Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

22.3 εἰ δὲ δὴ καὶ τοῦτο θείη τις, ἀλλʼ ἐκεῖνό γʼ οὐκ ἂν ἔτι συγχωρήσειε, τὸ μηδʼ ἀδελφοὺς αὐτῶν εἶναί τισιν ἡλικίαν ἔτι παίδων ἔχοντας. μύθοις γὰρ δὴ ταῦτά γε καὶ πλάσμασιν ἔοικε θεατρικοῖς. οἱ δὲ πατέρες αὐτῶν, ὅσοι παῖδας ἔτι ποιεῖν εἶχον ἡλικίαν, τοσαύτης κατασχούσης τὸ γένος ἐρημίας οὐκ ἂν ἑκόντες τε καὶ ἄκοντες ἑτέρους παῖδας ἐποιήσαντο, ἵνα μήτε ἱερὰ ἐκλειφθῇ πατρῷα μήτε δόξα τηλικαύτη διαφθαρῇ γένους;
22.4 εἰ μὴ ἄρα οὐδὲ πατέρες αὐτῶν τισιν ἐλείποντο, ἀλλὰ πάντα εἰς ταὐτὸ συνῆλθεν ἐπὶ τῶν ἓξ καὶ τριακοσίων ἀνδρῶν ἐκείνων τὰ ἀδύνατα· μὴ παῖδας αὐτοῖς καταλειφθῆναι νηπίους, μὴ γυναῖκας ἐγκύους, μὴ ἀδελφοὺς ἀνήβους, μὴ πατέρας ἐν ἀκμῇ. ταύτῃ μὲν δὴ τὸν λόγον ἐξετάζων οὐκ ἀληθῆ νενόμικα,
22.5 ἐκεῖνον δʼ ἀληθῆ· τῶν τριῶν ἀδελφῶν, Καίσωνός τε καὶ Κοίντου καὶ Μάρκου τῶν ὑπατευσάντων τὰς συνεχεῖς ἑπτὰ ὑπατείας, ἐγκαταλειφθῆναι πείθομαι Μάρκῳ παιδίον, καὶ τοῦτʼ εἶναι τὸ λεγόμενον ἐκ τοῦ Φαβίων οἴκου λοιπόν.
22.6 οὐδὲν δὲ κωλύει τῷ μηκέτι τῶν ἄλλων ἐπιφανῆ τινα καὶ λαμπρὸν ἔξω τοῦ ἑνὸς τοῦδε ἀνδρωθέντος γενέσθαι ταύτην παραστῆναι τοῖς πολλοῖς τὴν δόξαν, ὅτι μόνος ἐκεῖνος ἐκ τοῦ Φαβίων γένους ἐστὶ λοιπός· οὐχ ὡς μηδενὸς ἄλλον ὄντος, ἀλλʼ ὡς μηδενὸς ἐκείνοις ὁμοίου, ἀρετῇ τεκμαιρομένοις τὸ συγγενές, οὐ φύσει· καὶ περὶ μὲν τούτων ταῦθʼ ἱκανά.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme