Book 9
ἀνήρ τις ἐκ τῶν δημοτικῶν τὰ πολέμια λαμπρός, Βολέρων Πόπλιος, ἡγεμονίαν ἐσχηκὼς λόχων ἐν ταῖς προτέραις στρατείαις, τότʼ ἀντὶ λοχαγοῦ στρατιώτης πρὸς αὐτῶν κατεγράφετο. ὡς δʼ ἠναντιοῦτο καὶ οὐκ ἠξίου χώραν ἀτιμοτέραν λαβεῖν οὐδὲν ἡμαρτηκὼς ἐν ταῖς προτέραις στρατείαις, δυσανασχετοῦντες οἱ ὕπατοι τὴν παρρησίαν αὐτοῦ τοῖς ῥαβδούχοις ἐκέλευσαν τὴν ἐσθῆτά τε περικαταρρῆξαι καὶ ταῖς ῥάβδοις τὸ σῶμα ξαίνειν.
ὁ δὲ νεανίας τούς τε δημάρχους ἐπεκαλεῖτο, καί, εἴ τι ἀδικεῖ, κρίσιν ἐπὶ τῶν δημοτῶν ὑπέχειν ἠξίου. ὡς δʼ οὐ προσεῖχον αὐτῷ τὸν νοῦν οἱ ὕπατοι, ἀλλὰ τοῖς ῥαβδούχοις ἄγειν καὶ τύπτειν ἐπεκελεύοντο, οὐκ ἀνασχετὸν ἡγησάμενος εἶναι τὴν ὕβριν αὐτὸς ἑαυτῷ ταμίας τῆς δίκης γίνεται.
τόν τε γὰρ πρῶτον προσελθόντα τῶν ῥαβδούχων παίων εἰς τὸ πρόσωπον ἐναντίαις πυγμαῖς νεανίας καὶ ἐρρωμένος ἀνὴρ ἀνατρέπει καὶ τὸν ἐπὶ τούτῳ. ἀγανακτησάντων δὲ τῶν ὑπάτων καὶ πᾶσιν ἅμα τοῖς ὑπηρέταις προσελθεῖν κελευσάντων δεινόν τι τοῖς παροῦσι τῶν δημοτικῶν ἐφάνη· καὶ αὐτίκα συστραφέντες ἀθρόοι καὶ ἀναβοήσαντες τὸ παρακλητικὸν τῆς ἀλλήλων ὀργῆς τόν τε νεανίσκον ἐξήρπασαν καὶ τοὺς ῥαβδούχους ἀπέστησαν παίοντες καὶ τελευτῶντες ἐπὶ τοὺς ὑπάτους ὥρμησαν, καὶ εἰ μὴ καταλιπόντες ἐκεῖνοι τὴν ἀγορὰν ἔφυγον,
ἀνήκεστον ἄν τι κακὸν ἐξειργάσαντο. ἐκ δὲ τούτου διειστήκει πᾶσα ἡ πόλις, καὶ οἱ τέως ἡσυχάζοντες δήμαρχοι τότʼ ἠγριοῦντο καὶ τῶν ὑπάτων κατηγόρουν. περιειστήκει τε ἡ περὶ τῆς κληρουχίας στάσις εἰς ἕτερον μείζονα διὰ τὸν ὑπὲρ τοῦ κόσμου τῆς πολιτείας ἀγῶνα. οἱ μέν γε πατρίκιοι τοῖς ὑπάτοις ὡς καταλυομένης αὐτῶν τῆς ἐξουσίας συναγανακτοῦντες τὸν ἐπιβαλεῖν χεῖρας τοῖς ὑπηρέταις τολμήσαντα κατὰ
κρημνοῦ βαλεῖν ἠξίουν. οἱ δὲ δημοτικοὶ συστρέψαντες αὑτοὺς κατεβόων τε καὶ παρεκελεύοντο μὴ προδιδόναι σφῶν τὴν ἐλευθερίαν, ἀλλʼ ἐπὶ τὴν βουλὴν τὸ πρᾶγμα ἄγειν καὶ τῶν ὑπάτων κατηγορεῖν καὶ δίκης τινὸς παρʼ αὐτῶν ἠξίουν τυχεῖν, ὅτι τὸν ἐπικαλεσάμενον τὴν ἐκ τῶν δημάρχων βοήθειαν, καὶ ἐν τῷ δήμῳ κρίσιν ὑπέχειν, εἴ τι πλημμελεῖ, βουλόμενον, οὐδετέρου τυχεῖν εἴασαν τῶν δικαίων, ἀλλʼ ἐν ἀνδραπόδου μοίρᾳ τὸν ἐλεύθερον καὶ πολίτην ἔθεντο παίειν ἐπικελευόμενοι.
ἀντιτεταγμένων δὴ τούτων καὶ οὐδετέρων εἶξαι βουλομένων τοῖς ἑτέροις, ἅπας ὁ λοιπὸς τῆς ὑπατείας ἐκείνης ἐδαπανήθη χρόνος, οὔτε πολεμικαῖς πράξεσι κοσμηθεὶς καλαῖς οὔτε πολιτικαῖς λόγου ἀξίαις.
ἐπιστάντων δὲ τῶν ἀρχαιρεσίων ὕπατοι μὲν ἀπεδείχθησαν Λεύκιος Πινάριος καὶ Πόπλιος Φούριος. ἐν ἀρχῇ δὲ τοῦ ἔτους εὐθὺς ὀττείας τινὸς ἡ πόλις ἐπληρώθη καὶ φόβου δαιμονίου τεράτων τε καὶ σημείων πολλῶν γινομένων. καὶ οἵ τε μάντεις ἅπαντες καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ χόλου δαιμόνων μηνύματα εἶναι τὰ γινόμενα ἀπέφαινον, ἱερῶν τινων οὐχ ὁσίως οὐδὲ καθαρῶς ἐπιτελουμένων.
καὶ μετʼ οὐ πολὺ νόσος ἐνέσκηψεν εἰς τὰς γυναῖκας ἡ καλουμένη λοιμική, καὶ θάνατος, ὅσος οὔπω πρότερον, μάλιστα δʼ εἰς τὰς ἐγκύμονας. ὠμοτοκοῦσαί τε γὰρ καὶ νεκρὰ τίκτουσαι συναπέθνησκον τοῖς βρέφεσι, καὶ οὔτε λιτανεῖαι πρὸς ἕδεσι καὶ βωμοῖς γινόμεναι θεῶν, οὔτε καθαρτήριοι θυσίαι περί τε πόλεως καὶ οἴκων ἰδίων ἐπιτελούμεναι παῦλαν αὐταῖς ἔφερον τῶν κακῶν.
ἐν τοιαύτῃ δὲ συμφορᾷ τῆς πόλεως οὔσης τοῖς ἐξηγηταῖς τῶν ἱερῶν γίνεται μήνυσις ὑπὸ δούλου τινός, ὅτι μία τῶν ἱεροποιῶν παρθένων τῶν φυλαττουσῶν τὸ ἀθάνατον πῦρ Ὀρβινία τὴν παρθενίαν ἀπολώλεκε καὶ τὰ ἱερὰ θύει τὰ τῆς πόλεως οὐκ οὖσα καθαρά. κἀκεῖνοι μεταστήσαντες αὐτὴν ἀπὸ τῶν ἱερῶν καὶ προθέντες δίκην, ἐπειδὴ καταφανὴς ἐγένετο ἐλεγχθεῖσα, ῥάβδοις τʼ ἐμαστίγωσαν καὶ πομπεύσαντες διὰ τῆς πόλεως ζῶσαν κατώρυξαν.
τῶν δὲ διαπραξαμένων τὴν ἀνοσίαν φθορὰν ὁ μὲν ἕτερος ἑαυτὸν διεχρήσατο, τὸν δʼ ἕτερον οἱ τῶν ἱερῶν ἐπίσκοποι συλλαβόντες ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι καθάπερ ἀνδράποδον ἀπέκτειναν. ἡ μὲν οὖν νόσος ἡ κατασκήψασα εἰς τὰς γυναῖκας καὶ ὁ πολὺς αὐτῶν φθόρος μετὰ τοῦτο τὸ ἔργον εὐθὺς ἐπαύσατο.
ἡ δʼ ἐκ πολλοῦ χρόνου διαμένουσα ἐν τῇ πόλει στάσις, ἣν οἱ δημόται πρὸς τοὺς πατρικίους ἐστασίαζον, ἀνίστατο πάλιν. ὁ δʼ ἐξεγείρων αὐτὴν δήμαρχος ἦν Πόπλιος Βολέρων, ὁ τῷ πρόσθεν ἐνιαυτῷ τοῖς περὶ Αἰμίλιόν τε καὶ Ἰούλιον ὑπάτοις ἀπειθήσας, ὅτʼ αὐτὸν ἀντὶ λοχαγοῦ στρατιώτην κατέγραφον, οὐ διʼ ἄλλο τι μᾶλλον ἀποδειχθεὶς ὑπὸ τῶν πενήτων τοῦ δήμου προστάτης — γένος τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἦν καὶ τεθραμμένος ἐν πολλῇ ταπεινότητι καὶ ἀπορίᾳ — ἀλλʼ ὅτι τὴν ἀρχὴν τῶν ὑπάτων βασιλικὸν ἔχουσαν ἀξίωμα τέως πρῶτος ἔδοξεν ἰδιώτης ἀνὴρ ἀπειθείᾳ ταπεινῶσαι, καὶ ἔτι μᾶλλον διὰ τὰς ὑποσχέσεις, ἃς ἐποιεῖτο μετιὼν τὴν ἀρχὴν κατὰ τῶν πατρικίων,
ὡς ἀφαιρησόμενος αὐτῶν τὴν ἰσχύν. ὃς ἐπειδὴ τάχιστα ἐξεγένετο αὐτῷ λωφήσαντος τοῦ δαιμονίου χόλου τὰ πολιτικὰ πράττειν, συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν νόμον εἰσφέρει περὶ τῶν δημαρχικῶν ἀρχαιρεσίων, μετάγων αὐτὰ ἐκ τῆς φρατριακῆς ψηφοφορίας, ἣν οἱ Ῥωμαῖοι καλοῦσιν κουριᾶτιν, ἐπὶ τὴν φυλετικήν. τίς δὲ τούτων διαφορὰ τῶν ἀρχαιρεσίων, ἐγὼ σημανῶ.
τὰς μὲν φρατριακὰς ψηφοφορίας ἔδει προβουλευσαμένης τῆς βουλῆς καὶ τοῦ πλήθους κατὰ φράτρας τὰς ψήφους ἐπενέγκαντος, καὶ μετʼ ἀμφότερα ταῦτα τῶν παρὰ τοῦ δαιμονίου σημείων τε καὶ οἰωνῶν μηδὲν ἐναντιωθέντων, τότε κυρίας εἶναι· τὰς δὲ φυλετικὰς μήτε προβουλεύματος γενομένου μήτε τῶν ἱερέων τε καὶ οἰωνοσκόπων ἐπιθεσπισάντων, ἐν ἡμέρᾳ μιᾷ τελεσθείσας ὑπὸ τῶν φυλετῶν τέλος ἔχειν. καὶ ἦσαν ἐκ τῶν λοιπῶν τεττάρων δημάρχων οἱ συνεισφέροντες αὐτῷ δύο δήμαρχοι τὸν νόμον· οὓς προσεταιρισάμενος ἐλαττόνων ὄντων τῶν μὴ ταὐτὰ βουλομένων περιῆν.
οἱ δʼ ὕπατοι καὶ ἡ βουλὴ καὶ πάντες οἱ πατρίκιοι κωλύειν ἐπεχείρουν τὸν νόμον· ἀφικόμενοί τε κατὰ πλῆθος εἰς τὴν ἀγοράν, ἐν ᾗ προεῖπον οἱ δήμαρχοι κυρώσειν τὸν νόμον ἡμέρᾳ, παντοδαποὺς διῆλθον λόγους, τῶν θʼ ὑπάτων καὶ τῶν πρεσβυτάτων ἐκ τῆς βουλῆς καὶ ἄλλου παντός, ὅτῳ βουλομένῳ ἦν, τὰς ἐνούσας ἐν τῷ νόμῳ διεξιόντος ἀτοπίας. ἀντιλεξάντων δὲ τῶν δημάρχων καὶ αὖθις τῶν ὑπάτων, καὶ μέχρι πολλοῦ τῆς ἁψιμαχίας τῶν λόγων ἐκμηκυνθείσης, ἐκείνην μὲν τὴν ἐκκλησίαν διέλυσεν εἰς νύκτα συγκλεισθεὶς ὁ χρόνος. προθέντων δὲ πάλιν τῶν δημάρχων εἰς τρίτην ἀγορὰν τὴν περὶ τοῦ νόμου διάγνωσιν, καὶ συνελθόντος ἔτι πλείονος εἰς αὐτὴν ὄχλου τὸ παραπλήσιον τῷ προτέρῳ
συνέβη γενέσθαι πάθος. τοῦτο συνιδὼν ὁ Πόπλιος ἔγνω μήτε τοῖς ὑπάτοις ἐπιτρέπειν ἔτι τοῦ νόμου κατηγορεῖν μήτε πατρικίους ἐᾶν τῇ ψηφοφορίᾳ παρεῖναι· καθʼ ἑταιρείας γὰρ ἐκεῖνοι καὶ κατὰ συστροφὰς ἄμα τοῖς ἑαυτῶν πελάταις οὐκ ὀλίγοις οὖσι πολλὰ μέρη τῆς ἀγορᾶς κατεῖχον, ἐπικελεύοντές τε τοῖς κατηγοροῦσι τοῦ νόμου καὶ θορυβοῦντες τοὺς ἀπολογουμένους καὶ ἄλλα πολλὰ πράττοντες, ἀκοσμίας τε καὶ βίας τῆς ἐν ταῖς ψήφοις ἐχομένης μηνύματα.
ἐπέσχε δʼ αὐτοῦ τὰ βουλεύματα ὄντα τυραννικὰ ἑτέρα συμπεσοῦσα θεήλατος συμφορά. νόσος γὰρ ἥψατο λοιμικὴ τῆς πόλεως, γενομένη μὲν καὶ κατὰ τὴν ἄλλην Ἰταλίαν, μάλιστα δὲ πλεονάσασα κατὰ τὴν Ῥώμην· καὶ οὔτʼ ἀνθρωπίνη βοήθεια ἤρκει τοῖς κάμνουσιν οὐδεμία, ἀλλʼ ἐν τῷ ἴσῳ οἵ τε σὺν πολλῇ θεραπευόμενοι φροντίδι, καὶ οἷς μηδὲν ἐγίνετο τῶν δεόντων, ἀπέθνησκον· οὔτε λιτανεῖαι θεῶν καὶ θυσίαι καὶ ἐφʼ οὓς ἄνθρωποι τελευταίους ἐν ταῖς τοιαῖσδε ἀναγκάζονται καταφεύγειν συμφοραῖς, οἱ κατʼ ἄνδρα τε γινόμενοι καὶ ὑπὲρ τοῦ κοινοῦ καθαρμοὶ τότε προσωφέλουν, διέκρινέ τε τὸ πάθος οὐχ ἡλικίαν, οὐ φύσιν, οὐ ῥώμην ἢ ἀσθένειαν σωμάτων, οὐ τέχνην οὐκ ἄλλο τι τῶν δοκούντων κουφίζειν τὴν νόσον, ἀλλὰ γυναιξί τʼ ἐνέπιπτε καὶ ἀνδράσι καὶ γηραιοῖς καὶ νέοις.
οὐ μὴν πολὺν κατέσχε χρόνον, ὅπερ αἴτιον ἐγένετο τοῦ μὴ σύμπασαν διαφθαρῆναι τὴν πόλιν· ἀλλὰ ποταμοῦ δίκην ἢ πυρὸς ἀθρόα τοῖς ἀνθρώποις ἐμπεσοῦσα τήν τε προσβολὴν ὀξεῖαν καὶ τὴν ἀπαλλαγὴν ταχεῖαν ἔλαβεν. ὡς δὲ τὸ δεινὸν ἐλώφησεν, ἐπʼ ἐξόδῳ τῆς ἀρχῆς ὢν ὁ Πόπλιος, ἐπειδὴ οὐκ ἐδύνατο κυρῶσαι τὸν νόμον ἐν τῷ περιόντι χρόνῳ τῶν ἀρχαιρεσίων ἐπιστάντων, μετῄει πάλιν τὴν δημαρχίαν εἰς τὸν ἐπιόντα ἐνιαυτόν, πολλὰ καὶ μεγάλα τοῖς δημόταις ὑπισχνούμενος· καὶ ἀποδείκνυται πάλιν δήμαρχος ὑπʼ αὐτῶν καὶ δύο τῶν συναρχόντων.
οἱ δὲ πατρίκιοι πρὸς τοῦτʼ ἀντεμηχανήσαντο πικρὸν ἄνδρα καὶ μισόδημον καὶ μηδὲν ἐλαττώσοντα τῆς ἀριστοκρατίας ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν, Ἄππιον Κλαύδιον, υἱὸν Ἀππίου, τοῦ πλεῖστα τῷ δήμῳ περὶ τὴν κάθοδον ἐναντιωθέντος. καὶ αὐτὸν πολλὰ ἀντειπόντα καὶ οὐδʼ εἰς τὸ πεδίον ἐλθεῖν βουληθέντα ἕνεκα τῶν ἀρχαιρεσίων, οὐδὲν ἧττον προὐβούλευσάν τε καὶ ἐψηφίσαντʼ ἀπόντα ὕπατον.
τελεσθέντων δὲ τῶν ἀρχαιρεσίων κατὰ πολλὴν εὐπέτειαν — οἱ γὰρ πένητες ἐξέλιπον τὸ πεδίον, ἐπειδὴ τὸν ἄνδρα τόνδε ὀνομασθέντα ἤκουσαν — παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Ἄππιος Κλαύδιος Σαβῖνος, οὔτε τὰς φύσεις οὔτε τὰς προαιρέσεις ἔχοντες ὁμοίας.
Ἀππίου μὲν γὰρ ἦν γνώμη περισπᾶν περὶ τὰς ἔξω στρατείας τὸν ἀργὸν καὶ πένητα δῆμον, ἵνα τῶν τε καθʼ ἡμέραν ἀναγκαίων ἐκ τῆς πολεμίας εὐπορῶν τοῖς αὑτοῦ πόνοις, ὧν ἐν χρείᾳ μάλιστα ὑπῆρχε, καὶ τὰ συμφέροντα τῇ πόλει διαπραττόμενος, ἥκιστα τοῖς ἐκ τοῦ συνεδρίου διοικοῦσι τὰ κοινὰ δυσμενής τε καὶ χαλεπὸς ᾖ· πολέμου δὲ πᾶσαν ἔσεσθαι πρόφασιν εὔλογον ἀπέφαινεν ἡγεμονίας ἀντιποιουμένῃ πόλει καὶ ὑπὸ πάντων ἐπιφθονουμένῃ, κατά τε τὸ εἰκὸς τοῖς γεγονόσιν ἤδη τὰ μέλλοντα εἰκάζειν ἠξίου, ἐπιλεγόμενος, ὅσαι ἤδη κινήσεις ἐγένοντο ἐν τῇ πόλει, ὅτι πᾶσαι κατὰ τὰς ἀναπαύλας ἐγένοντο τῶν πολέμων.
Κοιντίῳ δʼ οὐκ ἐδόκει πόλεμον ἐκφέρειν οὐδένα, ἀγαπητὸν ἀποφαίνοντι, εἰ πρὸς τοὺς ἀναγκαίους τε καὶ ἔξωθεν ἐπαγομένους κινδύνους καλούμενος ὁ δῆμος εὐπειθὴς γένοιτο, καὶ διδάσκοντι, ὡς εἰ βίαν προσάξουσι τοῖς μὴ πειθομένοις εἰς ἀπόνοιαν ἀναγκάσουσιν ἐλθεῖν τὸ δημοτικόν, ὥσπερ καὶ οἱ πρὸ αὐτῶν ἐποίησαν ὕπατοι· ἐξ ὧν κινδυνεύσειν αὐτοὺς δυεῖν θάτερον, ἢ διʼ αἵματος καὶ φόνων καταπαῦσαι τὴν στάσιν, ἢ θεραπεύειν αἰσχρῶς ὑπομεῖναι
τὸ δημοτικόν. ἦν δʼ ἡ τοῦ μηνὸς ἐκείνου ἡγεμονία τῷ Κοιντίῳ προσήκουσα, ὥστʼ ἀναγκαῖον ἦν τὸν ἕτερον τῶν ὑπάτων μηδὲν ἄκοντος ἐκείνου ποιεῖν. οἱ δὲ περὶ τὸν Πόπλιον δήμαρχοι οὐθὲν ἔτι διαμελλήσαντες τὸν ἐν τῷ πρόσθεν ἐνιαυτῷ οὐ δυνηθέντα νόμον ἐπικυρωθῆναι πάλιν εἰσέφερον, προσγράψαντες αὐτῷ καὶ τὸ τῶν ἀγορανόμων ἀρχεῖον ἐν ταῖς αὐταῖς ψηφοφορεῖσθαι ἐκκλησίαις, καὶ πάντα τἆλλα, ὅσα ἐν τῷ δήμῳ πράττεσθαί τε καὶ ἐπικυροῦσθαι δεήσει, ὑπὸ τῶν φυλετῶν ἐπιψηφίζεσθαι κατὰ ταὐτόν· ὅπερ ἦν ἄρα τῆς μὲν βουλῆς κατάλυσις φανερά, τοῦ δὲ δήμου δυναστεία.
τοῦτο μαθοῦσι τοῖς ὑπάτοις φροντὶς εἰσῄει καὶ λογισμός, ὅπως ἂν ἐν τάχει καὶ σὺν τῷ ἀσφαλεῖ τὸ παρακινοῦν καὶ στασιάζον ἐξαιρεθῇ. ὁ μὲν οὖν Ἄππιος ἐπὶ τὰ ὅπλα καλεῖν γνώμην ἐδίδου τοὺς βουλομένους σώζεσθαι τὴν πάτριον πολιτείαν· εἰ δέ τινες ἐνατία θήσονται σφίσι τὰ ὅπλα, τούτους ἐν πολεμίων ποιεῖσθαι μοίρᾳ.
ὁ δὲ Κοίντιος λόγῳ πείθειν ᾤετο δεῖν τοὺς δημοτικοὺς καὶ μεταδιδάσκειν ὡς δι’ ἄγνοιαν τοῦ συμφέροντος εἰς ὀλέθρια βουλεύματα φερομένους· ἐσχάτης μανίας ἔργον εἶναι λέγων, ἃ παρʼ ἑκόντων ἔξεστι φέρεσθαι τῶν συμπολιτευομένων, ταῦτα παρʼ ἀκόντων βούλεσθαι λαμβάνειν.
ἐπαινεσάντων δὲ καὶ τῶν ἄλλων τῶν συμπαραληφθέντων εἰς τὸ συνέδριον τὴν Κοιντίου γνώμην παρελθόντες εἰς τὴν ἀγορὰν οἱ ὕπατοι λόγον ᾐτοῦντο παρὰ τῶν δημάρχων καὶ χρόνον. μόλις δʼ ἀμφοῖν τυχόντες, ἐπειδὴ καθῆκεν ἣν ᾐτήσαντο παρʼ αὐτῶν ἡμέραν, ὄχλου παντοδαποῦ συνεληλυθότος εἰς τὴν ἀγοράν, ὃν ἀμφότεραι παρεσκευάσαντο σύμμαχον ἑαυταῖς ἐκ παρακλήσεως αἱ
ἀρχαί, παρῆσαν ὡς κατηγορήσοντες τοῦ νόμου. ὁ μὲν οὖν Κοίντιος, τά τʼ ἄλλα ἐπιεικὴς ὢν ἀνὴρ καὶ δῆμον οἰκειώσασθαι λόγῳ πιθανώτατος, πρῶτος αἰτησάμενος τὸν λόγον, ἐπιδέξιόν τινα καὶ κεχαρισμένην ἅπασι διεξῆλθε δημηγορίαν, ὥστε τοὺς ὑπὲρ τοῦ νόμου λέγοντας εἰς πολλὴν ἐλθεῖν ἀμηχανίαν, οὔτε δικαιότερα λέγειν ἔχοντας οὔτʼ ἐπιεικέστερα.
καὶ εἰ μηδὲν ἔτι πολυπραγμονεῖν ὁ συνύπατος αὐτοῦ προείλετο, συγγνοὺς ἂν ὁ δῆμος, ὡς οὔτε δίκαια οὔθʼ ὅσια ἀξιῶν ἔλυσε τὸν νόμον· νῦν δʼ ἐκείνου λόγον διελθόντος ὑπερήφανον καὶ βαρὺν ἀκουσθῆναι πένησι χαλεπὸς εἰς ὀργὴν ἐγένετο καὶ ἀμείλικτος καὶ εἰς ἔριν ἦλθεν ὅσην οὔπω πρότερον.
οὐ γὰρ ὡς ἐλευθέροις τε καὶ πολίταις ὁ ἀνὴρ διαλεγόμενος, οἳ τοῦ θεῖναι τὸν νόμον ἢ λῦσαι κύριοι ἦσαν, ἀλλʼ ὡς ἐν ἀτίμοις ἢ ξένοις ἢ μὴ βεβαίως ἔχουσι τὴν ἐλευθερίαν ἐξουσιάζων, πικρὰς καὶ ἀνυπομονήτους ἐποιήσατο κατηγορίας, τῶν τε χρεῶν τὰς ἀποκοπὰς αὐτοῖς ὀνειδίζων καὶ τῶν ὑπάτων τὴν ἀπόστασιν προφέρων, ὅτε τὰ ἱερὰ σημεῖα ἁρπάσαντες ᾤχοντο ἐκ τοῦ στρατοπέδου φυγὴν ἐπιβάλλοντες ἑαυτοῖς ἑκούσιον· τούς θʼ ὅρκους ἀνακαλούμενος, οὓς ὤμοσαν τὰ ὅπλα περὶ τῆς γειναμένης αὐτοὺς γῆς ἀναλαμβάνοντες, οἷς κατʼ αὐτῆς ἐκείνης ἐχρήσαντο.
τοιγάρτοι θαυμαστὸν οὐδὲν ἔφησεν αὐτοὺς ποιεῖν, εἰ θεοὺς μὲν ἐπιορκήσαντες, ἡγεμόνας δὲ καταλιπόντες, πόλιν δʼ ἔρημον τὸ καθʼ ἑαυτοὺς εἶναι μέρος ἀφέντες, ἐπὶ δὲ πίστεως συγχύσει καὶ νόμων ἀνατροπῇ καὶ πολιτεύματος πατρίου φθορᾷ ποιησάμενοι τὴν κάθοδον, οὐ μετριάζουσιν οὐδὲ χρηστοὺς δύνανται πολίτας ἑαυτοὺς παρασχεῖν, ἀλλʼ αἰεί τινος ὀρέγονται πλεονεξίας καὶ παρανομίας, τοτὲ μὲν ἀρχὰς ἐξεῖναι σφίσιν ἀξιοῦντες αὐτοὺς ἐφʼ ἑαυτῶν ἀποδεικνύναι, καὶ ταύτας ἀνυπευθύνους ποιοῦντες καὶ παναγεῖς· τοτὲ δʼ εἰς ἀγῶνας ὑπὲρ τῶν ἐσχάτων κινδύνων καθιστάντες οὓς αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὰ νόμιμα δικαστήρια, οἷς περὶ θανάτου καὶ φυγῆς ἡ πόλις πρότερον ἔδωκε κρίνειν, μεταφέροντες ἐκ τῆς καθαρωτάτης φυλῆς ἐπὶ τὸν ῥυπαρώτατον ὄχλον· τοτὲ δὲ νόμους εἰσφέροντες οἱ θῆτες καὶ ἀνέστιοι κατὰ τῶν εὐπατριδῶν τυραννικοὺς καὶ ἀνίσους, καὶ οὐδὲ τοῦ προβουλεῦσαι περὶ αὐτῶν ἐξουσίαν τῇ βουλῇ καταλείποντες, ἀλλʼ ἀφαιρούμενοι καὶ ταύτην αὐτῆς τὴν τιμήν, ἣν ἐκ τοῦ παντὸς εἶχεν ἀναμφίλεκτον χρόνου,
βασιλευομένης τε καὶ τυραννουμένης τῆς πόλεως. πολλὰ δὲ καὶ ἄλλα τούτοις ὅμοια προσθεὶς καὶ οὐδενὸς οὔτε πικροῦ πράγματος οὔτε βλασφήμου ὀνόματος φεισάμενος, τελευτῶν ἐκεῖνον ἔτι προσέθηκεν τὸν λόγον, ἐφʼ ᾧ μάλιστα ἡ πληθὺς ἠγανάκτησεν, ὅτι χρόνον οὐδένα παύσεται στασιάζουσα περὶ παντὸς χρήματος ἡ πόλις, ἀλλʼ αἰεί τινα καινὴν ἐπὶ παλαιᾷ νοσήσει νόσον, ἕως ἂν ἡ τῶν δημάρχων ἐξουσία διαμένῃ· διδάσκων, ὅτι πράγματος παντὸς πολιτικοῦ καὶ κοινοῦ τὰς ἀρχὰς προσήκει σκοπεῖν, ὅπως εὐσεβεῖς ἔσονται καὶ δίκαιοι. φιλεῖν γὰρ ἐκ μὲν τῶν ἀγαθῶν σπερμάτων χρηστοὺς γίγνεσθαι καὶ εὐτυχεῖς τοὺς καρπούς, ἐκ δὲ τῶν πονηρῶν κακοὺς καὶ ὀλεθρίους.
εἰ μὲν οὖν, ἔφη, ἥδε ἡ ἀρχὴ μεθʼ ὁμονοίας εἰσῆλθεν εἰς τὴν πόλιν ἐπὶ τῷ πάντων ἀγαθῷ παροῦσα σὺν οἰωνοῖς τε καὶ ὀττείαις, πολλῶν ἂν ἡμῖν ἐγίνετο καὶ μεγάλων ἀγαθῶν αἰτία, χαρίτων, ὁμοφροσύνης, εὐνομίας, ἐλπίδων χρηστῶν παρὰ τοῦ δαιμονίου, μυρίων ἄλλων· νῦν δέ, βία γὰρ αὐτὴν εἰσήγαγε καὶ παρανομία καὶ στάσις καὶ πολέμου δέος ἐμφυλίου καὶ πάντα τὰ ἔχθιστα ἐν ἀνθρώποις τί οὖν ἔτι καὶ μέλλει χρηστὸν ἔσεσθαί ποτʼ ἢ σωτήριον τοιαύτας λαβούσης τὰς ἀρχάς; ὥστε περίεστιν ἡμῖν ἴασιν καὶ ἀλεξήματα τῶν ἀναβλαστανόντων ἐξ αὐτῆς κακῶν ζητεῖν, ὁπόσα εἰς ἀνθρώπινον πίπτει λογισμόν, μενούσης ἔτι τῆς
πονηρᾶς ῥίζης. οὐ γὰρ ἔσται πέρας οὐδʼ ἀπαλλαγὴ τῶν δαιμονίων χόλων, ἕως ἂν ἥδε ἡ βάσκανος ἐρινὺς καὶ φαγέδαινα ἐγκαθημένη πάντα σήπῃ καὶ διαφθείρῃ τὰ καλά. ἀλλʼ ὑπὲρ μὲν τούτων ἕτερος ἔσται λόγος καὶ καιρὸς ἐπιτηδειότερος, νῦν δʼ ἐπεὶ τὰ παρόντα εὖ τίθεσθαι χρή, πᾶσαν εἰρωνείαν ἀφεὶς τάδε ὑμῖν λέγω· οὔθʼ ὅδε ὁ νόμος οὔτʼ ἄλλος οὐδείς, ὃν οὐχ ἡ βουλὴ προβουλεύσει, κύριος ἐπὶ τῆς ἐμῆς ὑπατείας γενήσεται, ἀλλὰ καὶ λόγοις ἀγωνιοῦμαι περὶ τῆς ἀριστοκρατίας, κἂν εἰς τὰ ἔργα δέῃ χωρεῖν οὐδʼ ἐν τούτοις τῶν ἐναντιουμένων λελείψομαι· καὶ εἰ μὴ πρότερον ἔγνωτε, ὅσην ἰσχὺν ἔχει τὸ τῶν ὑπάτων κράτος, ἐπὶ τῆς ἐμῆς ἀρχῆς μαθήσεσθε.
Ἄππιος μὲν δὴ ταῦτʼ εἶπεν, ἐκ δὲ τῶν δημάρχων ὁ πρεσβύτατος καὶ πλείστου ἀξιώματος τυγχάνων, Γάιος Λαιτώριος, ἀνὴρ ἔν τε τοῖς πολέμοις ἐγνωσμένος εἶναι ψυχὴν οὐ κακὸς καὶ τὰ πολιτικὰ πράττειν οὐκ ἀδύνατος, ἀνίσταται πρὸς ταῦτʼ ἀπολογησόμενος· καὶ διῆλθεν ὑπὲρ τοῦ δήμου λόγον πολὺν ἀπὸ τῶν ἄνωθεν ἀρξάμενος· ὡς πολλὰς μὲν καὶ χαλεπὰς στρατείας οἱ βλασφημούμενοι πρὸς αὐτοῦ πένητες ἐστρατεύσαντο, οὐ μόνον ἐπὶ τῶν βασιλέων, ὅτε τὴν ἀνάγκην ἄν τις ᾐτιάσατο, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνων ἐκβολὴν ἐλευθερίαν κτώμενοι τῇ πατρίδι καὶ ἡγεμονίαν·
ἀμοιβὴν δʼ οὐδεμίαν ἐκομίσαντο παρὰ τῶν πατρικίων, οὐδʼ ἀπήλαυσαν οὐδενὸς τῶν κοινῶν ἀγαθῶν, ἀλλʼ ὡς πολέμῳ ἁλόντες ἀφῃρέθησαν ὑπʼ αὐτῶν καὶ τὴν ἐλευθερίαν, ἣν ἀνασώσασθαι βουλόμενοι καταλιπεῖν ἠναγκάσθησαν τὴν πατρίδα πόθῳ γῆς ἑτέρας, ἐν ᾗ τὸ μὴ ὑβρίζεσθαι αὐτοῖς ἐλευθέροις οὖσιν ὑπάρξει· καὶ οὔτε βιασάμενοι τὴν βουλὴν οὔτε πολέμῳ προσαναγκάσαντες εὕροντο τὴν ἐπὶ τὰ σφέτερα κάθοδον, ἀξιούσῃ δὲ καὶ δεομένῃ τὰ ἐκλειφθέντα ἀπολαβεῖν εἴξαντες ἔδωκαν.
τούς θʼ ὅρκους διεξῄει καὶ τὰς συνθήκας τὰς ἐπὶ τῇ καθόδῳ γενομένας ἀνεκαλεῖτο· ἐν αἷς ἦν ἀμνηστία μὲν πρῶτον ἁπάντων, ἔπειτʼ ἐξουσία τοῖς πένησιν ἀρχὰς ἀποδεικνύναι, τιμωροὺς μὲν ἐσομένας σφίσιν αὐτοῖς,
τοῖς δὲ κατισχύειν βουλομένοις ἀντιπάλους. διεξελθὼν δὲ ταῦτα τοὺς νόμους ἐπεδείκνυτο, οὓς ὁ δῆμος ἐπεκύρωσεν οὐ πρὸ πολλοῦ, τόν τε περὶ τῶν δικαστηρίων τῆς μεταγωγῆς, ὡς ἔδωκεν ἡ βουλὴ τῷ δήμῳ τὴν ἐξουσίαν κρίνειν οὓς ἂν αὐτοῖς δόξειε τῶν πατρικίων, καὶ τὸν ὑπὲρ τῆς ψηφοφορίας, ὃς οὐκ ἔτι τὴν λοχῖτιν ἐκκλησίαν, ἀλλὰ τὴν κουριᾶτιν ἐποίει τῶν ψήφων κυρίαν.
διεξελθὼν δὲ τὸν ὑπὲρ τοῦ δήμου λόγον, ἐπιστρέψας ἐπὶ τὸν Ἄππιον· ἔπειτα σὺ τολμᾷς, εἶπε, λοιδορεῖσθαι τούτοις, διʼ οὓς μεγάλη μὲν ἐκ μικρᾶς, ἐπιφανὴς δʼ ἐξ ἀδόξου γέγονεν ἡ πόλις; καὶ στασιαστὰς ἑτέρους ἀποκαλεῖς καὶ φυγαδικήν τινα τύχην ὀνειδίζεις, ὥσπερ οὐχ ἁπάντων ἔτι τούτων μεμνημένων τὸ καθʼ ὑμᾶς, ὅτι στασιάσαντες οἱ σοὶ πρόγονοι πρὸς τοὺς ἐν τέλει καὶ τὴν ἑαυτῶν πατρίδα καταλιπόντες ἐνθάδʼ ἱδρύθησαν ἱκέται; εἰ μὴ ἄρα ὑμεῖς μὲν ἐκλιπόντες τὴν ἑαυτῶν πατρίδα πόθῳ τῆς ἐλευθερίας καλὸν ἔργον ἐπράττετε, Ῥωμαῖοι δὲ τὰ
ὅμοια ὑμῖν δεδρακότες οὐ καλόν. τολμᾷς δὲ καὶ τὴν τῶν δημάρχων ἐξουσίαν ὡς ἐπὶ κακῷ παρεληλυθυῖαν εἰς τὴν πόλιν λοιδορεῖν, καὶ πείθεις τουτουσὶ καταλῦσαι τὴν τῶν πενήτων ἐπικουρίαν τὴν ἱερὰν καὶ ἀκίνητον καὶ μεγάλαις ἠσφαλισμένην ἐκ θεῶν τε καὶ ἀνθρώπων ἀνάγκαις, ὦ μισοδημότατε καὶ τυραννικώτατε; καὶ οὐδὲ τοῦτʼ ἄρα ἐδυνήθης μαθεῖν, ὅτι τῇ τε βουλῇ καὶ τῇ σεαυτοῦ ἀρχῇ ταῦτα λέγων λοιδορῇ; καὶ γὰρ ἡ βουλὴ διαναστᾶσα πρὸς τοὺς βασιλεῖς, ὧν οὐκέτι τὰς ὑπερηφανίας καὶ τὰς ὕβρεις ὑποφέρειν ἠξίου, τὸ τῶν ὑπάτων ἀρχεῖον κατεστήσατο, καὶ πρὶν ἐκείνους ἐξελάσαι τῆς πόλεως ἑτέρους ἐποίησε τῆς βασιλικῆς ἐξουσίας κυρίους.
ὥσθʼ ἃ περὶ τῆς δημαρχίας λέγεις, ὡς ἐπὶ κακῷ παρεληλυθυίας, ἐπειδὴ τὴν ἀρχὴν ἀπὸ διχοστασίας ἔλαβε, ταῦτα καὶ κατὰ τῆς ὑπατείας λέγεις. οὐδὲ γὰρ ἐκείνην ἄλλη τις εἰσήγαγε πρόφασις, ἀλλʼ ἡ
πρὸς τοὺς βασιλεῖς τῶν πατρικίων στάσις. ἀλλὰ τί ταῦτά σοι διαλέγομαι, ὡς χρηστῷ καὶ μετρίῳ πολίτῃ, ὃν ἅπαντες ἴσασιν οὗτοι σκαιὸν ὄντα διὰ γένος καὶ πικρὸν καὶ μισόδημον καὶ τὸ θηριῶδες ὑπὸ φύσεως οὐδέποτʼ ἐξημερῶσαι δυνάμενον, ἀλλʼ οὐχ ὁμόσε χωρῶ σοι τὰ ἔργα ἐπίπροσθεν ποιησάμενος τῶν λόγων, καὶ δείκνυμι, ὅσην ἰσχὺν ὁ δῆμος ἔχων λέληθέ σε, ὃν οὐκ ᾐσχύνθης ἀνέστιον καὶ ῥυπαρὸν καλῶν, καὶ ὅσον ἥδε ἡ ἀρχὴ δυναμένη, ἥν δε ὁ νόμος ἐκτρέπεσθαι καὶ εἴκειν ἀναγκάζει; παρεὶς δὲ καὶ αὐτὸς ἅπασαν εἰρωνείαν ἔργου ἕξομαι.