Thesauros Literature History Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον

Ἐπιστολὴ πρὸς Πομπήιον Dionysius of Halicarnassus
 
χαίρειν
 
ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν ᾗ γράφεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμάζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατακεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς· ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς.
 
εἰ γάρ τις ἄλλος ἐκπλήττεται ταῖς Πλατωνικαῖς ἑρμηνείαις, εὖ ἴσθι νῦν, κἀγὼ τούτων εἷς εἰμι. ὃ δὲ πέπονθα πρὸς ἅπαντας, ὅσοι τὰς αὑτῶν ἐπινοίας εἰς τὴν κοινὴν φέρουσιν ὠφέλειαν ἐπανορθοῦντες ἡμῶν βίους τε καὶ λόγους, ἐρῶ σοι, καὶ πείσω γε νὴ Δία, πιστεύων καινὸν οὐδὲν ἐρεῖν οὐδὲ παράδοξον οὐδʼ ὃ μὴ πᾶσιν ὁμοίως δοκεῖ.
 
ἐγὼ οὖν νομίζω δεῖν, ὅταν μὲν ἔπαινον προέληται γράφειν τις πράγματος εἴτε σώματος ὁποίου γέ τινος, τὰς ἀρετὰς αὐτοῦ καὶ οὐ τἀτυχήματα, εἴ τινα πρόσεστι, τῷ πράγματι ἢ τῷ σώματι δεῖν προφέρειν· ὅταν δὲ βουληθῇ διαγνῶναι, τί τὸ κράτιστον ἐν ὅτῳ δή ποτε βίῳ καὶ τί τὸ βέλτιστον τῶν ὑπὸ ταὐτὸ γένος ἔργων, τὴν ἀκριβεστάτην ἐξέτασιν προσφέρειν καὶ μηδὲν παραλείπειν τῶν προσόντων αὐτοῖς εἴτε κακῶν εἴτε ἀγαθῶν· ἡ γὰρ ἀλήθεια οὕτως εὑρίσκεται μάλιστα, ἧς οὐδὲν χρῆμα τιμιώτερον.
 
τοῦτο δὴ προθέμενος ἐκεῖνο λέγω· εἰ μὲν ἔστι μοι κατὰ Πλάτωνος λόγος τις καταδρομὴν περιέχων τοῦ ἀνδρὸς ὥςπερ Ζωΐλῳ τῷ ῥήτορι, ἀσεβεῖν ὁμολογῶ· καὶ εἴ γε βουληθεὶς ἐγκώμιον αὐτοῦ γράφειν ψόγους τινὰς συγκαταπλέκω τοῖς ἐπαίνοις, ἀδικεῖν φημι καὶ παρεκβαίνειν τοὺς καθεστῶτας ἡμῖν ἐπὶ τοῖς ἐπαίνοις νόμους· οὐ γὰρ ὅτι διαβολὰς οἴομαι δεῖν γράφειν ἐν αὐτοῖς, ἀλλʼ οὐδʼ ἀπολογίας.
 
εἰ δὲ χαρακτῆρας λόγου προελόμενος σκοπεῖν καὶ τοὺς πρωτεύοντας ἐν αὐτοῖς φιλοσόφους τε καὶ ῥήτορας ἐξετάζειν τρεῖς μὲν ἐξ ἁπάντων ἐξελεξάμην τοὺς δοκοῦντας εἶναι λαμπροτάτους, Ἰσοκράτην τε καὶ Πλάτωνα καὶ Δημοσθένη, ἐκ δὲ τούτων αὐτῶν πάλιν προέκρινα Δημοσθένη, οὐδὲν ᾤμην οὔτε Πλάτωνα οὔτε Ἰσοκράτην ἀδικεῖν.
 
νὴ Δία, φῄς, ἀλλʼ οὐκ ἔδει σε τὰ Πλάτωνος ἁμαρτήματα ἐξελέγχειν, βουλόμενον ἐπαινεῖν Δημοσθένη. ἔπειτα πῶς ἄν μοι τὴν ἀκριβεστάτην βάσανον ὁ λόγος ἔλαβεν, εἰ μὴ τοὺς ἀρίστους λόγους τῶν Ἰσοκράτους τε καὶ Πλάτωνος τοῖς κρατίστοις τῶν Δημοσθένους ἀντιπαρέθηκα καὶ καθʼ ὃ μέρος ἥττους οἱ τούτων λόγοι εἰσὶ τῶν ἐκείνου, μετὰ πάσης ἀληθείας ἐπέδειξα, οὐχ ἅπαντα τοῖς ἀνδράσιν ἐκείνοις ἡμαρτῆσθαι λέγων (μανίας γὰρ τοῦτο) γἐ, ἀλλʼ οὐδʼ ἅπαντα ἐπίσης κατωρθῶσθαι.
 
εἰ δὲ τοῦτʼ οὐκ ἐποίουν, ἐπῄνουν δὲ Δημοσθένη πάσας διεξιὼν αὐτοῦ τὰς ἀρετάς, ὡς μὲν ἀγαθὸς ὁ ῥήτωρ, ἔπεισα πάντως ἂν τοὺς ἀναγνωσομένους· ὡς δὲ καὶ κράτιστος πάντων τῶν πρωτευσάντων περὶ λόγους, οὐκ ἂν ἔπεισα μὴ παρατιθεὶς αὐτῷ τοὺς ἀρίστους· πολλὰ γὰρ τῶν καθʼ αὑτὰ φαινομένων καλῶν καὶ θαυμαστῶν ἑτέροις ἀντιπαρατεθέντα κρείττοσιν ἐλάττω τῆς δόξης ἐφάνη. οὕτω γέ τοι καὶ χρυσὸς ἑτέρῳ χρυσῷ παρατεθεὶς κρείττων εἴτε καὶ χείρων εὑρίσκεται καὶ πᾶν ἄλλο χειρούργημα, καὶ ὅσων ἐνέργεια τὸ τέλος.
 
εἰ δὲ ἀχάριστον ὑπολήψεταί τις ἐν τοῖς πολιτικοῖς λόγοις τὴν ἐκ τῆς συγκρίσεως ἐξέτασιν καὶ καθʼ ἑαυτὸν ἕκαστον ἀξιώσει σκοπεῖν, οὐδὲν κωλύσει τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν, καὶ μήτε ποίησιν ἀντεξετάζειν ἑτέρᾳ ποιήσει μήθʼ ἱστορικὴν σύνταξιν ἑτέρᾳ συντάξει μήτε πολιτείαν πολιτείᾳ μήτε νόμον νόμῳ, μὴ στρατηγὸν στρατηγῷ, μὴ βασιλεῖ βασιλέα, μὴ βίῳ βίον, μὴ δόγματι δόγμα· τοῦτο δʼ οὐκ ἄν τις συγχωρήσειε νοῦν ἔχων.
 
εἰ δὲ δεῖ καὶ τὰς ἐκ τῶν μαρτυριῶν παρασχέσθαι σοι πίστεις, ἐξ ὧν μᾶλλόν σοι γενήσεται καταφανές, ὅτι κράτιστος ἐλέγχου τρόπος ὁ κατὰ σύγκρισιν γιγνόμενος, ἀφεὶς τοὺς ἄλλους αὐτῷ χρήσομαι μάρτυρι Πλάτωνι.
 
βουληθεὶς γὰρ ὁ ἀνὴρ ἐπιδείξασθαι τὴν αὑτοῦ δύναμιν ἣν εἶχεν ἐν τοῖς πολιτικοῖς λόγοις, οὐκ ἠρκέσθη ταῖς ἄλλαις γραφαῖς, ἀλλὰ καὶ κρατίστου τῶν τότε ῥητόρων ἕτερον αὐτὸς ἐν τῷ Φαίδρῳ συνετάξατο λόγον ἐρωτικὸν εἰς τὴν αὐτὴν ὑπόθεσιν· καὶ οὐδὲ ἄχρι τούτου προελθὼν ἐπαύσατο καταλιπὼν ἐπὶ τοῖς ἀναγνωσομένοις τὴν διάγνωσιν, πότερός ἐστι κρείττων λόγος, ἀλλὰ καὶ τῶν ἁμαρτημάτων ἥψατο τῶν Λυσιείων, τὰς μὲν λεκτικὰς μαρτυρῶν τῷ ἀνδρὶ ἀρετάς, τῶν δὲ πραγματικῶν ἐπιλαμβανόμενος.
 
ὁπότε οὖν Πλάτων τὸ φορτικώτατον καὶ ἐπαχθέστατον τῶν ἔργων προελόμενος, αὑτὸν ἐπαινεῖν κατὰ τὴν δύναμιν τῶν λόγων, οὐδὲν ᾤετο ποιεῖν κατηγορίας ἄξιον, εἰ παρὰ τὸν ἄριστον τῶν τότε ῥητόρων τοὺς ἰδίους ἐξετάζειν ἠξίου λόγους ἐπιδεικνύμενος Λυσίαν τε ἐν οἷς ἡμάρτηκεν καὶ ἑαυτὸν ἐν οἷς κατώρθωκε, τί θαυμαστὸν ἐποίουν ἐγὼ τοῖς Δημοσθένους λόγοις συγκρίνων τοὺς Πλάτωνος καὶ εἴ τι μὴ καλῶς ἐν αὐτοῖς ἔχειν ᾤμην, ἐπιλογιζόμενος;
 
ἐῶ γὰρ τὰς ἄλλας αὐτοῦ γραφὰς παραφέρειν, ἐν αἷς κωμῳδεῖ τοὺς πρὸ ἑαυτοῦ, Παρμενίδην τε καὶ Ἱππίαν καὶ Πρωταγόραν καὶ Πρόδικον καὶ Γοργίαν καὶ Πῶλον καὶ Θεόδωρον καὶ Θρασύμαχον καὶ ἄλλους συχνούς, οὐκ ἀπὸ τοῦ βελτίστου πάντα περὶ αὐτῶν γράφων ἀλλʼ εἰ βούλει, καὶ ἀπὸ φιλοτιμίας·
 
ἦν γάρ, ἦν ἐν τῇ Πλάτωνος φύσει πολλὰς ἀρετὰς ἐχούσῃ τὸ φιλότιμον. ἐδήλωσε δὲ τοῦτο μάλιστα διὰ τῆς πρὸς Ὅμηρον ζηλοτυπίας, ὃν ἐκ τῆς κατασκευαζομένης ὑπʼ αὐτοῦ πολιτείας ἐκβάλλει στεφανώσας καὶ μύρῳ χρίσας, ὡς δὴ τούτων αὐτῷ δέον ἐκβαλλομένῳ, διʼ ὃν ἥ τε ἄλλη παιδεία πᾶσα παρῆλθεν εἰς τὸν βίον καὶ τελευτῶσα φιλοσοφία.
 
ἀλλὰ θῶμεν ἀπὸ τοῦ βελτίστου διʼ αὐτὴν τὴν ἀλήθειαν πάντα λέγειν ἀληθῆ Πλάτωνα· τί οὖν ἄτοπον ἐποιοῦμεν αὐτοὶ τοῖς ἐκείνου νόμοις χρώμενοι καὶ ἀντιπαρεξετάζειν αὐτῷ τοὺς τῶν ἐπακμασάντων λόγους βουλόμενοι;
 
ἔπειτʼ οὐ μόνος οὐδὲ πρῶτος ἐγὼ φανήσομαι περὶ Πλάτωνος ἐπιχειρήσας τι λέγειν. οὐδʼ ἄν τις ἔχοι κατʼ αὐτὸ τοῦτο μέμψασθαί με τὸ μέρος, ὅτι τὸν ἐπιφανέστατον τῶν φιλοσόφων κ αὶ πλείοσιν ἢ δώδεκα γενεαῖς ἐμαυτοῦ πρεσβύτερον ἐξετάζειν ἐπεβαλόμην ὡς δὴ διὰ τοῦτο δόξης τινὸς τευξόμενος.
 
πολλοὶ γὰρ εὑρεθήσονται πρὸ ἐμοῦ τοῦτο πεποιηκότες, οἳ μὲν κατὰ τὸν ἐκείνου γενόμενοι χρόνον, οἳ δὲ λίαν ὕστερον ἐπακμάσαντες. καὶ γὰρ τὰ δόγματα διέβαλον αὐτοῦ τινες καὶ τοὺς λόγους ἐμέμψαντο πρῶτον μὲν ὁ γνησιώτατος αὐτοῦ μαθητὴς Ἀριστοτέλης, ἔπειτα οἱ περὶ Κηφισόδωρόν τε καὶ Θεόπομπον καὶ Ζωΐλον καὶ Ἱπποδάμαντα καὶ Δημήτριον καὶ ἄλλοι συχνοί, οὐ διὰ φθόνον ἢ διὰ φιλαπεχθημοσύνην κωμῳδοῦντες ἀλλὰ τὴν ἀλήθειαν ἐξετάζοντες.
 
τοσούτοις δὴ καὶ τηλικούτοις ἀνδράσι παραδείγμασι χρώμενος καὶ παρὰ πάντας τῷ μεγίστῳ Πλάτωνι οὐδὲν ἡγούμην τῆς φιλοσόφου ῥητορικῆς ποιεῖν ἀλλότριον ἀγαθοὺς ἀγαθοῖς ἀντεξετάζων. περὶ μὲν οὖν τῆς προαιρέσεως, ἣν ἔσχον ἐν τῇ συγκρίσει τῶν χαρακτήρων, ἱκανῶς ἀπολελόγημαι καὶ σοί, Γεμῖνε φίλτατε.
 
λοιπὸν δʼ ἐστί μοι καὶ περὶ αὐτῶν ὧν εἴρηκα λόγων περὶ τἀνδρὸς ἐν τῇ περὶ τῶν Ἀττικῶν πραγματείᾳ ῥητόρων εἰπεῖν. θήσω δὲ αὐταῖς λέξεσιν, ὡς ἐκεῖ
 
γέγραφα· ἡ δὲ δὴ Πλατωνικὴ διάλεκτος βούλεται μὲν εἶναι καὶ αὐτὴ μῖγμα ἑκατέρου τῶν χαρακτήρων, τοῦ τε ὑψηλοῦ καὶ ἰσχνοῦ, καθάπερ εἴρηταί μοι πρότερον· πέφυκε δὲ οὐχ ὁμοίως πρὸς ἀμφοτέρους τοὺς χαρακτῆρας εὐτυχής.
 
ὅταν μὲν οὖν τὴν ἰσχνὴν καὶ ἀφελῆ καὶ ἀποίητον ἐπιτηδεύῃ φράσιν, ἐκτόπως ἡδεῖά ἐστι καὶ φιλάνθρωπος. καθαρά τε γὰρ ἀποχρώντως γίνεται καὶ διαυγής, ὥςπερ τὰ διαφανέστατα τῶν ναμάτων, ἀκριβής τε καὶ λεπτὴ παρʼ ἥντινʼ οὖν ἑτέραν τῶν τὴν αὐτὴν διάλεκτον εἰργασμένων,
 
τήν τε κοινότητα διώκει τῶν ὀνομάτων καὶ τὴν σαφήνειαν ἀσκεῖ πάσης ὑπεριδοῦσα κατασκευῆς ἐπιθέτου· ὅ τε πίνος ὁ τῆς ἀρχαιότητος ἠρέμα αὐτῇ καὶ λεληθότως ἐπιτρέχει ἱλαρόν τέ τι καὶ τεθηλὸς καὶ μεστὸν ὥρας ἄνθος ἀναδίδωσι, καὶ ὥςπερ ἀπὸ τῶν εὐωδεστάτων λειμώνων αὖρά τις ἡδεῖα ἐξ αὐτῆς φέρεται, καὶ οὔτε τὸ λιγυρὸν ἔοικεν ἐμφαίνειν λάλον οὔτε τὸ κομψὸν θεατρικόν.
 
ὅταν δʼ εἰς τὴν περιττολογίαν καὶ τὸ καλλιεπεῖν, ὃ πολλάκις εἴωθε ποιεῖν, ἄμετρον ὁρμὴν λάβῃ, πολλῷ χείρων ἑαυτῆς γίγνεται· καὶ γὰρ ἀηδεστέρα καὶ κάκιον ἑλληνίζουσα καὶ παχυτέρα φαίνεται· μελαίνει τε τὸ σαφὲς καὶ ζόφῳ ποιεῖ παραπλήσιον, ἕλκει τε μακρὸν ἀποτείνουσα τὸν νοῦν, συστρέψαι δὲ δέον ἐν ὀλίγοις ὀνόμασιν ἐκχεῖται εἰς ἀπειροκάλους περιφράσεις, πλοῦτον ὀνομάτων ἐπιδεικνυμένη, ὑπεριδοῦσα δὲ τῶν κυρίων ὀνομάτων κἀν τῇ κοινῇ χρήσει κειμένων τὰ πεποιημένα ζητεῖ καὶ ξένα καὶ ἀρχαιοπρεπῆ.
 
μάλιστα δὲ χειμάζεται περὶ τὴν τροπικὴν φράσιν· πολλὴ μὲν γὰρ ἐν τοῖς ἐπιθέτοις, ἄκαιρος δʼ ἐν ταῖς μετωνυμίαις, σκληρὰ δὲ καὶ οὐ σῴζουσα τὴν ἀναλογίαν ἐν ταῖς μεταφοραῖς γίγνεται, ἀλληγορίας τε περιβάλλεται μακρὰς καὶ πολλὰς οὔτε μέτρον ἐχούσας οὔτε καιρόν, σχήμασί τε ποιητικοῖς ἐσχάτην προσβάλλουσιν ἀηδίαν, καὶ μάλιστα τοῖς Γοργιείοις ἀκαίρως καὶ μειρακιωδῶς ἐναβρύνεται· καὶ πολὺς ὁ τελέτης ἐστὶν ἐν τοῖς τοιούτοις παρʼ αὐτῷ, ὡς καὶ Δημήτριος ὁ Φαληρεὺς εἴρηκέ που καὶ ἄλλοι συχνοί· οὐ γὰρ ἐμὸς ὁ μῦθος.
 
μηδεὶς δέ με ταῦτα ἡγείσθω λέγειν ἁπάσης καταγινώσκοντα τῆς ἐγκατασκεύου καὶ ἐξηλλαγμένης λέξεως ᾗ κέχρηται Πλάτων (μὴ γὰρ οὕτω σκαιὸς γενοίμην ὥςτε ταύτην τὴν δόξαν περὶ ἀνδρὸς τηλικούτου λαβεῖν), ἐπεὶ πολλὰ καὶ περὶ πολλῶν οἶδα μεγάλα καὶ θαυμαστὰ καὶ ἀπὸ τῆς ἄκρας δυνάμεως ἐξενηνεγμένα ὑπʼ αὐτοῦ· ἀλλʼ ἐκεῖνο ἐνδείξασθαι βουλόμενον, ὅτι τὰ τοιαῦτα ἁμαρτήματα ἐν ταῖς κατασκευαῖς εἴωθεν ἁμαρτάνειν, καὶ χείρων μὲν αὐτὸς αὑτοῦ γίνεται, ὅταν τὸ μέγα διώκῃ καὶ περιττὸν ἐν τῇ φράσει, μακρῷ δέ τινι ἀμείνων, ὅταν τὴν ἰσχνὴν καὶ ἀκριβῆ καὶ δοκοῦσαν μὲν ἀποίητον εἶναι κατεσκευασμένην δὲ ἀμωμήτῳ καὶ ἀφελεῖ κατασκευῇ διάλεκτον εἰσφέρῃ· ἢ γὰρ οὐδὲν ἁμαρτάνει ἢ κομιδῇ βραχύ τι καὶ οὐκ ἄξιον κατηγορίας.
 
ἐγὼ δὲ ἠξίουν τηλικοῦτον ἄνδρα πεφυλάχθαι πᾶσαν ἐπιτίμησιν. ταὐτὰ γὰρ οἵ τε κατʼ αὐτὸν γενόμενοι πάντες ἐπιτιμῶσιν, ὧν τὰ ὀνόματα οὐδὲν δεῖ με λέγειν, καὶ αὐτὸς ἑαυτῷ (τοῦτο γὰρ τὸ λαμπρότατον)· ᾔσθετο γὰρ τῆς ἰδίας ἀπειροκαλίας καὶ ὄνομα ἔθετʼ αὐτῇ τὸ διθύραμβον· ὃ νῦν ἂν ᾐδέσθην ἐγὼ λέγειν ἀληθὲς ὄν. τοῦτο δὲ παθεῖν ἔοικεν, ὡς ἐγὼ νομίζω, τραφεὶς μὲν ἐν τοῖς Σωκρατικοῖς λόγοις ἰσχνοτάτοις οὖσι καὶ ἀκριβεστάτοις, οὐ μείνας δʼ ἐν αὐτοῖς ἀλλὰ τῆς Γοργίου καὶ Θουκυδίδου κατασκευῆς ἐρασθείς· ὥςτʼ οὐδὲν ἔξω τοῦ εἰκότος ἔμελλεν πείσεσθαι σπάσας τινὰ καὶ τῶν ἁμαρτημάτων ἅμα τοῖς ἀγαθοῖς, ὧν ἔχουσιν οἱ τῶν ἀνδρῶν ἐκείνων χαρακτῆρες.
 
παραδείγματα δὲ τῆς ἰσχνῆς καὶ τῆς ὑψηλῆς λέξεως ἐξ ἑνὸς βυβλίου τῶν πάνυ περιβοήτων παραθήσομαι,
 
ἐν ᾧ τοὺς ἐρωτικοὺς ὁ Σωκράτης διατέθειται λόγους πρὸς ἕνα τῶν γνωρίμων Φαῖδρον, ἀφʼ οὗ τὴν ἐπιγραφὴν εἴληφε τὸ βυβλίον
 
ἐν γὰρ τούτοις τὸ μὲν πραγματικὸν οὐδαμῇ μέμφομαι τοῦ ἀνδρός, τοῦ δὲ λεκτικοῦ μορίου τὸ περὶ τὴν τροπικήν τε καὶ διθυραμβικὴν φράσιν ἐκπῖπτον, ἐν οἷς οὐ κρατεῖ τοῦ μετρίου, ἐπιτιμῶ τε οὐχ ὡς τῶν τυχόντων τῳ ἀλλʼ ὡς ἀνδρὶ μεγάλῳ καὶ ἐγγὺς τῆς θείας ἐληλυθότι φύσεως, ὅτι τὸν ὄγκον τῆς ποιητικῆς κατασκευῆς εἰς λόγους ἤγαγε φιλοσόφους ζηλώσας τοὺς περὶ Γοργίαν, ὥςτε καὶ διθυράμβοις τινὰ ποιεῖν ἐοικότα, καὶ μηδὲ ἀποκρύπτεσθαι τοῦτο τὸ ἁμάρτημα ἀλλʼ ὁμολογεῖν.
 
καὶ σύ γε αὐτός, ὦ βέλτιστε Γεμῖνε, ὁμοίαν ἐμοὶ γνώμην περὶ τἀνδρὸς ἔχων φαίνῃ διʼ αὐτῆς γέ τοι τῆς ἐπιστολῆς, ἐν οἷς κατὰ λέξιν οὕτω γράφεις· ἐν μὲν γὰρ τοῖς ἑτέροις σχήμασι ῥᾴδιον πεσεῖν μέσον τι ἐπαίνου καὶ μέμψεως· ἐν δὲ τῇ κατασκευῇ τὸ μὴ ἐπιτευχθὲν πάντῃ ἀποτυγχάνεται. διό μοι δοκεῖ τούτους τοὺς ἄνδρας οὐκ ἐκ τῶν ἐπικινδυνοτέρων οὐδὲ ἐλασσόνων, ἀλλʼ ἐκ τῶν πλείστων καὶ εὐτυχηθέντων ἐξετάζειν.
 
καὶ μετʼ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί· ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν· ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι ἐστὶν ἀναγκαῖον.
 
οὐδὲν διαφερόμεθα πρὸς ἀλλήλους· σύ τε γὰρ ὁμολογεῖς ἀναγκαῖον εἶναι τὸν ἐπιβαλλόμενον μεγάλοις καὶ σφάλλεσθαί ποτε, ἐγώ τέ φημι τῆς ὑψηλῆς καὶ μεγαλοπρεποῦς καὶ παρακεκινδυνευμένης φράσεως ἐφιέμενον Πλάτωνα μὴ περὶ πάντα τὰ μέρη κατορθοῦν, πολλοστὴν μέντοι μοῖραν ἔχειν τῶν κατορθουμένων τὰ διαμαρτανόμενα ὑπʼ αὐτοῦ. καὶ καθʼ ἓν τοῦτο Πλάτωνά φημι λείπεσθαι Δημοσθένους, ὅτι παρʼ ᾧ μὲν ἐκπίπτει ποτὲ τὸ ὕψος τῆς λέξεως τῶν λόγων εἰς τὸ κενὸν καὶ ἀηδές, παρʼ ᾧ δὲ οὐδέποτε ἢ σπανίως γε κομιδῇ. καὶ περὶ μὲν Πλάτωνος τοσαῦτα.
 
περὶ δὲ Ἡροδότου καὶ Ξενοφῶντος ἐβουλήθης μαθεῖν, τίνα περὶ αὐτῶν ὑπόληψιν ἔχω, καὶ γράψαι με περὶ αὐτῶν ἐβουλήθης. πεποίηκα καὶ τοῦτο οἷς πρὸς Δημήτριον ὑπεμνημάτισμαι περὶ μιμήσεως. τούτων ὁ μὲν πρῶτος αὐτὴν περιείληφε τὴν περὶ τῆς μιμήσεως ζήτησιν, ὁ δὲ δεύτερος περὶ τοῦ τίνας ἄνδρας μιμεῖσθαι δεῖ ποιητάς τε καὶ φιλοσόφους, ἱστοριογράφους τε καὶ ῥήτορας, ὁ δὲ τρίτος περὶ τοῦ πῶς δεῖ μιμεῖσθαι μέχρι τοῦδε ἀτελής. ἐν δὴ τῷ δευτέρῳ περὶ Ἡροδότου τε καὶ Θουκυδίδου καὶ Ξενοφῶντος καὶ Φιλίστου καὶ Θεοπόμπου (τούτους γὰρ ἔκρινον τοὺς ἄνδρας εἰς μίμησιν ἐπιτηδειοτάτους) τάδε γράφω·
 
εἰ δὲ δεῖ καὶ περὶ αὐτῶν εἰπεῖν, περὶ μὲν Ἡροδότου καὶ Θουκυδίδου ταῦτα φρονῶ. πρῶτόν τε καὶ σχεδὸν ἀναγκαιότατον ἔργον ἁπάντων ἐστὶ τοῖς γράφουσιν πᾶσιν ἱστορίας ὑπόθεσιν ἐκλέξασθαι καλὴν καὶ κεχαρισμένην τοῖς ἀναγνωσομένοις. τοῦτο Ἡρόδοτος κρεῖττόν μοι δοκεῖ πεποιηκέναι Θουκυδίδου.
 
ἐκεῖνος μὲν γὰρ κοινὴν Ἑλληνικῶν τε καὶ βαρβαρικῶν πράξεων ἐξενήνοχεν ἱστορίαν, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων ἐξίτηλα γένηται, μήτε ἔργα καὶ ἅπερ αὐτὸς εἴρηκε. τὸ γὰρ αὐτὸ προοίμιον καὶ ἀρχὴ καὶ τέλος ἐστὶ τῆς ἱστορίας.
 
ὁ δὲ Θουκυδίδης πόλεμον ἕνα γράφει, καὶ τοῦτον οὔτε καλὸν οὔτε εὐτυχῆ· ὃς μάλιστα μὲν ὤφειλε μὴ γενέσθαι, εἰ δὲ μή, σιωπῇ καὶ λήθῃ παραδοθεὶς ὑπὸ τῶν ἐπιγιγνομένων ἠγνοῆσθαι. ὅτι δὲ πονηρὰν εἴληφεν ὑπόθεσιν, καὶ αὐτός γε τοῦτο ποιεῖ φανερὸν ἐν τῷ προοιμίῳ·
 
πόλεις τε γὰρ διʼ αὐτὸν ἐξερημωθῆναί φησι πολλὰς Ἑλληνίδας, τὰς μὲν ὑπὸ βαρβάρων, τὰς δʼ ὑπὸ σφῶν αὐτῶν, καὶ φυγαδείας καὶ φθόρους ἀνθρώπων ὅσους οὔπω πρότερον γενέσθαι, σεισμούς τε καὶ αὐχμοὺς καὶ νόσους καὶ ἄλλας πολλὰς συμφοράς. ὥςτε τοὺς ἀναγνόντας τὸ προοίμιον ἠλλοτριῶσθαι πρὸς τὴν ὑπόθεσιν, Ἑλληνικῶν μέλλοντας ἀκούειν.
 
ὅσῳ δὲ κρείττων ἡ τὰ θαυμαστὰ ἔργα δηλοῦσα Ἑλλήνων τε καὶ βαρβάρων γραφὴ τῆς τὰ οἰκτρὰ καὶ δεινὰ πάθη τῶν Ἑλλήνων διαγγελλούσης, τοσούτῳ φρονιμώτερος Ἡρόδοτος Θουκυδίδου κατὰ τὴν ἐκλογὴν τῆς ὑποθέσεως. οὐδὲ γὰρ οὐδὲ τοῦτο ἔνεστιν εἰπεῖν, ὅτι διʼ ἀνάγκην ἦλθεν ἐπὶ ταύτην τὴν γραφήν, ἐπιστάμενος μὲν ὡς ἐκεῖνα καλλίω, βουλόμενος δὲ μὴ ταὐτὰ ἑτέροις γράφειν· πᾶν γὰρ τοὐναντίον ἐν τῷ προοιμίῳ διασύρων τὰ παλαιὰ ἔργα κάλλιστα καὶ θαυμασιώτατα τὰ καθʼ αὑτὸν ἐπιτελεσθέντα φησὶν εἶναι,
 
καὶ φανερός ἐστι ταῦτα ἑκὼν ἑλόμενος. οὐ μὴν Ἡρόδοτός γε τοῦτο ἐποίησεν, ἀλλὰ τῶν πρὸ αὐτοῦ συγγραφέων γενομένων Ἑλλανίκου τε καὶ Χάρωνος τὴν αὐτὴν ὑπόθεσιν προεκδεδωκότων οὐκ ἀπετράπετο, ἀλλʼ ἐπίστευσεν αὑτῷ κρεῖσσόν τι ἐξοίσειν· ὅπερ καὶ πεποίηκεν.
 
δεύτερόν ἐστι τῆς ἱστορικῆς πραγματείας ἔργον γνῶναι πόθεν τε ἄρξασθαι καὶ μέχρι τοῦ προελθεῖν δεῖ. φαίνεται δὴ κἀν τούτῳ Θουκυδίδου πολὺ Ἡρόδοτος φρονιμώτερος· ἄρχεταί τε ἀφʼ ἧς αἰτίας ἤρξαντο πρῶτον κακῶς ποιεῖν τοὺς Ἕλληνας οἱ βάρβαροι, καὶ προελθὼν εἰς τὴν τῶν βαρβάρων κόλασιν καὶ τιμωρίαν λήγει.
1 / 2 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme