Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 37

4.4 καὶ οὗτοί τε τοὺς ἔνδον ἔκοπτον, καὶ οἱ ἱππῆς, οἱ μὲν ἐπὶ δεξιά, οἱ δὲ ἐπὶ θάτερα αὐτῶν περιελθόντες, κατὰ νώτου τοῖς ἔξω τῆς κυκλώσεως προσέπεσον. καὶ ἐκεῖ τε πολλοὺς ἐφόνευσαν ἑκάτεροι, καὶ ἑτέρους e(te/rous Rk., e(kate/rous L. ἐς τὰς ὕλας καταφυγόντας κατέπρησαν, “ἰὼ i)w\ Rk., w)= L. Κρόνια *kro/nia Cobet, *kro/nia *kro/nia L.” πρὸς τὴν ἐπίθεσίν σφων τὴν τότε γενομένην ἐπιλέγοντες. e)pile/gontes Xyl., e)pile/gontas L.
5.1 πράξας δὲ ταῦθʼ ὁ Πομπήιος καὶ τὴν χώραν ἐπιδραμὼν τοῖς τε Ἀλβανοῖς εἰρήνην ἔδωκε, καὶ ἄλλοις τισὶ τῶν παρὰ τὸν Καύκασον μέχρι τῆς Κασπίας θαλάσσης, ἐς ἣν ἀπὸ τοῦ Πόντου τὸ ὄρος ἀρξάμενον τελευτᾷ, κατοικούντων ἐπικηρυκευσαμένοις
5.2 ἐσπείσατο. Φραάτης δὲ ἔπεμψε μὲν πρὸς αὐτὸν ἀνανεώσασθαι τὰς συνθήκας ἐθέλων· ὡς γὰρ ἐκεῖνόν τε οὕτω φερόμενον ἑώρα, καὶ τῆς Ἀρμενίας τοῦ τε Πόντου τοῦ tou= supplied by Reim. ταύτῃ οἱ ὑποστράτηγοι αὐτοῦ τὰ λοιπὰ προσκατεστρέφοντο, ὅ τε Γαβίνιος καὶ ὑπὲρ τὸν Εὐφράτην μέχρι τοῦ Τίγριδος προεχώρησεν, ἐφοβήθη τε αὐτοὺς καὶ τὴν σύμβασιν βεβαιώσασθαι ἐπεθύμησεν· οὐ μέντοι καὶ
5.3 διεπράξατό τι. ὁ γὰρ Πομπήιος πρός τε τὰ παρόντα καὶ πρὸς τὰς ἐξ αὐτῶν ἐλπίδας κατεφρόνησεν αὐτοῦ, καὶ τά τε ἄλλα ὑπερφρόνως τοῖς πρέσβεσιν ἐλάλησε, καὶ τὴν χώραν τὴν Κορδουηνήν, ὑπὲρ ἧς πρὸς τὸν Τιγράνην διεφέρετο,
5.4 ἀπῄτησεν. ἐπειδή τε ἐκεῖνοι μηδέν, ἅτε μηδὲ ἐπεσταλμένοι τι περὶ αὐτῆς, ἀπεκρίναντο, ἔγραψε μέν τινα τῷ Φραάτῃ, οὐκ ἀνέμεινε δὲ ἀντιπεμφθῆναί τι, ἀλλʼ ἐς τὴν χώραν τὸν Ἀφράνιον παραχρῆμα ἔστειλε, καὶ κατασχὼν αὐτὴν ἀμαχεὶ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme