Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

50.4 καὶ εἰ μὴ θαυμάσαντες τὸ παράλογον τῆς φυγῆς αὐτῶν οἱ πολέμιοι καὶ δείσαντες, μὴ ἐνέδρα τις ᾖ, τῆς ἐπὶ πλεῖον διώξεως ἀπετράποντο, τὸ πλεῖον ἂν μέρος τῶν Ῥωμαίων διέφθαρτο. ἐποίουν δὲ ταῦτα φθόνῳ τοῦ ἡγεμόνος, ἵνα μὴ καλὸν ἀγώνισμα ὁ ἀνὴρ διαπραξάμενος θριάμβῳ τε καὶ ταῖς ἄλλαις ἐπιλαμπρυνθῇ τιμαῖς.
50.5 τῇ δὲ κατόπιν ἡμέρᾳ τὰ μὲν ἐπιτιμῶντος αὐτοῖς τοῦ ὑπάτου τῆς ἀδόξου φυγῆς, τὰ δὲ παρακαλοῦντος αἴσχιστον ἔργον ἀναλύσασθαι καλῷ ἀγῶνι, τὰ δʼ ἀπειλοῦντος, εἰ μὴ στήσονται παρὰ τὰ δεινά, χρήσεσθαι τοῖς νόμοις, ἀπειθείᾳ τε διεχρῶντο καὶ καταβοῇ καὶ ἀπάγειν σφᾶς ἐκέλευον ἐκ τῆς πολεμίας ὡς ἀδύνατοι ἔτι ὄντες ὑπὸ τραυμάτων ἀντέχειν· κατεδήσαντο γὰρ αὐτῶν οἱ πολλοὶ τοὺς ὑγιεῖς χρῶτας ὡς τραυματίαι· ὥστε ὁ Ἄππιος ἠναγκάσθη ἀπάγειν τὸν στρατὸν ἐκ τῆς πολεμίας, καὶ οἱ Οὐολοῦσκοι ἀπιοῦσιν ἑπόμενοι πολλοὺς αὐτῶν ἀπέκτειναν.
50.6 ὡς δʼ ἐν τῇ φιλίᾳ ἐγένοντο, συναγαγὼν εἰς ἐκκλησίαν αὐτοὺς ὁ ὕπατος καὶ πολλὰ ὀνειδίσας ἔφη χρήσεσθαι τῇ κατὰ τῶν λιποτακτῶν κολάσει. καὶ πολλὰ δεομένων τῶν πρεσβευτῶν καὶ τῶν ἄλλων τῶν ἐν τέλει μετριάσαι, καὶ μὴ συμφορὰν ἐπὶ συμφορᾷ προσθεῖναι τῇ πόλει, λόγον οὐδενὸς αὐτῶν ποιησάμενος ἐκύρωσε τὴν κόλασιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme