Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 37

50.3 παρεσκευάζετο. μαθὼν οὖν τοῦθʼ ὁ Πομπήιος, καὶ αἰσχυνθείς τε ἅμα καὶ δείσας μὴ καὶ ὁ δῆμος ἀγανακτήσῃ, προσέταξε τῷ Φλαουίῳ ἀπαναστῆναι. ἔλεγε μὲν γὰρ ὡς τοῦ Μετέλλου τοῦτʼ ἀξιώσαντος, οὐ μὴν ἐπιστεύετο· τὸ γὰρ φρόνημα
50.4 αὐτοῦ κατάδηλον πᾶσιν ἦν. ἀμέλει τῶν ἄλλων δημάρχων ἐξελέσθαι αὐτὸν βουληθέντων οὐκ ἠθέλησεν. οὔκουν οὐδʼ αὖθις ἀπειλήσαντι τῷ Φλαουίῳ μηδὲ ἐς τὸ ἔθνος ὃ ἐπεκεκλήρωτο ἐπιτρέψειν αὐτῷ, εἰ μὴ συγχωρήσειέν οἱ διανομοθετῆσαι, ἐξελθεῖν, ὑπεῖξεν, ἀλλὰ καὶ πάνυ ἄσμενος ἐν τῇ πόλει κατέμεινεν.
50.5 ὁ οὖν Πομπήιος ἐπειδὴ μηδὲν διά τε τὸν Μέτελλον καὶ διὰ τοὺς ἄλλους διεπράξατο, ἔφη μὲν φθονεῖσθαί τε ὑπʼ αὐτῶν καὶ τῷ πλήθει τοῦτο δηλώσειν, φοβηθεὶς δὲ μὴ καὶ ἐκείνου διαμαρτὼν μείζω αἰσχύνην ὄφλῃ, o)/flh| Dind., o)flh/sh| L. κατέβαλε τὴν ἀξίωσιν.
50.6 καὶ ὁ μὲν οὕτω γνοὺς ὅτι μηδὲν ὄντως o)/ntws Rk., ou(/tws L. ἴσχυεν, ἀλλὰ τὸ μὲν ὄνομα καὶ τὸν φθόνον ἐφʼ e)f' Pflugk, e)n L. οἷς ἠδυνήθη ποτὲ εἶχεν, ἔργῳ δὲ οὐδὲν ἀπʼ αὐτῶν ἀπώνητο, μετεμέλετο ὅτι τά τε στρατόπεδα προαφῆκε
51.1 καὶ ἑαυτὸν τοῖς ἐχθροῖς ἐξέδωκε· Κλώδιος δὲ ἐπεθύμησε μὲν διὰ τοὺς δυνατοὺς ἐπὶ τῇ δίκῃ δημαρχῆσαι, καί τινας τῶν δημαρχούντων προκαθῆκεν ἐσηγήσασθαι τὸ to\ Leuncl., ti L. καὶ τοῖς εὐπατρίδαις τῆς ἀρχῆς μεταδίδοσθαι, ὡς δʼ οὐκ ἔπεισε, τήν τε εὐγένειαν ἐξωμόσατο καὶ πρὸς τὰ τοῦ πλήθους δικαιώματα, ἐς αὐτόν σφων τὸν σύλλογον ἐσελθών,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme