Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

53.7 ἰσχυρὰς λαβόντα ἐκ βάθρων ἀνέτρεψε. ταῦθʼ ὑμῖν, ὦ βουλή, εἴθʼ ἡδέα ἐστὶν ἀκούειν εἴτʼ ἀνιαρά, μετὰ πάσης ἀληθείας καὶ παρρησίας εἴρηται, τοῖς μὲν πεισθησομένοις ὑμῶν, ἐὰν ἄρα πεισθῆτε, ἔν τε τῷ παρόντι χρήσιμα καὶ εἰς τὸ μέλλον ἀσφαλῆ· ἐμοὶ δʼ, ὃς ὑπὲρ τοῦ κοινῇ συμφέροντος ἰδίας ἀπεχθείας ἀναιροῦμαι, πολλῶν ἐσόμενα κινδύνων αἴτια. προορᾶν γὰρ ἱκανός εἰμι τὰ συμβησόμενα ἐκ λογισμοῦ, καὶ παραδείγματα ποιοῦμαι τἀλλότρια πάθη τῶν ἐμαυτοῦ.
54.1 ταῦτʼ εἰπόντος Ἀππίου καὶ τῶν ἄλλων ὀλίγου δεῖν πάντων τὴν αὐτὴν γνώμην ἀποφηναμένων ἡ μὲν βουλὴ διελύετο. οἱ δὲ δήμαρχοι διʼ ὀργῆς ἔχοντες τὴν ἀποτυχίαν ἀπῄεσαν καὶ μετὰ τοῦτʼ ἐσκόπουν, ὅπως τιμωρήσονται τὸν ἄνδρα· ἔδοξεν οὖν αὐτοῖς πολλὰ βουλευσαμένοις δίκῃ τὸν Ἄππιον ὑπαγαγεῖν θάνατον ἐχούσῃ τὸ τίμημα. καὶ μετὰ ταῦτʼ ἐν ἐκκλησίᾳ τοῦ ἀνδρὸς κατηγορήσαντες παρεκάλουν ἥκειν ἅπαντας εἰς τὴν ἀποδειχθησομένην ἡμέραν ὡς διοίσοντας ὑπὲρ αὐτοῦ
54.2 ψῆφον. ἃ δὲ κατηγορεῖν ἔμελλον, ταῦτʼ ἦν· ὅτι πονηρὰς ἐτίθει κατὰ τοῦ δήμου γνώμας, καὶ στάσιν εἰσῆγεν εἰς τὴν πόλιν, καὶ δημάρχῳ χεῖρας ἐπήνεγκε παρὰ τοὺς ἱεροὺς νόμους, καὶ στρατιᾶς ἡγησάμενος σὺν βλάβῃ τε καὶ αἰσχύνῃ μεγάλῃ ἀνέστρεψε. ταῦτα προειπόντες ἐν τῷ πλήθει, καὶ ῥητήν τινα ἀποδεἰξαντες ἡμέραν, ἐν ᾗ τέλος ἔφησαν ἐπιθήσειν τῇ δίκῃ, παρήγγειλαν αὐτῷ παρεῖναι τότʼ ἀπολογησομένῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme