Thesauros Literature History Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον

Περὶ τῶν Θουκιδίδου ἰδιωμάτων πρὸς Ἀμμαῖον Dionysius of Halicarnassus
9 παρὰ δὲ τὰς τῶν ἑνικῶν τε καὶ πληθυντικῶν διαφοράς, ὅταν ἐναλλάττῃ τὴν ἑκατέρου τούτων τάξιν, ἑνικὰ μὲν ἀντὶ πληθυντικῶν οὕτως ἐκφέρει· καὶ εἴ τῳ ἄρα παρέστηκεν τὸν μὲν Συρακόσιον, αὑτὸν δὲ οὐ πολέμιον εἶναι τῷ Ἀθηναίῳ· βούλεται μὲν γὰρ τοὺς Συρακοσίους λέγειν καὶ τοὺς Ἀθηναίους, πεποίηκεν δὲ τῶν ὀνομάτων ἑκάτερον ἑνικόν. καὶ ἐν οἷς φησιν· καὶ τὸν πολέμιον δεινότερον ἕξομεν, μὴ ῥᾳδίας αὐτῷ πάλιν οὔσης τῆς ἀναχωρήσεως· τοὺς γὰρ πολεμίους ἐσχημάτικεν ἑνικῶς, οὐχὶ πληθυντικῶς. ἀντὶ δὲ τοῦ ἑνικοῦ τὸ πληθυντικὸν παραλαμβάνει τοῦτον τὸν τρόπον ἐξαλλάττων τὴν συνήθη φράσιν· κεῖται δὲ ἡ λέξις ἐν τῷ προοιμίῳ τοῦ ἐπιταφίου· μέχρι γὰρ τοῦδε ἀνεκτοὶ οἱ ἔπαινοί εἰσιν περὶ ἑτέρων λεγόμενοι, ἐς ὅσον ἂν καὶ αὐτὸς ἕκαστος οἴηται ἱκανὸς εἶναι δρᾶσαί τι ὧν ἤκουσεν· τὸ γὰρ ἕκαστος καὶ τὸ ἤκουσεν ἑνικά, τὰ δʼ ἐπιφερόμενα τούτοις πληθυντικῶς ἐξενήνεκται· τῷ δὲ ὑπερβάλλοντι αὐτὸν φθονοῦντες ἤδη καὶ ἀπιστοῦσιν οὐ καθʼ ἑνὸς λέγεσθαι πεφύκασιν, ἀλλὰ κατὰ πολλῶν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme