Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

23.2 οὐ μέντοι καὶ μεγάλην, ὅτε γε ἐχρῆν, φροντίδα αὐτῶν ἐποιήσαντο, ἀλλʼ ἐξέπεμπον μὲν καὶ ναυτικὰ καὶ στρατηγούς, ὥς που καθʼ ἕκαστον τῶν προσαγγελλομένων ἐκινοῦντο, ἔπραττον δʼ οὐδέν, ἀλλὰ καὶ πολὺ πλείω τοὺς συμμάχους διʼ αὐτῶν ἐκείνων ἐταλαιπώρουν, μέχρις οὗ ἐν παντὶ ἐγένοντο. τότε δὲ συνελθόντες ἐβουλεύσαντο ἐπὶ
23.3 πολλὰς ἡμέρας ὅ τι καὶ χρὴ πρᾶξαι. τῇ τε γὰρ συνεχείᾳ τῶν κινδύνων τετρυχωμένοι, καὶ μέγαν καὶ πολὺν τὸν πρὸς αὐτοὺς πόλεμον ὁρῶντες ὄντα, καὶ οὔθʼ ἅμα πᾶσί σφισιν οὔτʼ αὖ καθʼ ἑκάστους προσπολεμῆσαι δυνατὸν εἶναι νομίζοντες (ἀλλήλοις τε γὰρ συνεβοήθουν, καὶ πανταχοῦ ἅμα ἀμήχανον ἦν αὐτοὺς ἀμύνασθαι) ἔν τε ἀπορίᾳ καὶ ἀνελπιστίᾳ τοῦ κατορθώσειν τι πολλῇ ἐγένοντο,
23.4 πρὶν δὴ Αὖλός τις Γαβίνιος *gabi/nios Bk., gaoui/nios L regularly. δήμαρχος γνώμην ἔδωκεν, εἴτʼ οὖν τοῦ Πομπηίου καθέντος αὐτόν, εἴτε καὶ ἄλλως χαρίσασθαί οἱ ἐθελήσας (οὐ γάρ που καὶ ὑπʼ εὐνοίας αὐτὸ τῆς τοῦ κοινοῦ ἐποίησε· κάκιστος γὰρ ἀνὴρ ἦν), στρατηγὸν ἕνα αὐτοκράτορα ἐφʼ ἅπαντας αὐτοὺς ἐκ τῶν ὑπατευκότων ἑλέσθαι, τρισί τε ἔτεσιν ἄρξοντα καὶ δυνάμει παμπληθεῖ μεθʼ ὑποστρατήγων πολλῶν
23.5 χρησόμενον. ἄντικρυς μὲν γὰρ τὸ τοῦ Πομπηίου ὄνομα οὐκ εἶπεν· εὔδηλον δὲ ἦν ὅτι, ἂν ἅπαξ τι τοιοῦτον ὁ ὅμιλος ἀκούσῃ, ἐκεῖνον αἱρήσεται.
24.1 καὶ ἔσχεν οὕτω· τήν τε γὰρ ἐσήγησιν αὐτοῦ ἀπεδέξαντο, καὶ πρὸς τὸν Πομπήιον παραχρῆμα πάντες πλὴν τῆς γερουσίας ἀπέκλιναν. αὕτη γὰρ πᾶν ὁτιοῦν ὑπὸ τῶν λῃστῶν παθεῖν μᾶλλον ἢ ἐκείνῳ τοσαύτην ἡγεμονίαν ἐγχειρίσαι ᾑρεῖτο· καὶ ὀλίγου καὶ ἀπέκτειναν τὸν Γαβίνιον ἐν αὐτῷ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme