Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

53.1 ἴστε δήπου πάντες, ὅσους ἐχειρωσάμεθα πολεμίους, καὶ ὅσην γῆν προὐνομεύσαμεν, καὶ ὅσα λάφυρα ἐκ τῶν ἁλόντων χωρίων ἐλάβομεν, ὧν οἱ πολέμιοι στερόμενοι τέως εὐδαίμονες ὄντες ἐν πολλῇ νῦν καθεστήκασιν ἀπορίᾳ· καὶ ὅτι τούτων οὐδενὸς ἀπηλάσθησαν οὐδὲ μεῖον ἐκτήσαντο ἐν ταῖς διανομαῖς οἱ τὴν ἀπορίαν ὀδυρόμενοι.
53.2 ἆρʼ οὖν διὰ ταύτας τὰς ἐπικτήσεις ἐπανορθωσάμενοι φαίνονταί τι τῆς παλαιᾶς τύχης καὶ προεληλυθότες εἰς ἐπιφάνειαν τοῖς βίοις; ἐβουλόμην μὲν ἂν καὶ θεοῖς εὐξάμην, ἵνα ἧττον ἦσαν ἐπίσκηνοι λυπηροὶ τῇ πόλει, νῦν δʼ ὁρᾶτε γὰρ καὶ ἀκούετε αὐτῶν ὀδυρομένων, ὅτι ἐν ἐσχάτῃ εἰσὶν ἀπορίᾳ. ὥστʼ οὐδʼ εἰ ταῦτα, ἃ νῦν αἰτοῦνται, καὶ ἔτι πλείω τούτων λάβοιεν, ἐπανορθώσονται τοὺς βίους.
53.3 οὐ γὰρ ἐν ταῖς τύχαις αὐτῶν ἐνοικεῖ τὸ ἄπορον, ἀλλʼ ἐν τοῖς τρόποις· οὓς οὐχ οἷον ὁ βραχὺς οὗτος ἐκπληρώσει κλῆρος, ἀλλʼ οὐδʼ αἱ σύμπασαι βασιλέων τε καὶ τυράννων δωρεαί. δράσομέν τʼ, εἰ καὶ ταῦτα συγχωρήσομεν αὐτοῖς, ὅμοια τοῖς πρὸς ἡδονὴν θεραπεύουσι τοὺς κάμνοντας ἰατροῖς. οὐ γὰρ τὸ νοσοῦν ὑγιασθήσεται τῆς πολιτείας μέρος, ἀλλὰ καὶ τὸ ὑγιαῖνον ἀπολαύσει τῆς νόσου. καθόλου τʼ, ὦ βουλή, πολλῆς ὑμῖν δεῖ ἐπιμελείας τε καὶ φροντίδος, ὅπως ἂν σώσητε πάσῃ προθυμίᾳ διαφθειρόμενα τὰ ἤθη τῆς πόλεως.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme