Thesauros Literature History Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων

Περὶ συνθέσεως ὀνομάτων Dionysius of Halicarnassus
22 ὅμοια τούτοις ἐστὶ κἀκεῖνα ἰοδέτων λαχεῖν . παράκειται γὰρ ἡμίφωνα δύο ἀλλήλοις τὸ ν καὶ τὸ λ, φυσικὴν οὐκ ἔχοντα συζυγίαν τῷ μήτε κατὰ τοὺς αὐτοὺς τόπους μήτε καθʼ ὁμοίους σχηματισμοὺς τοῦ στόματος ἐκφέρεσθαι. καὶ τὰ ἐπὶ τούτοις λεγόμενα μηκύνεταί τε ταῖς συλλαβαῖς καὶ διέστηκε ταῖς ἁρμονίαις ἐπὶ πολύ στεφάνων τᾶν τʼ ἐαριδρόπων· μακραὶ γὰρ καὶ δεῦρο συγκρούονται συλλαβαὶ τὸ δίκαιον ὑπεραίρουσαι μέτρον, ἥ τε λήγουσα τοῦ στεφάνων μορίου δυσὶ περιλαμβάνουσα ἡμιφώνοις φωνῆεν γράμμα φύσει μακρὸν καὶ ἡ συναπτομένη ταύτῃ τρισὶ μηκυνομένη γράμμασιν ἀφώνῳ καὶ φωνήεντι μακρῶς λεγομένῳ καὶ ἡμιφώνῳ· διερεισμός τε οὖν γέγονε τοῖς μήκεσι τῶν συλλαβῶν καὶ ἀντιτυπία τῇ παραθέσει τῶν γραμμάτων, οὐκ ἔχοντος τοῦ τ συνῳδὸν τῷ ν τὸν ἦχον, ὃ καὶ πρότερον εἴρηκα. παράκειται δὲ καὶ τῷ ἀοιδᾶν εἰς τὸ ν λήγοντι ἀπὸ τοῦ δ ἀρχόμενον ἀφώνου τὸ Διόθεν τε καὶ τῷ σὺν ἀγλαΐᾳ εἰς τὸ ι λήγοντι τὸ ἴδετε πορευθέντʼ ἀοιδᾶν ἀρχόμενον ἀπὸ τοῦ ι. πολλά τις ἂν εὕροι τοιαῦτα ὅλην τὴν ᾠδὴν σκοπῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme