Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 37

arg. λ. *l. added by H. Steph., space left in L. Ἀφράνιος Αὔλ. υἱ.
arg. κ. Καικίλιος Κ. υἱ. Μέτελλος Κέλερ ὑπ.
1.1 τότε μὲν δὴ ταῦτʼ ἔπραξε, τῷ δʼ ἐπιγιγνομένῳ ἔτει, τοῦ τε Κόττου τοῦ Λουκίου καὶ τοῦ Τορκουάτου τοῦ tou= added by Bk. Λουκίου ὑπατευόντων, ἐπολέμησε μὲν καὶ τοῖς Ἀλβανοῖς, ἐπολέμησε δὲ καὶ τοῖς Ἴβηρσι. καὶ προτέροις γε τούτοις καὶ παρὰ
1.2 γνώμην ἠναγκάσθη συνενεχθῆναι· Ἀρτώκης γὰρ ὁ βασιλεὺς αὐτῶν (νέμονται δὲ ἐπʼ ἀμφότερα τοῦ Κύρνου, τῇ μὲν τοῖς Ἀλβανοῖς, τῇ δὲ τοῖς Ἀρμενίοις πρόσοροι) φοβηθεὶς μὴ καὶ ἐφʼ ἑαυτὸν τράπηται, πρέσβεις μὲν ὡς καὶ ἐπὶ φιλίᾳ πρὸς αὐτὸν ἔπεμψε, παρεσκευάζετο δὲ ὅπως ἐν τῷ θαρσοῦντι καὶ διὰ τοῦτο ἀνελπίστῳ οἱ ἐπίθηται.
1.3 προμαθὼν οὖν καὶ τοῦτο ὁ Πομπήιος ἔς τε τὴν χώραν αὐτοῦ προενέβαλε, πρὶν ἱκανῶς τε αὐτὸν ἑτοιμάσασθαι καὶ τὴν ἐσβολὴν δυσχερεστάτην οὖσαν προκατασχεῖν, καὶ ἔφθη καὶ πρὸς τὴν πόλιν τὴν Ἀκρόπολιν ὠνομασμένην προχωρήσας,
1.4 πρὶν καὶ αἰσθέσθαι τὸν Ἀρτώκην ὅτι παρείη. ἦν δὲ ἐπʼ αὐτοῖς τοῖς στενοῖς, ἔνθεν μὲν Bk. supplied tou= *ku/rnou pararre/ontos, e)/nqen de\, adopted in the translation. τοῦ Καυκάσου παρατείνοντος, οὗ καὶ ἐπὶ τῇ φυλακῇ τῶν ἐσβολῶν ὠχύρωτο. ὅ τε οὖν Ἀρτώκης ἐκπλαγεὶς οὐδένα καιρὸν ὥστε συντάξασθαι ἔσχεν, ἀλλὰ διαβὰς τὸν ποταμὸν τὴν γέφυραν
1.5 κατέπρησε, καὶ οἱ ἐν τῷ τείχει πρός τε τὴν φυγὴν fugh\n Leuncl., fulakh\n L. αὐτοῦ, καὶ ἅμα καὶ μάχῃ νικηθέντες, ἐνέδοσαν. κρατήσας οὖν τῶν διόδων ὁ Πομπήιος φρουράν τε ἐπʼ αὐταῖς κατεστήσατο, καὶ ἐκεῖθεν ὁρμώμενος πᾶσαν τὴν ἐντὸς τοῦ ποταμοῦ κατεστρέψατο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme