Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

27.2 ἀλλʼ ὑπαχθεὶς ὁ ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτʼ εὐτυχὲς οὔτʼ εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρʼ ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα ἡ βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν ἀποθέμεναι.
27.3 οὐ μέντοι θανάτου γʼ αὐτὸν οἱ καταδικασάμενοι ἐτίμησαν, ἀλλʼ ἐκτίσματος, ὃ πρὸς μὲν τοὺς νῦν ἐξεταζόμενον βίους γέλωτος ἂν ἄξιον φανείη, τοῖς δὲ τότʼ ἀνθρώποις αὐτουργοῖς οὖσι καὶ πρὸς αὐτὰ τὰ ἀναγκαῖα ζῶσι, μάλιστα δʼ ἐκείνῳ τῷ ἀνδρὶ πενίαν κληρονομήσαντι παρὰ τοῦ πατρὸς ἀφειδὲς ἦν καὶ βαρύ, δισχιλίων ἀριθμὸς ἀσσαρίων. ἦν δʼ ἀσσάριον τότε χάλκεον νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ἑκκαίδεκα εἰς ὁλκὴν χαλκοῦ γενέσθαι.
27.4 καὶ τοῦτʼ ἐπίφθονον ἐφάνη τοῖς τότʼ ἀνθρώποις, καὶ ἐπανορθώσασθαι βουλόμενοι αὐτὸ τὰς μὲν χρηματικὰς ἔπαυσαν ζημίας, μετήνεγκαν δʼ εἰς προβάτων ἐκτίσματα καὶ βοῶν, τάξαντες καὶ τούτων ἀριθμὸν ταῖς ὕστερον ἐσομέναις ὑπὸ τῶν ἀρχόντων τοῖς ἰδιώταις ἐπιβολαῖς. ἐκ δὲ τῆς Μενηνίου καταδίκης ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ πατρίκιοι τῆς πρὸς τὸ δημοτικὸν ὀργῆς καὶ οὔτε τὴν κληρουχίαν ἐπέτρεπον ἔτι αὐτῷ ποιεῖσθαι,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme