15
ταῦτα δὴ καταμαθόντες οἱ χαριέστατοι ποιητῶν τε καὶ συγγραφέων τὰ μὲν αὐτοὶ κατασκευάζουσιν ὀνόματα συμπλέκοντες ἐπιτηδείως ἀλλήλοις, τὰ δὲ γράμματα καὶ τὰς συλλαβὰς οἰκείας οἷς ἂν βούλωνται παραστῆσαι πάθεσιν ποικίλως φιλοτεχνοῦσιν, ὡς ποιεῖ πολλάκις Ὅμηρος, ἐπὶ μὲν τῶν προσηνέμων αἰγιαλῶν τῇ παρεκτάσει τῶν συλλαβῶν τὸν ἄπαυστον ἐκφαίνειν βουλόμενος ἦχον ἠιόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω· ἐπὶ δὲ τοῦ τετυφλωμένου Κύκλωπος τό τε τῆς ἀλγηδόνος μέγεθος καὶ τὴν διὰ τῶν χειρῶν βραδεῖαν ἔρευναν τῆς τοῦ σπηλαίου θύρας Κύκλωψ δὲ στενάχων τε καὶ ὠδίνων ὀδύνῃσι, χερσὶ ψηλαφόων· καὶ ἄλλοθί που δέησιν ἐνδείξασθαι βουλόμενος πολλὴν καὶ κατεσπουδασμένην οὐδʼ εἴ κεν μάλα πολλὰ πάθῃ ἑκάεργος Ἀπόλλων, προπροκυλινδόμενος πατρὸς Διὸς αἰγιόχοιο. μυρία ἔστιν εὑρεῖν παρʼ αὐτῷ τοιαῦτα χρόνου μῆκος ἢ σώματος μέγεθος ἢ πάθους ὑπερβολὴν ἢ στάσεως ἠρεμίαν ἢ τῶν παραπλησίων τι δηλοῦντα παρʼ οὐδὲν οὕτως ἕτερον ἢ τὰς τῶν συλλαβῶν κατασκευάς· καὶ ἄλλα τούτοις ἐναντίως εἰργασμένα εἰς βραχύτητα καὶ τάχος καὶ σπουδὴν καὶ τὰ τούτοις ὁμοιογενῆ, ὡς ἔχει ταυτί ἀμβλήδην γοόωσα μετὰ δμωῇσιν ἔειπεν καὶ ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ. ἐφʼ ἧς μὲν γὰρ ἡ τοῦ πνεύματος δηλοῦται συγκοπὴ καὶ τὸ τῆς φωνῆς ἄτακτον, ἐφʼ ὧν δʼ ἡ τῆς διανοίας ἔκστασις καὶ τὸ τοῦ δείματος ἀπροσδόκητον· ποιεῖ δὲ τούτων ἑκάτερον ἡ τῶν συλλαβῶν τε καὶ γραμμάτων ἐλάττωσις.