Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

 
τοιούτου παμπόλλους προσποιήσασθαι· οἱ γὰρ ἄνθρωποι ταῖς τε δυνάμεσιν ἡττώμενοι καὶ τῆς χρηστότητος αὐτοῦ πειρώμενοι προθυμότατα αὐτῷ προσεχώρουν. τά τε γὰρ ἄλλα αὐτῶν ἐπεμελεῖτο, καὶ ὅπως μηδʼ αὖθίς ποτε ἐς ἀνάγκην πονηρῶν ἔργων ὑπὸ πενίας ἀφίκωνται, καὶ χώρας σφίσιν ὅσας ἐρήμους ἑώρα, καὶ πόλεις ὅσαι o(/sai R. Steph., o(/sas L.
 
ἐποίκων ἐδέοντο, ἐδίδου. καὶ ἄλλαι τε ἐκ τούτου συνῳκίσθησαν καὶ ἡ Πομπηιόπολις ἐπικληθεῖσα· ἔστι δὲ ἐν τῇ Κιλικίᾳ τῇ παραθαλασσίᾳ καὶ ἐπεπόρθητο ὑπὸ τοῦ Τιγράνου, Σόλοι πρότερον ὠνομασμένη.
 
ἐπὶ μὲν δὴ τοῦ Ἀκιλίου τοῦ τε Πίσωνος ταῦτά τε οὕτως ἐγένετο, καὶ κατὰ τῶν δεκασμοῦ περὶ τὰς ἀρχὰς ἁλισκομένων a(liskome/nwn R. Steph., a)naliskome/nwn L. ἐνομοθετήθη πρὸς αὐτῶν τῶν ὑπάτων μήτʼ ἄρχειν μήτε βουλεύειν σφῶν μηδένα, ἀλλὰ καὶ χρήματα προσοφλισκάνειν.
 
ἐπειδὴ γὰρ ἥ τε τῶν δημάρχων δυναστεία ἐς τὸ ἀρχαῖον ἐπανεληλύθει; καὶ πολλοὶ τῶν ὑπὸ τῶν τιμητῶν tw=n u(po\ tw=n timhtw=n Xyl., u(po\ tw=n timhtw=n tw=n L. διαγεγραμμένων ἀναλαβεῖν τρόπον τινὰ tro/pon tina\ Naber, pro/tero/n tina L. τὴν βουλείαν ἐσπούδαζον, συστάσεις καὶ παρακελευσμοὶ παμπληθεῖς ἐφʼ ἁπάσαις ταῖς
 
ἀρχαῖς ἐγίγνοντο. ἔπραξαν δὲ τοῦθʼ οἱ ὕπατοι οὐχ ὅτι καὶ ἤχθοντο τῷ πράγματι (αὐτοὶ γὰρ διασπουδάσαντες ἀπεδείχθησαν, καὶ ὅ γε Πίσων καὶ γραφεὶς ἐπὶ τούτῳ καὶ πρὸς ἑνὸς καὶ πρὸς ἑτέρου τινὸς ἐξεπρίατο τὸ μὴ κατηγορηθῆναι)
 
ἀλλʼ ὅτι ἠναγκάσθησαν ὑπὸ τῆς γερουσίας. αἴτιον δὲ ὅτι Γάιός τις Κορνήλιος δημαρχῶν πικρότατα ἐπιτίμια τάξαι κατʼ αὐτῶν ἐπεχείρησε καὶ αὐτὰ καὶ ὁ ὅμιλος ᾑρεῖτο. ἡ γὰρ βουλὴ συνιδοῦσα ὅτι τὸ μὲν ὑπερβάλλον τῶν τιμωρημάτων ἐν μὲν ταῖς ἀπειλαῖς ἔκπληξίν τινα ἔχει, οὔτε δὲ τοὺς κατηγορήσοντας οὔτε τοὺς καταψηφιουμένους τῶν ὑπαιτίων, ἅτε καὶ ἀνηκέστων αὐτῶν
 
ὄντων, ῥᾳδίως εὑρίσκει, τὸ δὲ δὴ μέτριον ἔς τε τὰς κατηγορίας συχνοὺς προάγει καὶ τὰς καταψηφίσεις οὐκ ἀποτρέπει, μεταρρυθμίσαι πῃ τὴν ἐσήγησιν αὐτοῦ καὶ τοῖς ὑπάτοις νομοθετῆσαι
 
αὐτὴν ἐκέλευσεν. ἐπεὶ δὲ αἵ τε ἀρχαιρεσίαι προεπηγγελμέναι ἦσαν, καὶ κατὰ τοῦτʼ οὐδὲν προνομοθετηθῆναι πρὸ αὐτῶν ἐξῆν, καὶ οἱ σπουδαρχιῶντες πολλὰ καὶ κακὰ ἐν τῷ διακένῳ τούτῳ tou/tw| Bs., tou/tw| xro/nw| L. ἐποίουν, ὥστε καὶ σφαγὰς γίγνεσθαι, τόν τε νόμον ἐψηφίσαντο καὶ πρὸ pro\ Turn., pro\s L. ἐκείνων ἐσενεχθῆναι καὶ
 
φρουρὰν τοῖς ὑπάτοις δοθῆναι. ἀγανακτήσας οὖν ἐπὶ τούτοις ὁ Κορνήλιος γνώμην ἐποιήσατο μὴ ἐξεῖναι τοῖς βουλευταῖς μήτε ἀρχήν τινι ἔξω τῶν νόμων αἰτήσαντι διδόναι μήτʼ ἄλλο μηδὲν τῶν τῷ δήμῳ προσηκόντων ψηφίζεσθαι· yhfi/zesqai Turn., fhmi/zesqai L. τοῦτο γὰρ ἐνενομοθέτητο μὲν ἐκ τοῦ πάνυ ἀρχαίου, οὐ
 
μέντοι καὶ τῷ ἔργῳ ἐτηρεῖτο. θορύβου τε ἐπʼ αὐτῷ au)tw=| St., au)tou= L. πολλοῦ συμβάντος (καὶ kai\ Xyl., ou) L. γὰρ ἀντέπρασσον τῶν τε ἄλλων τῶν ἐκ τῆς γερουσίας συχνοὶ καὶ ὁ Πίσων) τάς τε ῥάβδους αὐτοῦ ὁ ὄχλος συνέτριψε καὶ αὐτὸν διασπάσασθαι ἐπεχείρησεν.
 
ἰδὼν οὖν τὴν ὁρμὴν αὐτῶν ὁ Κορνήλιος τότε μέν, πρὶν ἐπιψηφίσαι τι, διαφῆκε τὸν σύλλογον, ὕστερον δὲ προσέγραψε τῷ νόμῳ τήν τε βουλὴν πάντως περὶ αὐτῶν προβουλεύειν καὶ τὸν
 
δῆμον ἐπάναγκες ἐπικυροῦν τὸ προβούλευμα. καὶ οὕτως ἐκεῖνόν τε διενομοθέτησε καὶ ἕτερον τοιόνδε. οἱ στρατηγοὶ πάντες τὰ δίκαια καθʼ ἃ δικάσειν ἔμελλον, αὐτοὶ au)toi\ Leuncl., au)toi=s L. συγγράφοντες ἐξετίθεσαν· οὐ γάρ πω πάντα τὰ ta\ Bk., a(\ L. δικαιώματα τὰ περὶ τὰ συμβόλαια
 
διετέτακτο. ἐπεὶ οὖν e)pei\ ou)=n Bk., e)poi/oun L. οὔτε ἐσάπαξ τοῦτʼ ἐποίουν οὔτε τὰ γραφέντα ἐτήρουν, ἀλλὰ πολλάκις αὐτὰ μετέγραφον καὶ συχνὰ ἐν τούτῳ πρὸς χάριν ἢ καὶ κατʼ ἔχθραν τινῶν, ὥσπερ εἰκός, ἐγίγνετο, ἐσηγήσατο κατʼ ἀρχάς τε εὐθὺς αὐτοὺς τὰ δίκαια οἷς χρήσονται xrh/sontai R. Steph., xrh/swntai L. προλέγειν, καὶ μηδὲν ἀπʼ
 
αὐτῶν παρατρέπειν. τό τε σύμπαν οὕτως ἐπιμελὲς τοῖς Ῥωμαίοις κατὰ τὸν χρόνον ἐκεῖνον τὸ μηδὲν δωροδοκεῖσθαι ἐγένετο ὥστε πρὸς τῷ τοὺς ἐλεγχομένους κολάζειν καὶ τοὺς κατηγοροῦντας αὐτῶν ἐτίμων. τοῦ γοῦν Κόττου τοῦ Μάρκου τὸν μὲν ταμίαν Πούπλιον Ὄππιον ἐπί τε δώροις καὶ ἐπὶ ὑποψίᾳ ἐπιβουλῆς ἀποπέμψαντος, αὐτοῦ δὲ
 
πολλὰ ἐκ τῆς Βιθυνίας χρηματισαμένου, Γάιον Κάρβωνα τὸν κατηγορήσαντα αὐτοῦ τιμαῖς ὑπατικαῖς καίπερ δεδημαρχηκότα μόνον, ἐσέμνυναν. καὶ οὗτος μὲν τῆς τε Βιθυνίας καὶ αὐτὸς ὕστερον ἄρξας, καὶ μετριώτερον οὐδὲν τοῦ Κόττου πλημμελήσας, ἀντικατηγορήθη ὑπὸ τοῦ υἱέος αὐτοῦ καὶ
 
ἀνθεάλω· πολλῷ γάρ που ῥᾷον ἄλλοις ἐπιτιμῶσί τινες ἢ ἑαυτοῖς παραινοῦσι, καὶ προχειρότατά γε ἐφʼ οἷς τιμωρίας ἀξίους τοὺς πέλας εἶναι νομίζουσιν αὐτοὶ ποιοῦσιν, ὥστε μηδεμίαν πίστιν ἐξ ὧν ἑτέροις ἐγκαλοῦσιν, ὅτι καὶ μισοῦσιν αὐτά, λαμβάνειν·
 
Λούκιος δὲ δὴ Λούκουλλος τὴν μὲν στρατηγίαν τὴν οἴκοι διῆρξε, τῆς δὲ δὴ Σαρδοῦς ἄρξαι μετʼ αὐτὴν λαχὼν οὐκ ἠθέλησε, μισήσας τὸ πρᾶγμα διὰ τοὺς πολλοὺς τοὺς οὐδὲν ὑγιὲς ἐν τοῖς ἔθνεσι δρῶντας. ὅτι γὰρ ἐπιεικὴς ἦν, ἱκανώτατα
 
διέδειξεν· τοῦ γὰρ Ἀκιλίου συντριβῆναι τὸν δίφρον αὐτοῦ, ἐφʼ οὗ ἐδίκαζε, κελεύσαντος ὅτι παριόντα ποτὲ αὐτὸν ἰδὼν οὐκ ἐξανέστη, οὔτʼ ὀργῇ ἐχρήσατο καὶ ὀρθοστάδην μετὰ τοῦτο καὶ αὐτὸς καὶ οἱ συνάρχοντες αὐτοῦ διʼ ἐκεῖνον διεδίκασαν.
 
Ἐσήνεγκε μὲν οὖν καὶ ὁ Ῥώσκιος νόμον, ἐσήνεγκε δὲ καὶ ὁ Γάιος ὁ o( inserted by Rk. Μάλλιος, ὅτε ἐδημάρχησεν. ἀλλʼ ἐκεῖνος μέν (τὰς γὰρ τῶν ἱππέων τὰς ἐν τοῖς θεάτροις ἕδρας ἀκριβῶς ἀπὸ τῶν ἄλλων
 
ἀφώρισε) καὶ ἔπαινον ἐπʼ αὐτῷ au)tw=| R. Steph., au)tw=n L. ἔλαβεν, ὁ δὲ δὴ Μάλλιος καὶ δίκην ὀλίγου ὑπέσχε· τῷ γὰρ ἔθνει τῷ τῶν ἀπελευθέρων ἔν τε τῇ ἐσχάτῃ τοῦ ἔτους ἡμέρᾳ καὶ πρὸς ἑσπέραν, παρασκευάσας τινὰς ἐκ τοῦ ὁμίλου, ψηφίσασθαι μετὰ τῶν ἐξελευθερωσάντων
 
σφᾶς ἔδωκεν. ἐπεὶ δὲ ἡ βουλὴ εὐθὺς τῇ ὑστεραίᾳ, ἐν αὐτῇ τῇ νουμηνίᾳ noumhni/a| Bk., noumhni/a| e)pu/qeto L. ἐν ᾗ e)n h(=| added by St. Λούκιός τε Τούλλιος καὶ Αἰμίλιος Λέπιδος ὑπατεύειν ἤρξαντο, τὸν νόμον αὐτοῦ ἀπεψηφίσατο, a)peyhfisato Leuncl., a)peyhfi/santo L. φοβηθείς, ἐπειδὴ τὸ πλῆθος δεινῶς ἠγανάκτει, τὰ μὲν πρῶτα ἔς τε τὸν Κράσσον καὶ ἐς ἄλλους τινὰς τὴν γνώμην
 
ἀνῆγεν, ὡς δʼ οὐδεὶς ἐπίστευέν οἱ, τὸν Πομπήιον καὶ ἀπόντα a)po/nta Madvig, a)/konta L. ἐκολάκευσεν, ἄλλως τε καὶ ὅτι τὸν Γαβίνιον πλεῖστον παρʼ αὐτῷ δυνάμενον ᾔσθετο· τόν τε γὰρ τοῦ Τιγράνου καὶ τὸν τοῦ Μιθριδάτου πόλεμον, τήν τε Βιθυνίαν καὶ τὴν Κιλικίαν ἅμα
 
ἀρχὴν a)rxh\n R. Steph., a)/rxein L. αὐτῷ προσέταξεν. ἀγανάκτησις μὲν γὰρ καὶ ἀντιλογία καὶ τότε παρὰ τῶν δυνατῶν, διά τε τἆλλα καὶ διότι ὅ τε Μάρκιος *ma/rkios R. Steph., ma/rkos L. καὶ ὁ Ἀκίλιος πρὶν pri\n R. Steph., w(s pri\n L. τὸν χρόνον σφίσι τῆς ἀρχῆς ἐξήκειν κατελύοντο,
 
ἐγένετο· ὁ δὲ ὅμιλος, καίτοι μικρὸν ἔμπροσθεν τοὺς ἄνδρας τοὺς καταστήσοντας τὰ ἑαλωκότα, ὡς καὶ διαπεπολεμηκὼς ἐξ ὧν σφίσιν ὁ Λούκουλλος ἐπεστάλκει, πέμψας, ὅμως ἐψηφίσατο αὐτά, ἐναγόντων σφᾶς ἐς τὰ μάλιστα τοῦ τε Καίσαρος καὶ τοῦ Κικέρωνος τοῦ Μάρκου.
 
οὗτοι ou(=toi Bk., ou(/tw L. γὰρ αὐτοῖς συνηγωνίσαντο οὐχ ὅτι καὶ συμφέρειν αὐτὰ τῇ πόλει ἐνόμιζον, οὐδʼ ὅτι τῷ Πομπηίῳ χαρίσασθαι ἤθελον· ἀλλʼ ἐπειδὴ καὶ ὣς γενήσεσθαι ἔμελλε, Καῖσαρ μὲν τόν τε ὄχλον ἅμα ἐθεράπευσεν ἅτε καὶ ὁρῶν ὅσῳ o(/sw| Bk., o(/sa L. τῆς βουλῆς
 
ἐπικρατέστεροι ἦσαν, καὶ ἑαυτῷ τό τι τῶν ὁμοίων ψηφισθῆναί ποτε παρεσκεύασε, κἀν τούτῳ καὶ τὸν Πομπήιον καὶ ἐπιφθονώτερον καὶ ἐπαχθέστερον ἐκ τῶν διδομένων οἱ ποιῆσαι, ὅπως σφίσι πρὸς κόρου θᾶσσον γένηται, ἠθέλησε, Κικέρων δὲ τήν τε πολιτείαν ἄγειν ἠξίου, καὶ ἐνεδείκνυτο καὶ τῷ πλήθει καὶ τοῖς δυνατοῖς ὅτι, ὁποτέροις ἄν σφων
 
πρόσθηται, πάντως αὐτοὺς ἐπαυξήσει. ἐπημφοτέριζέ τε γὰρ καὶ ποτὲ μὲν τὰ τούτων ἔστι δʼ ὅτε καὶ τὰ ἐκείνων, ἵνʼ i(/n' R. Steph., o(\n L. ὑπʼ ἀμφοτέρων σπουδάζηται, ἔπραττε. e)/pratte R. Steph., pra/ttein L. τοὺς γοῦν βελτίους πρότερον προαιρεῖσθαι λέγων, καὶ διὰ τοῦτο καὶ ἀγορανομῆσαι μᾶλλον ἢ δημαρχῆσαι ἐθελήσας, τότε πρὸς τοὺς
 
συρφετώδεις μετέστη. καὶ μετὰ τοῦτο δίκης τέ τινος τῷ Μαλλίῳ πρὸς τῶν δυνατῶν παρασκευασθείσης, καὶ ἐκείνου χρόνον τινὰ ἐμποιῆσαι αὐτῇ σπουδάζοντος, τά τε ἄλλα κατʼ αὐτοῦ ἔπραττε, καὶ μόλις αὐτόν (ἐστρατήγει γὰρ καὶ τὴν ἡγεμονίαν τοῦ δικαστηρίου εἶχεν) ἐς τὴν ὑστεραίαν ἀνεβάλετο, πρόφασιν ἐπʼ ἐξόδῳ τὸ ἔτος εἶναι ποιησάμενος.
 
κἀν τούτῳ δυσχεράναντος τοῦ ὁμίλου ἐσῆλθέ τε ἐς τὸν σύλλογον αὐτῶν, ἀναγκασθεὶς δῆθεν ὑπὸ τῶν δημάρχων, καὶ κατά τε τῆς βουλῆς κατέδραμε καὶ συναγορεύσειν τῷ Μαλλίῳ ὑπέσχετο. καὶ ὁ μὲν ἐκ τούτου τά τε ἄλλα κακῶς ἤκουε καὶ αὐτόμολος ὠνομάζετο, τάραχος δέ τις εὐθὺς ἐπιγενόμενος ἐκώλυσε τὸ δικαστήριον συναχθῆναι.
 
Πούπλιός τε γὰρ Παῖτος καὶ Κορνήλιος Σύλλας, ἀδελφιδοῦς ἐκείνου τοῦ πάνυ Σύλλου, ὕπατοί τε ἀποδειχθέντες καὶ δεκασμοῦ ἁλόντες ἐπεβούλευσαν τοὺς κατηγορήσαντάς σφων Κότταν τε καὶ Τορκουᾶτον Λουκίους, ἄλλως τε καὶ ἐπειδὴ αὐτοὶ
 
ἀνθῃρέθησαν, a)nqh|re/qhsan Xyl., a)nh|re/qhsan L. ἀποκτεῖναι. καὶ παρεσκευάσθησαν μὲν ἄλλοι τε καὶ Γναῖος Πίσων καὶ Λούκιος Κατιλίνας ἀνὴρ θρασύτατος (ᾐτήκει δὲ καὶ αὐτὸς τὴν ἀρχήν, καὶ διὰ τοῦτο ὀργὴν ἐποιεῖτο), οὐ μέντοι καὶ ἠδυνήθησάν τι δρᾶσαι διὰ τὸ τήν τε ἐπιβουλὴν προμηνυθῆναι καὶ φρουρὰν τῷ τε Κόττᾳ καὶ τῷ Τορκουάτῳ παρὰ τῆς βουλῆς
 
δοθῆναι· δόγμα τι κατʼ αὐτῶν γενέσθαι, εἰ μὴ δήμαρχός τις ἠναντιώθη. ἐπεὶ δʼ οὗν καὶ ὣς ὁ Πίσων ἐθρασύνετο, ἐφοβήθη τε ἡ γερουσία μή τι συνταράξῃ, καὶ εὐθὺς αὐτὸν ἐς Ἰβηρίαν, πρόφασιν ὡς καὶ ἐπʼ ἀρχήν τινα, ἔπεμψε. καὶ ὁ μὲν ἐνταῦθα ὑπὸ τῶν ἐπιχωρίων, ἀδικήσας
 
τι αὐτούς, ἐσφάγη· Πομπήιος δὲ τὸ μὲν πρῶτον ὡς καὶ ἐπὶ τὴν Κρήτην τόν τε Μέτελλον πλευσούμενος ἡτοιμάζετο, μαθὼν δὲ τὰ δεδογμένα προσεποιεῖτο μὲν ἄχθεσθαι ὡς καὶ πρότερον, καὶ τοῖς ἀντιστασιώταις ὡς καὶ πράγματα ἀεί ποτε αὐτῷ, τοῦ tou= Rk., to\ L. καὶ πταῖσαί τι, παρέχουσιν ἐπεκάλει,
 
ἀσμεναίτατα δὲ αὐτὰ ἀναδεξάμενος Κρήτην μὲν καὶ kai\ Rk., h)\ L. τἆλλα τὰ ἐν τῇ θαλάσσῃ, εἴ πού τι ἀδιοίκητον κατελέλειπτο, παρʼ οὐδὲν ἔτʼ ἤγαγε, πρὸς δὲ δὴ τὸν τῶν βαρβάρων πόλεμον παρεσκευάζετο. κἀν τούτῳ βουληθεὶς τῆς τοῦ Μιθριδάτου διανοίας πειρᾶσθαι, πέμπει τὸν Μητροφάνη
 
φιλίους fili/ous St., fi/lous L. αὐτῷ λόγους φέροντα. καὶ ὃς τότε μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἐποιήσατο (τοῦ γὰρ Ἀρσάκου τοῦ τῶν Πάρθων βασιλέως ἀποθανόντος ἐν τῷ χρόνῳ τούτῳ Φραάτην τὸν διάδοχον αὐτοῦ προσεδόκησεν οἰκειώσεσθαι), ἐπεὶ δʼ ὁ Πομπήιος τὴν φιλίαν τῷ Φραάτῃ διὰ ταχέων ἐπὶ τοῖς αὐτοῖς προσυνέθετο καὶ ἐς τὴν Ἀρμενίαν αὐτὸν τὴν τοῦ Τιγράνου προεμβαλεῖν ἀνέπεισε, πυθόμενος τοῦτο κατέδεισε, καὶ πρεσβευσάμενος εὐθὺς
 
σύμβασιν ἔπραττε. κελεύσαντος δὲ de\ Bk., te LUG. αὐτῷ τοῦ Πομπηίου τά τε ὅπλα καταθέσθαι καὶ τοὺς αὐτομόλους ἐκδοῦναι οὐκ ἔσχε καιρὸν βουλεύσασθαι· ἀκούσαντες γὰρ ταῦτα οἱ ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντες, καὶ φοβηθέντες οἵ τε αὐτόμολοι (πολλοὶ δὲ ἦσαν) μὴ ἐκδοθῶσι, καὶ οἱ βάρβαροι μὴ ἄνευ ἐκείνων πολεμεῖν ἀναγκασθῶσιν, ἐθορύβησαν. e)qoru/bhsan v. Hers., e)qorubh/qhsan LUG.
 
κἂν ἐξειργάσαντό τι τὸν Μιθριδάτην, εἰ μὴ ψευσάμενος ὅτι οὐκ ἐπὶ σπονδαῖς ἀλλʼ ἐπὶ κατασκοπῇ τῆς τῶν Ῥωμαίων παρασκευῆς τοὺς πρέσβεις ἔπεμψε, μόλις αὐτοὺς κατέσχεν.
 
ὁ οὖν Πομπήιος ἐπειδὴ πολεμητέα οἱ ἔγνω εἶναι, τά τε ἄλλα παρεσκευάσατο καὶ τοὺς Οὐαλεριείους προσκατελέξατο. καὶ αὐτῷ ἐν τῇ Γαλατίᾳ ἤδη ὄντι ὁ Λούκουλλος ἀπαντήσας διαπεπολεμῆσθαί τε πάντα ἔφη καὶ μηδὲν ἔτι στρατείας δεῖσθαι, καὶ διὰ τοῦτο καὶ τοὺς ἄνδρας τοὺς ὑπὸ τῆς βουλῆς πρὸς τὴν διοίκησιν αὐτῶν
 
πεμφθέντας ἤδη παρεῖναι. ὡς δʼ οὐκ ἐπείσθη ἐπαναχωρῆσαι, πρὸς λοιδορίας ἐτράπετο, τά τε ἄλλα καὶ πολυπράγμονα καὶ φιλοπόλεμον καὶ φιλαρχοῦντα αὐτὸν ἀποκαλῶν. ὁ οὖν Πομπήιος βραχὺ αὐτοῦ φροντίσας ἀπεῖπε μηδένα ἔτʼ αὐτῷ πειθαρχῆσαι, καὶ ἐπὶ τὸν Μιθριδάτην ἠπείχθη, σπουδὴν ἔχων ὅτι τάχιστά οἱ συμμῖξαι.
 
καὶ ὃς τέως μὲν ἔφευγε (ταῖς γὰρ δυνάμεσιν ἠλαττοῦτο) καὶ τήν τε ἐν ποσὶν ἀεὶ ἔκειρε, καὶ ἐπλάνα τε αὐτὸν au)to\n Xyl., e(auto\n L. ἅμα καὶ ἐπιδεῖσθαι τῶν ἐπιτηδείων ἐποίει· ἐπεὶ δὲ ἐκεῖνος ἐς τὴν Ἀρμενίαν διά τε τοῦτο καὶ ὡς ἐρήμην αὐτὴν αἱρήσων ἐνέβαλεν,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme