Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

29.5 τίνος οὖν ἀδικήματος ὑπεύθυνός εἰμι ὑμῖν; εἰ μὴ τὸ νικᾶν τοὺς πολεμίους ἐστὶν ὑμᾶς ἀδικεῖν. εἰ δʼ ἀποθανεῖν τισι τῶν στρατιωτῶν κατὰ τὴν μάχην εὐτυχῶς ἀγωνιζομένοις συνέπεσε, τί Σερουίλιος τὸν δῆμον ἀδικεῖ; οὐ γὰρ δὴ θεῶν τις ἐγγυητὴς τοῖς στρατηγοῖς τῆς ἁπάντων ψυχῆς τῶν ἀγωνιουμένων γίνεται, οὐδʼ ἐπὶ διακειμένοις καὶ ῥητοῖς τὰς ἡγεμονίας παραλαμβάνομεν, ὥσθʼ ἁπάντων κρατῆσαι τῶν πολεμίων καὶ μηδένα τῶν ἰδίων ἀποβαλεῖν. τίς γὰρ ἂν ὑπομείνειεν ἄνθρωπος ὢν ἅπαντα καὶ τὰ τῆς γνώμης καὶ τὰ τῆς τύχης εἰς ἑαυτὸν ἀναλαβεῖν; ἀλλὰ τὰ μεγάλα ἔργα μεγάλων ἀεὶ κινδύνων ὠνούμεθα.
30.1 καὶ οὐκ ἐμοὶ ταῦτα πρώτῳ πολεμίοις ὁμόσε χωρήσαντι συνέβη παθεῖν, ἅπασι δʼ ὡς εἰπεῖν, ὅσοι μάχας παρακεκινδυνευμένας σὺν ἐλάττοσι ταῖς σφετέραις δυνάμεσι πρὸς μείζονας τὰς τῶν ἐχθρῶν ἐποιήσαντο. ἐδίωξαν γὰρ ἤδη τινὲς ἐχθροὺς καὶ αὐτοὶ ἔφυγον καὶ ἀπέκτεινάν τε τῶν ἐναντίων πολλοὺς καὶ
30.2 ἀπώλεσαν ἔτι πλείους τῶν σφετέρων. ἐῶ γὰρ λέγειν, ὅτι πολλοὶ καὶ τὸ παράπαν ἡττηθέντες σὺν αἰσχύνῃ τε καὶ βλάβῃ μεγάλῃ ἀνέστρεψαν, ὧν οὐδεὶς τῆς τύχης δέδωκε δίκας· ἱκανὴ γὰρ ἡ συμφορά, καὶ τὸ μηδενὸς ἐπαίνου τυχεῖν, ὡς δʼ εἰ καὶ μηδὲν ἄλλο, μεγάλη τοῖς ἡγεμόσι καὶ χαλεπὴ ζημία. οὐ μὴν ἀλλʼ ἔγωγε τοσούτου δέω λέγειν, ὃ πάντες οἱ μέτριοι δίκαιον εἶναι φήσουσιν, ὡς οὐ δεῖ με τύχης εὐθύνας ὑπέχειν, ὥστʼ εἰ καὶ μηδεὶς ἄλλος τοιόνδε ἀγῶνα ὑπέμεινεν εἰσελθεῖν, ἐγὼ μόνος οὐ παραιτοῦμαι, ἀλλὰ συγχωρῶ τὴν τύχην ἐξετάζεσθαι τὴν ἐμὴν οὐχ ἧττον τῆς γνώμης, ἐκεῖνο προειπών·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme