Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

47.4 πρὸς τοὺς βασιλεῖς τῶν πατρικίων στάσις. ἀλλὰ τί ταῦτά σοι διαλέγομαι, ὡς χρηστῷ καὶ μετρίῳ πολίτῃ, ὃν ἅπαντες ἴσασιν οὗτοι σκαιὸν ὄντα διὰ γένος καὶ πικρὸν καὶ μισόδημον καὶ τὸ θηριῶδες ὑπὸ φύσεως οὐδέποτʼ ἐξημερῶσαι δυνάμενον, ἀλλʼ οὐχ ὁμόσε χωρῶ σοι τὰ ἔργα ἐπίπροσθεν ποιησάμενος τῶν λόγων, καὶ δείκνυμι, ὅσην ἰσχὺν ὁ δῆμος ἔχων λέληθέ σε, ὃν οὐκ ᾐσχύνθης ἀνέστιον καὶ ῥυπαρὸν καλῶν, καὶ ὅσον ἥδε ἡ ἀρχὴ δυναμένη, ἥν δε ὁ νόμος ἐκτρέπεσθαι καὶ εἴκειν ἀναγκάζει; παρεὶς δὲ καὶ αὐτὸς ἅπασαν εἰρωνείαν ἔργου ἕξομαι.
48.1 ταῦτʼ εἰπὼν ὅρκον, ὅσπερ μέγιστος αὐτοῖς ἦν, διομοσάμενος ἢ τὸν νόμον ἐπικυρώσειν ἢ τοῦ ζῆν μεθήσεσθαι, σιωπῆς γενομένης ἐκ τοῦ πλήθους καὶ ἐναγωνίου προσδοκίας, ἐφʼ ᾧ μέλλει δρᾶν, ἐκέλευσε μεταχωρεῖν ἐκ τῆς ἐκκλησίας τὸν Ἄππιον. ὡς δʼ οὐκ ἐπείθετο, ἀλλὰ τοὺς ῥαβδούχους παραστησάμενος καὶ τὸν ὄχλον, ὃν ἦγε παρασκευασάμενος οἴκοθεν, ἀπεμάχετο μὴ παραχωρῆσαι τῆς ἀγορᾶς, σιωπὴν ὑποκηρυξάμενος ὁ Λαιτώριος ἀνεῖπεν, ὅτι τὸν ὕπατον εἰς φυλακὴν κελεύουσιν ἀπάγειν οἱ δήμαρχοι.
48.2 καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπʼ αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος· τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε. κραυγῆς δʼ ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν, καὶ οἱ περὶ τὸν Ἄππιον στῖφος ἔχοντες νέων πολὺ καὶ καρτερὸν ὑφίστανται. καὶ μετὰ τοῦτο λόγοι τʼ ἀσχήμονες ἐγένοντο εἰς ἀλλήλους καὶ καταβοαὶ καὶ σωμάτων ὠθισμοί· καὶ τελευτῶσα εἰς χεῖρας ἀπέσκηψεν ἡ ἔρις, καὶ εἰς λίθων ἤρξατο προβαίνειν βολάς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme