Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 37

10.2 πραγμάτων παραλόγους συνηνέχθη. ὅ τε γὰρ τὸν Λουκρήτιον ἐκ τῆς τοῦ Σύλλου προστάξεως ἀποκτείνας, καὶ ἕτερός τις συχνοὺς τῶν ἐπικηρυχθέντων ὑπʼ αὐτοῦ φονεύσας, καὶ κατηγορήθησαν ἐπὶ ταῖς σφαγαῖς καὶ ἐκολάσθησαν, τοῦ Καίσαρος τοῦ Ἰουλίου τοῦθʼ ὅτι μάλιστα παρασκευάσαντος.
10.3 οὕτω καὶ τοὺς πάνυ ποτὲ δυνηθέντας ἀσθενεστάτους αἱ μεταβολαὶ τῶν πραγμάτων πολλάκις ποιοῦσι. τοῦτό τε οὖν παρὰ δόξαν τοῖς πολλοῖς ἐχώρησε, καὶ ὅτι καὶ ὁ Κατιλίνας ἐπὶ τοῖς αὐτοῖς ἐκείνοις αἰτίαν (πολλοὺς γὰρ καὶ αὐτὸς τῶν ὁμοίων ἀπεκτόνει) λαβὼν ἀπελύθη. καὶ δὴ καὶ ἐκ τούτου χείρων τε πολὺ
10.4 ἐγένετο, καὶ διὰ τοῦτο καὶ ἀπώλετο· τοῦ γὰρ δὴ Κικέρωνος τοῦ Μάρκου μετὰ Γαΐου Ἀντωνίου ὑπατεύσαντος, ὅτε Μιθριδάτης οὐδὲν ἔτι δεινὸν τοὺς Ῥωμαίους εἰργάσατο ἀλλὰ καὶ αὐτὸς ἑαυτὸν διέφθειρεν, ἐπεχείρησεν ἐκεῖνος τήν τε πολιτείαν νεωτερίζειν καὶ τοὺς συμμάχους ἐπʼ αὐτῇ συνιστὰς ἐς φόβον σφᾶς οὐ σμικροῦ πολέμου ἐνέβαλεν. ἐπράχθη δὲ ὧδε ἑκάτερον.
11.1 ὁ Μιθριδάτης αὐτὸς μὲν οὐχ ὑπεῖκε ταῖς συμφοραῖς, ἀλλὰ τῇ βουλήσει πλέον ἢ τῇ δυνάμει νέμων ἐνενόει, ἄλλως τε καὶ ἐπειδὴ ὁ Πομπήιος ἐν τῇ Συρίᾳ διέτριβε, πρός τε τὸν Ἴστρον διὰ τῶν Σκυθῶν ἐλθεῖν, κἀντεῦθεν ἐς τὴν Ἰταλίαν
11.2 ἐσβαλεῖν· φύσει τε γὰρ μεγαλοπράγμων ὤν, καὶ πολλῶν μὲν πταισμάτων, πολλῶν δὲ καὶ εὐτυχημάτων πεπειραμένος, οὐδὲν οὔτε ἀτόλμητον οὔτε ἀνέλπιστόν οἱ εἶναι ἐνόμιζεν. εἰ δὲ δὴ καὶ σφαλείη, συναπολέσθαι τῇ βασιλείᾳ μετὰ ἀκεραίου τοῦ φρονήματος μᾶλλον ἢ στερηθεὶς αὐτῆς ἔν τε ταπεινότητι καὶ ἐν ἀδοξίᾳ ζῆν ἤθελεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme