεῖνον ἀεί ποτε
6.2
ἐκέχρηντο. βασιλέως γὰρ αὐτοῦ βασιλέων καλουμένου, τό τε τῶν βασιλέων ὄνομα περιέκοψε καὶ βασιλεῖ αὐτῷ μόνον ἐπιστέλλων ἔγραψε, καίτοι τῷ Τιγράνῃ τῷ αἰχμαλώτῳ καὶ τοῦτο παρὰ τὸ νομιζόμενον αὐτὸς au)to\s Bs., au)toi=s L. δούς, ὅτε τὰ ἐπινίκια αὐτοῦ
6.3
ἐν τῇ Ῥώμῃ ἔπεμψεν. ὁ οὖν Φραάτης καίπερ δεδιώς τε αὐτὸν καὶ θεραπεύων, ἠγανάκτησεν ἐπὶ τούτῳ ὡς καὶ τῆς βασιλείας ἐστερημένος, καὶ πέμψας πρέσβεις πάντα τε ὅσα ἠδίκητο ἐπεκάλει οἱ, καὶ τὸν Εὐφράτην ἀπηγόρευε μὴ διαβαίνειν.
6.4
ἐπειδή τε οὐδὲν μέτριον ἀπεκρίνατο, εὐθὺς ἐπὶ τὸν Τιγράνην μετὰ τοῦ υἱέος αὐτοῦ, ᾧ τὴν θυγατέρα ἐδεδώκει, ἐστράτευσεν, ἐν τῷ ἦρι ἐν ᾧ Λούκιός τε Καῖσαρ καὶ Γάιος Φίγουλος ὑπάτευον· καὶ νικηθεὶς μάχῃ ἔπειθʼ ὕστερον ἀντεπεκράτησε.