Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

53.4 ὁρᾶτε γάρ, εἰς ἃ προελήλυθεν ἡ τοῦ δήμου ἀκοσμία, καὶ ὡς οὐκέτι ἄρχεσθαι πρὸς τῶν ὑπάτων ἀξιοῖ· ᾧ γʼ οὐ μετεμέλησε τῶν ἐνθάδε πραττομένων, ἀλλὰ καὶ ἐπὶ στρατοπέδου τὴν αὐτὴν ἀπεδείξατο ἀκοσμίαν, ὅπλα τε ῥίψας καὶ τάξεις ἐκλιπὼν καὶ σημεῖα πολεμίοις προέμενος καὶ φυγῇ πρὶν εἰς χεῖρας ἐλθεῖν ἐπονειδίστῳ χρησάμενος, ὥσπερ ἐμοῦ μόνον ἀφαιρησόμενος τὴν ἐκ τῆς νίκης δόξαν, ἀλλʼ οὐχὶ καὶ τῆς πατρίδος τὸ κατὰ τῶν ἐχθρῶν πάθος.
53.5 καὶ νῦν Οὐολούσκοις κατὰ Ῥωμαίων ἵσταται τρόπαια, καὶ κοσμεῖται τοῖς ἡμετέροις λαφύροις τἀκείνων ἱερὰ καὶ ἐν αὐχήμασιν, ἡλίκοις οὐπώποτε αἱ πόλεις αὐτῶν εἰσιν τέως ὑπὲρ ἀνδραποδισμοῦ τε καὶ κατασκαφῆς τῶν ἡμετέρων δεόμεναι ἡγεμόνων.
53.6 ἆρά γε δίκαιον ἢ καλὸν ἐπὶ τοιούτοις κατορθώμασι χάριν αὐτοῖς ὑμᾶς εἰδέναι, καὶ δημοσίαις ἐπικοσμεῖν δωρεαῖς κληρουχήσαντας τὴν γῆν, ἧς πολέμιοι κρατοῦσι τὸ κατὰ τούτους εἶναι μέρος; ἀλλὰ τί δεῖ τούτοις ἐγκαλεῖν, οἷς διʼ ἀπαιδευσίαν τε καὶ δυσγένειαν ὀλίγος ἐστὶ τῶν καλῶν λόγος, ὁρῶντας, ὡς οὐδʼ ἐν τοῖς ὑμετέροις ἤθεσι πᾶσιν ἔτι τὸ ἀρχαῖον οἰκεῖ φρόνημα, ἀλλʼ αὐθάδεια μὲν ἡ σεμνότης καλεῖται πρὸς ἐνίων, μωρία δʼ ἡ δικαιοσύνη, μανικὸν δὲ τὸ ἀνδρεῖον, καὶ ἠλίθιον τὸ σῶφρον; ἃ δὲ μισητὰ παρὰ τοῖς προτέροις ἦν, ταῦτα πυργοῦταί τε νῦν καὶ θαυμάσια ἡλίκα φαίνεται τοῖς διεφθαρμένοις ἀγαθά, ἀνανδρία καὶ βωμολοχία καὶ κακοήθεια καὶ τὸ πανούργως σοφὸν καὶ τὸ πρὸς ἅπαντα ἰταμὸν καὶ τὸ μηδενὶ τῶν κρειττόνων εὐπειθές· ἃ πολλὰς ἤδη πόλεις

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme