Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

30.3 ἐγὼ τὰς ἀνθρωπίνας πράξεις τάς τε δυστυχεῖς καὶ τὰς εὐτυχεῖς οὐκ ἐκ τῶν κατὰ μέρος ἔργων πολλῶν ὄντων καὶ ποικίλων ὁρῶ κρινομένας, ἀλλʼ ἐκ τοῦ τέλους· καὶ ὅταν μὲν τοῦτο χωρήσῃ κατὰ νοῦν, κἂν τὰ μεταξὺ πολλὰ ὄντα μὴ καθʼ ἡδονὰς γένηται, οὐδὲν ἧττον ἐπαινουμένας ὑπὸ πάντων ἀκούω καὶ ζηλουμένας καὶ τῆς ἀγαθῆς νομιζομένας τύχης· ὅταν δὲ πονηρὰς λάβωσι τελευτάς, καὶ ἐὰν ἅπαντα τὰ πρὸ τοῦ τέλους ἐκ τοῦ ῥᾴστου γένηται, οὐ τῇ σπουδαίᾳ τύχῃ
30.4 τῶν πραξάντων ἀποδιδομένας, ἀλλὰ τῇ κακῇ. τοῦτον δὴ τὸν σκοπὸν προιδόντες αὐτοὶ ἐξετάζετε καὶ τὴν ἐμὴν τύχην, ᾗ παρὰ τοὺς πολέμους κέχρημαι. καὶ ἐὰν μὲν εὕρητε ἡττημένον με ὑπὸ τῶν πολεμίων, πονηρὰν καλεῖτέ μου τὴν τύχην, ἐὰν δὲ κεκρατηκότα τῶν ἐχθρῶν, ἀγαθήν· περὶ μὲν οὖν τῆς τύχης, οὐκ ἀγνοῶν, ὅτι φορτικοὶ πάντες εἰσὶν οἱ περὶ αὐτῆς λέγοντες, ἔχων ἔτι πλείω λέγειν παύσομαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme