Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

49.1 ἐγένετο δὲ ἡ μάχη τοιάδε. πρῶτον μὲν οἱ σαλπικταὶ πάντες ἅμα τὸ πολεμικὸν ἀπὸ συνθήματος ἐβόησαν, ἔπειτα δὲ οἵ τε στρατιῶται καὶ ὁ λοιπὸς ὄχλος πᾶς ἐπηλάλαξε, καὶ οἱ μὲν τὰ δόρατα πρὸς τὰς ἀσπίδας, οἱ δὲ καὶ λίθους πρὸς
49.2 τὰ χαλκᾶ σκεύη προσεπέκρουσαν. καί σφων τὴν ἠχὴν τὰ ὄρη ἔγκοιλα ὄντα καὶ ὑπεδέξατο καὶ ἀνταπέδωκε φρικωδεστάτην, ὥστε τοὺς βαρβάρους ἐξαπιναίως ἔν τε τῇ νυκτὶ καὶ ἐν τῇ ἐρημίᾳ αὐτῶν ἀκούσαντας δεινῶς ἐκπλαγῆναι ὡς καὶ
49.3 δαιμονίῳ τινὶ πάθει περιπεπτωκότας. κἀν τούτῳ οἱ Ῥωμαῖοι πανταχόθεν ἀπὸ τῶν μετεώρων λίθοις τοξεύμασιν ἀκοντίοις βάλλοντες πάντως γέ τινας ὑπὸ τοῦ πλήθους αὐτῶν ἐτίτρωσκον καὶ ἐς πᾶν κακοῦ σφας κατέστησαν· οὔτε γὰρ ἐς παράταξιν ἀλλʼ ἐς πορείαν ἐσταλμένοι, καὶ ἐν ταὐτῷ τοῖς τε ἵπποις καὶ ταῖς καμήλοις καὶ παντοδαποῖς σκεύεσι skeu/esi Naber, ou)=si L. καὶ οἱ ἄνδρες καὶ αἱ γυναῖκες ἀναστρεφόμενοι,
49.4 καὶ οἱ μὲν ἐπὶ κελήτων, οἱ δὲ ἐφʼ ἁρμάτων τῶν τε καμαρῶν καὶ τῶν ἁρμαμαξῶν ἀναμὶξ ὀχούμενοι, καὶ οἱ μὲν ἤδη τιτρωσκόμενοι, οἱ δὲ προσδεχόμενοι τρωθήσεσθαι, ἐταράσσοντο, κἀκ τούτου ῥᾷον, ἅτε καὶ ἀλλήλοις ἐμπελαζόμενοι, ἐφθείροντο.
49.5 καὶ ταῦτα μέν, ἕως ἄπωθεν ἐβάλλοντο, ἔπασχον· ἐπεὶ δὲ ἐξαναλώσαντες οἱ Ῥωμαῖοι τὴν πόρρωθεν ἀλκὴν ἐπικατέδραμόν e)pikate/dramon Leuncl., e)/peita kate/dramon L. σφισιν, ἐφονεύετο μὲν τὰ περιέσχατα (καὶ ἐξήρκει πρὸς τὸν θάνατον αὐτοῖς μία πληγὴ ἅτε καὶ ψιλοῖς οὖσι τοῖς πλείοσι), συνεπιέζετο δὲ τὰ μέσα, πάντων ἐπʼ αὐτὰ e)p' au)ta\ Leuncl., u(p' au)ta\ L. ὑπὸ τοῦ πέριξ δέους χωρούντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme