Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 37

22.2 ἐκέχρητο. ἤσκει δὲ τὰ τοῦ πλήθους ἀκριβῶς, καὶ ἕνα μὲν ἀνθρώπων οὐδένα ἐθαύμαζε, τὸ δὲ δὴ κοινὸν ὑπερηγάπα, καὶ πᾶν μὲν τὸ ὑπὲρ τοὺς ἄλλους πεφυκὸς ὑποψίᾳ δυναστείας ἐμίσει, πᾶν δὲ τὸ δημοτικὸν ἐλέῳ τῆς ἀσθενείας ἐφίλει.
22.3 καὶ δημεραστής dhmerasth/s Naber, dh/mou e)rasth/s L. τε ὡς οὐδεὶς ἄλλος ἐγίγνετο, e)gi/gneto R. Steph., e)ge/neto L. καὶ τὴν ὑπὲρ τοῦ δικαίου παρρησίαν καὶ μετὰ κινδύνων ἐποιεῖτο. καὶ ταῦτα μέντοι πάντα οὔτε πρὸς ἰσχὺν οὔτε πρὸς δόξαν ἢ τιμήν τινα, ἀλλʼ αὐτῆς ἕνεκα τῆς τε αὐτονόμου καὶ τῆς ἀτυραννεύτου
22.4 διαίτης ἔπραττε. τοιοῦτος οὖν δή τις ὢν ἔς τε τὸ κοινὸν τότε πρῶτον παρῆλθε καὶ πρὸς τὰ ψηφιζόμενα, καίπερ μηδεμίαν τῷ Πομπηίῳ ἔχθραν ἔχων, ἀλλʼ ὅτι γε ἔξω τῶν πατρίων ἦν, ἀντεῖπεν.
23.1 ἀπόντι μὲν δὴ οὖν αὐτῷ ταῦτʼ ἔδοσαν, ἐλθόντι δὲ οὐδέν, πάντως ἄν που καὶ ἕτερα προσθέντες, εἴπερ ἠθελήκει· ἄλλοις γοῦν τισιν ἐν ἐλάττονι αὐτοῦ κράτει γενομένοις πολλὰ καὶ ὑπέρογκα πολλάκις ἔνειμαν. καὶ ὅτι γε καὶ ἐκεῖνα ἄκοντες
23.2 ἔπραξαν, δῆλόν ἐστιν. ὁ οὖν Πομπήιος εὖ εἰδὼς ὅτι πάνθʼ ὅσα ἐν ταῖς δυναστείαις τοῖς ἰσχύουσί τι παρὰ τῶν πολλῶν γίγνεται, τήν τε ὑπόνοιαν, κἂν τὰ μάλιστα ἐθελούσιοί τι ψηφίσωνται, ὡς καὶ κατὰ βίαν ἐκ τῆς τῶν κρατούντων παρασκευῆς διδόμενα ἔχει, καὶ δόξαν οὐδεμίαν τοῖς λαβοῦσιν αὐτά, ὡς καὶ μὴ παρʼ ἑκόντων ἀλλὰ ἀναγκασθέντων, μηδʼ ἀπʼ εὐνοίας ἀλλʼ ἐκ κολακείας ὑπάρξαντά σφισι φέρει, οὐκ ἐπέτρεψεν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme