Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

26.3 ἰδόντες δʼ αὐτοὺς εὐτρεπεῖς ὄντας οἱ Τυρρηνοὶ πρὸς τὸν ἀγῶνα σφόδρα ἐχάρησαν, ὡς ἑνὶ τῷ τότε κινδύνῳ κατὰ νοῦν χωρήσαντι τὴν Ῥωμαίων καθελοῦντες ἀρχήν, εἰδότες, ὅτι πᾶν, ὅσον ἦν κράτιστον στρατιωτικὸν αὐτῶν, εἰς τὸν ἀγῶνα ἐκεῖνον ὥρμητο, καὶ διʼ ἐλπίδος ἔχοντες, ἐν ᾗ πολὺ τὸ κοῦφον ἦν, ῥᾳδίως αὐτῶν κρατήσειν, ἐπειδὴ τὴν μετὰ Μενηνίου δύναμιν ἐν δυσχωρίαις παραταξαμένην σφίσιν ἐνίκησαν. γενομένης δʼ ἰσχυρᾶς καὶ πολυχρονίου μάχης πολλοὺς μὲν ἀποκτείναντες Ῥωμαίων, πολλῷ δʼ ἔτι πλείονας τῶν σφετέρων ἀποβαλόντες ἀνεχώρουν βάδην ἐπὶ τὸν χάρακα.
26.4 ὁ μὲν οὖν Οὐεργίνιος τὸ δεξιὸν κέρας ἔχων οὐκ εἴα διώκειν τοὺς σφετέρους, ἀλλʼ ἐπὶ τῷ κατορθώματι μένειν, ὁ δὲ Σερουίλιος ὁ τεταγμένος ἐπὶ θατέρου κέρως ἐδίωκε τοὺς καθʼ ἑαυτὸν ἑπόμενος ἄχρι πολλοῦ. ὡς δʼ ἐν τοῖς μετεώροις ἐγένετο, ὑποστρέψαντες οἱ Τυρρηνοί, καὶ τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησάντων, ἐνσείουσιν αὐτοῖς. οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον ἐγκλίνουσι τὰ νῶτα, καὶ κατὰ τοῦ λόφου διωκόμενοι σποράδες ἀπώλλυντο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme