47
ἤδη δʼ ἔγωγε κἀκεῖνο ἐνεθυμήθην, ὅτι παραμυθούμενος τὴν ὀργὴν τὴν κατειληφυῖαν αὐτοὺς ἐπὶ ταῖς παρούσαις συμφοραῖς, ὧν αἱ πλείους παράλογοί τε συνέβησαν αὐτοῖς καὶ ἀπροσδόκητοι, καὶ παρακαλῶν τὰς συμφορὰς γενναίως ὑφίστασθαι μὴ ἀφανίζοντας τὴν τῆς πόλεως ἀξίωσιν, ἀπαλγήσαντας δὲ τὰ ἴδια τοῦ κοινοῦ τῆς σωτηρίας ἀντιλαμβάνεσθαι, καὶ μετὰ τοῦτο διεξελθών, ὅτι τὴν κατὰ θάλατταν ἀρχὴν βεβαίως ἔχοντες οὔτε ὑπὸ βασιλέως οὔτε ὑπὸ Λακεδαιμονίων οὔτε ὑπʼ ἄλλου ἀνθρώπων ἔθνους οὐδενὸς καταλυθήσονται (ὧν ἡ πίστις οὐχ ἡ παροῦσα ἦν ἀλλʼ ἡ μέλλουσα, οὐδʼ ἐν τῇ προνοίᾳ τὸ βέβαιον ἔχουσα ἀλλʼ ἐν ταῖς ἐλπίσιν), ἔπειτα τούτων ἐπιλαθόμενος ἀξιοῖ μὴ πιστεύειν τῇ ἐλπίδι, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς. ἐναντία γὰρ δὴ ταῦτα ἀλλήλοις, εἴ γε δὴ τὸ μὲν λυποῦν τὴν αἴσθησιν εἶχεν ἤδη παροῦσαν, τῆς δʼ ὠφελείας ἡ δήλωσις ἔτι ἀπῆν.