46
ὀχληρὰ δὲ κἀκεῖνα τὰ μειρακιώδη καλλωπίσματα τῆς λέξεως καὶ τὰ πολύπλοκα τῶν ἐνθυμημάτων σχήματα· ἰέναι δὲ τοῖς ἐχθροῖς ὁμόσε καὶ ἀμύνεσθαι μὴ φρονήματι μόνον, ἀλλὰ καὶ καταφρονήματι. φρόνημα μὲν γὰρ καὶ ὑπὸ ἀμαθίας εὐτυχοῦς καὶ δειλῷ τινι ἐγγίγνεται· καταφρόνησις δέ, ὃς ἂν καὶ γνώμῃ πιστεύῃ τῶν ἐναντίων προέχειν· ὃ ἡμῖν ὑπάρχει. καὶ τὴν τόλμαν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται· ἐλπίδι τε ἧσσον πιστεύει, ἧς ἐν τῷ ἀπόρῳ ἡ ἰσχύς· γνώμῃ δὲ ἀπὸ τῶν ὑπαρχόντων, ἧς βεβαιοτέρα ἡ πρόνοια. τά τε γὰρ φρονήματα ψυχρότερά ἐστι καὶ τῆς Γοργίου προαιρέσεως μᾶλλον οἰκειότερα, ἥ τε τῶν ὀνομάτων ἐξήγησις ἀμφότερον σοφιστικὴ καὶ ἀπειρόκαλος· ἥ τε τόλμα ἣν ἀπὸ τῆς ὁμοίας τύχης ἡ σύνεσις ἐκ τοῦ ὑπέρφρονος ὀχυρωτέραν παρέχεται τῶν Ἡρακλειτείων σκοτεινῶν ἀσαφεστέραν ἔχει τὴν δήλωσιν, ἥ τε τῆς ἐλπίδος ἐν τῷ ἀπόρῳ ἰσχύς καὶ ἡ τῆς γνώμης ἀπὸ τῶν ὑπαρχόντων βεβαιοτέρα πρόνοια ποιητικώτερον περιπέφρασται· βούλεται γὰρ λέγειν, ὅτι δεῖ τῇ γνώμῃ πιστεύειν μᾶλλον, ἣν ἐκ τῶν παρόντων λαμβάνομεν, ἢ ταῖς ἐλπίσιν, ὧν ἐν τῷ μέλλοντι ἐστὶν ἡ ἰσχύς.