Book 36
48.1
ὁ οὖν Μιθριδάτης, ἐπειδὴ ταῦτά τε ἀσφαλῶς ἐπορίζετο, καὶ τὴν Ἀναῖτιν *)anai+=tin Fabr., mana/itin L (tanai+/tidi ch. 53, 5). χώραν τῆς τε Ἀρμενίας οὖσαν καὶ θεῷ τινι ἐπωνύμῳ ἀνακειμένην
48.2
διά τινων ἐχειρώσατο, κἀκ τούτου καὶ ἄλλοι συχνοὶ πρὸς αὐτὸν ἀπέκλινον, καὶ αὐτῷ καὶ οἱ τοῦ Μαρκίου στρατιῶται προσεγένοντο, ἐφοβήθη καὶ οὐκέτι κατὰ χώραν ἔμεινεν, ἀλλʼ αὐτίκα τε τῆς νυκτὸς ἄρας ἔλαθε, καὶ μετὰ ταῦτα νυκτοπορῶν
48.3
ἐς τὴν τοῦ Τιγάνου Ἀρμενίαν προῄει. καί οἱ ὁ Πομπήιος ἐπηκολούθει μὲν ἐπιθυμῶν διὰ μάχης ἐλθεῖν, οὐ μέντοι καὶ πρότερον οὔτε μεθʼ ἡμέραν (οὐ γὰρ ἐξῄεσαν ἐκ τοῦ στρατοπέδου) οὔτε νύκτωρ ἐτόλμησε τοῦτο ποιῆσαι (τὴν γὰρ ἀγνωσίαν τῶν χωρίων ἐδεδίει) πρίν σφας πρὸς τῇ μεθορίᾳ γενέσθαι· τότε γὰρ εἰδὼς αὐτοὺς διαφεύγειν μέλλοντας ἠναγκάσθη νυκτομαχῆσαι.
48.4
γνοὺς οὖν τοῦτο προαπῆρε, μεσημβριάζοντας τοὺς βαρβάρους λαθών, ᾗ πορεύεσθαι ἔμελλον· καὶ ἐντυχών τινι χωρίῳ κοίλῳ μεταξὺ γηλόφων τινῶν ὄντι, ἐνταῦθα τό τε στράτευμα ἐπὶ τὰ μετέωρα
48.5
ἀνεβίβασε καὶ τοὺς πολεμίους ὑπέμεινεν. ἐπειδή τε ἐκεῖνοι μετά τε ἀδείας καὶ ἄνευ προφυλακῆς, ἅτε μήτε mh/te Bk., mhde\ L. ἔμπροσθε δεινόν τι πεπονθότες καὶ τότε ἐς τὸ ἀσφαλὲς ἤδη προχωροῦντες ὥστε μηδὲ ἐφέψεσθαί σφισιν ἔτι τοὺς Ῥωμαίους ἐλπίζειν, ἐς τὸ κοῖλον ἐσῆλθον, ἐπέθετο αὐτοῖς ἐν τῷ σκότῳ· οὔτε γὰρ ἄλλο τι φῶς εἶχον οὔτε ἐκ τοῦ οὐρανοῦ τι ἔλαμπεν.