Thesauros Literature History Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55)

Ῥωμαϊκὴ Ἱστορία (Books 36-55) Cassius Dio Cocceianus

Book 36

45.3 φιλίους fili/ous St., fi/lous L. αὐτῷ λόγους φέροντα. καὶ ὃς τότε μὲν ἐν ὀλιγωρίᾳ αὐτὸν ἐποιήσατο (τοῦ γὰρ Ἀρσάκου τοῦ τῶν Πάρθων βασιλέως ἀποθανόντος ἐν τῷ χρόνῳ τούτῳ Φραάτην τὸν διάδοχον αὐτοῦ προσεδόκησεν οἰκειώσεσθαι), ἐπεὶ δʼ ὁ Πομπήιος τὴν φιλίαν τῷ Φραάτῃ διὰ ταχέων ἐπὶ τοῖς αὐτοῖς προσυνέθετο καὶ ἐς τὴν Ἀρμενίαν αὐτὸν τὴν τοῦ Τιγράνου προεμβαλεῖν ἀνέπεισε, πυθόμενος τοῦτο κατέδεισε, καὶ πρεσβευσάμενος εὐθὺς
45.4 σύμβασιν ἔπραττε. κελεύσαντος δὲ de\ Bk., te LUG. αὐτῷ τοῦ Πομπηίου τά τε ὅπλα καταθέσθαι καὶ τοὺς αὐτομόλους ἐκδοῦναι οὐκ ἔσχε καιρὸν βουλεύσασθαι· ἀκούσαντες γὰρ ταῦτα οἱ ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντες, καὶ φοβηθέντες οἵ τε αὐτόμολοι (πολλοὶ δὲ ἦσαν) μὴ ἐκδοθῶσι, καὶ οἱ βάρβαροι μὴ ἄνευ ἐκείνων πολεμεῖν ἀναγκασθῶσιν, ἐθορύβησαν. e)qoru/bhsan v. Hers., e)qorubh/qhsan LUG.
45.5 κἂν ἐξειργάσαντό τι τὸν Μιθριδάτην, εἰ μὴ ψευσάμενος ὅτι οὐκ ἐπὶ σπονδαῖς ἀλλʼ ἐπὶ κατασκοπῇ τῆς τῶν Ῥωμαίων παρασκευῆς τοὺς πρέσβεις ἔπεμψε, μόλις αὐτοὺς κατέσχεν.
46.1 ὁ οὖν Πομπήιος ἐπειδὴ πολεμητέα οἱ ἔγνω εἶναι, τά τε ἄλλα παρεσκευάσατο καὶ τοὺς Οὐαλεριείους προσκατελέξατο. καὶ αὐτῷ ἐν τῇ Γαλατίᾳ ἤδη ὄντι ὁ Λούκουλλος ἀπαντήσας διαπεπολεμῆσθαί τε πάντα ἔφη καὶ μηδὲν ἔτι στρατείας δεῖσθαι, καὶ διὰ τοῦτο καὶ τοὺς ἄνδρας τοὺς ὑπὸ τῆς βουλῆς πρὸς τὴν διοίκησιν αὐτῶν

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme