22
καὶ αὖθις ἐν τῇ δευτέρᾳ περιόδῳ τὸ προηγούμενον κῶλον τουτί ἀρξάμενος εὐθὺς καθισταμένου μετρίως ἁρμόσας ὁ ἀνὴρ ὡς ἂν εὔφωνόν τε μάλιστα φαίνοιτο καὶ μαλακόν, τὸ μετὰ τοῦτο πάλιν ἀποτραχύνει καὶ διασπᾷ τοῖς διαχαλάσμασι τῶν ἁρμονιῶν· καὶ ἐλπίσας μέγαν τε ἔσεσθαι καὶ ἀξιολογώτατον τῶν προγεγενημένων , τρὶς γὰρ ἀλλήλοις ἑξῆς οὐ διὰ μακροῦ παράκειται φωνήεντα συγκρούσεις ἐργαζόμενα καὶ ἀνακοπὰς καὶ οὐκ ἐῶντα τὴν ἀκρόασιν ἑνὸς κώλου συνεχοῦς λαβεῖν φαντασίαν· ἥ τε περίοδος αὐτῷ λήγουσα εἰς τὸ τῶν προγεγενημένων οὐκ ἔχει τὴν βάσιν εὔγραμμον καὶ περιφερῆ, ἀλλʼ ἀκόρυφός τις φαίνεται καὶ ἀκατάστροφος, ὥσπερ μέρος οὖσα τῆς δευτέρας ἀλλʼ οὐχὶ τῆς πρώτης τέλος.