Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

24.3 σέλας καὶ δόξαν ἐμπιμπραμένης πόλεως παρασχεῖν. καὶ εἰ τότε οἱ Τυρρηνοὶ τῶν ἐκ τοῦ χάρακος ὠφελειῶν ὑπεριδόντες ἐκ ποδὸς τοῖς φεύγουσιν ἠκολούθησαν, ἅπασʼ ἂν διέφθαρτο ἡ στρατεύσασα ἐπʼ αὐτοὺς δύναμις, νῦν δὲ πρὸς ἁρπαγάς τε τῶν ἐγκαταλειφθέντων ἐν τῷ χάρακι τραπόμενοι καὶ ἀναπαύσει τὰ σώματα δόντες μεγάλου αὐχήματος ἑαυτοὺς ἐστέρησαν. τῇ δʼ ἑξῆς ἡμέρᾳ τὰς δυνάμεις ἄγοντες ἐπὶ τὴν Ῥώμην καὶ σταδίους ἀμφὶ τοὺς ἑκκαίδεκα ἀποσχόντες ὄρος, ἐξ οὗ σύνοπτός ἐστιν ἡ Ῥώμη, τὸ καλούμενον Ἰάνικλον, καταλαμβάνονται, ὅθεν ὁρμώμενοι τὴν Ῥωμαίων χώραν ἦγόν τε καὶ ἔφερον ἀκώλυτοι κατὰ πολλὴν τῶν ἔνδον ὑπεροψίαν, μέχρι τοῦ παραγενέσθαι τὸν ἕτερον τῶν ὑπάτων Ὁράτιον ἄγοντα τὴν ἐν Οὐολούσκοις δύναμιν.
24.4 τότε δὴ ἐν τῷ ἀσφαλεῖ Ῥωμαῖοι νομίσαντες εἶναι καὶ τὴν ἐν τῇ πόλει νεότητα καθοπλίσαντες ἐξῆλθον εἰς τὴν ὕπαιθρον. ὡς δὲ τήν τε πρώτην μάχην ἀπὸ σταδίων ὀκτὼ τῆς πόλεως ποιησάμενοι παρὰ τὸ τῆς Ἐλπίδος ἱερὸν ἐνίκησάν τε καὶ ἀπεώσαντο τοὺς ἀντιταξαμένους, καὶ μετὰ ταύτην αὖθις ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων παρὰ ταῖς Κολλίναις καλουμέναις πύλαις ποιησάμενοι λαμπρῶς ἠγωνίσαντο, καὶ ἀνέπνευσαν ἐκ τοῦ δέους, καὶ τὸ ἔτος τοῦτʼ ἐτελεύτα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme