Thesauros Literature History Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
10 ἀρρενικῶν δὲ καὶ θηλυκῶν καὶ οὐδετέρων ἀντιμετατάξεις ἐκβεβηκυῖαι τῶν συνήθων σχημάτων αἱ τοιαίδε εἰσίν, ὅταν τὴν μὲν ταραχὴν τάραχον καλῇ τὸ θηλυκὸν ἐκφέρων ἀρρενικῶς καὶ τὴν ὄχλησιν ὄχλον, τὴν δὲ βούλησιν καὶ τὴν δύναμιν τὸ βουλόμενον λέγῃ καὶ τὸ δυνάμενον· ὡς ἐπὶ τῶν Ἀθηναίων τέθηκεν, ὅτε τὴν εἰς Σικελίαν ἀπέστελλον στρατιάν· οἱ δὲ Ἀθηναῖοι τὸ μὲν βουλόμενον οὐκ ἀφῃρέθησαν ὑπὸ τοῦ ὀχλώδους τῆς παρασκευῆς, καὶ ἐν οἷς περὶ τῶν Θεσσαλῶν εἴρηκεν· ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῷ ἐπιχωρίῳ οἱ Θεσσαλοί· καὶ γὰρ ἐνταῦθα οὐδέτερον πεποίηκεν τὸ θηλυκόν· ἦν δὲ τὸ σημαινόμενον ὑπὸ τῆς λέξεως τοιόνδε· ὥστε εἰ μὴ δυναστείᾳ μᾶλλον ἢ ἰσονομίᾳ ἐχρῶντο τῇ ἐπιχωρίῳ οἱ Θεσσαλοί.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme