Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

 
οἱ γοῦν Τυρρηνοὶ τούς τʼ ἄνδρας διαφθείραντες καὶ τὸ ἐν τῇ Κρεμέρᾳ φρούριον παραλαβόντες ἐπὶ τὴν ἄλλην στρατιὰν τῶν Ῥωμαίων ἦγον τὰς δυνάμεις. ἔτυχε δʼ οὐ μακρὰν κατεστρατοπεδευκὼς ὁ ἕτερος τῶν ὑπάτων Μενήνιος οὐκ ἐν ἀσφαλεῖ χωρίῳ· καὶ ὅτε ἡ Φαβίων συγγένεια καὶ τὸ πελατικὸν αὐτῶν ἀπώλλυντο, τριάκοντά που σταδίους ἀπεῖχεν ἀφʼ οὗ τὸ πάθος ἐγένετο τόπου, δόξαν τʼ οὐκ ὀλίγοις παρέσχε, γνοὺς ἐν οἵοις κακοῖς ἦσαν οἱ Φάβιοι, μηδεμίαν αὐτῶν ποιήσασθαι φροντίδα τῆς τʼ ἀρετῆς καὶ
 
δόξης τοῖς ἀνδράσι φθονῶν. τοιγαροῦν μετὰ ταῦθʼ ὑπαχθεὶς ὑπὸ τῶν δημάρχων εἰς δίκην ἐπὶ ταύτῃ μάλιστα τῇ αἰτίᾳ ἑάλω. σφόδρα γὰρ ἐπένθησεν ἡ Ῥωμαίων πόλις ἀνδρῶν τοσούτων καὶ τοιούτων ἀρετὰς ἀποκειραμένη, καὶ πρὸς ἅπαν τὸ δόξαν αὐτοῖς αἴτιον γεγονέναι τῆς τοιαύτης συμφορᾶς πικρῶς καὶ ἀπαραιτήτως εἶχεν· τὴν δʼ ἡμέραν ἐκείνην, ἐν ᾗ τὸ πάθος ἐγένετο, μέλαινάν τε καὶ ἀποφράδα τίθεται, καὶ οὐδενὸς ἂν ἔργου ἐν ταύτῃ χρηστοῦ ἄρξαιτο, τὴν τότε συμβᾶσαν αὐτῇ τύχην ὀττευομένη.
 
ὡς δὲ πλησίον ἐγένοντο τῶν Ῥωμαίων οἱ Τυρρηνοί, συνιδόντες αὐτῶν τὸ στρατόπεδον — ἦν δʼ ὑπὸ λαγόνι κείμενον ὄρους — τῆς τʼ ἀπειρίας τοῦ στρατηγοῦ κατεφρόνησαν, καὶ τὸ δοθὲν ὑπὸ τῆς τύχης πλεονέκτημα ἀγαπητῶς ἔλαβον. καὶ αὐτίκα τοὺς ἱππεῖς ἀναλαβόντες κατὰ τὴν ἑτέραν πλευρὰν τοῦ λόφου οὐδενὸς κωλύοντος ἀνέβησαν ἐπὶ τὴν κορυφήν. καταλαβόμενοι δὲ τὸν ὑπὲρ κεφαλῆς τῶν Ῥωμαίων κόρυμβον ἔθεντο ἐν τούτῳ τὰ ὅπλα, καὶ τὴν ἄλλην δύναμιν ἀσφαλῶς ἀναβιβάσαντες ὑψηλῷ χάρακι καὶ βαθείᾳ τάφρῳ τὴν παρεμβολὴν ὠχυρώσαντο.
 
εἰ μὲν οὖν συνιδὼν ὁ Μενήνιος, οἷον ἔδωκε πλεονέκτημα τοῖς πολεμίοις, μετέγνω τε τὴν ἁμαρτάδα καὶ εἰς ἀσφαλέστερον ἀπήγαγε χωρίον τὴν στρατιάν, σοφὸς ἂν ἦν, νῦν δὲ διʼ αἰσχύνης λαμβάνων τὸ δοκεῖν ἡμαρτηκέναι καὶ τὸ αὔθαδες πρὸς τοὺς μεταδιδάσκοντας φυλάττων, μετὰ αἰσχύνης ἄξιον πτῶμα ἔπεσεν.
 
οἷα γὰρ ἐξ ὑπερδεξίων αὐτοῦ τόπων οἱ πολέμιοι τὰς ἐξόδους ἑκάστοτε ποιούμενοι πολλὰ ἐπλεονέκτουν, ἀγοράς τʼ αὐτῶν ἀγομένας ὑπὸ τῶν ἐμπόρων ἁρπάζοντες, καὶ τοῖς ἐπὶ χιλὸν ἢ ὕδωρ ἐκπορευομένοις ἐπιτιθέμενοι· καὶ περιειστήκει τῷ μὲν ὑπάτῳ μήτε καιροῦ εἶναι κυρίῳ, ἐν ᾧ τὸν ἀγῶνα ἔμελλε ποιεῖσθαι, μήτε τόπου, ἃ δοκεῖ μεγάλα εἶναι κατηγορήματα ἡγεμόνων στρατηγίας ἀπείρων· τοῖς δὲ Τυρρηνοῖς ἀμφότερα, ὡς ἐβούλοντο,
 
εἶχε ταῦτα. καὶ οὐδὲ τότʼ ἀπαναστῆσαι τὴν στρατιὰν ὁ Μενήνιος ὑπέμεινεν, ἀλλʼ ἐξαγαγὼν παρέταξεν ὡς εἰς μάχην, καταφρονήσας τῶν τὰ συμφέροντα ὑποτιθεμένων. καὶ οἱ Τυρρηνοὶ τὴν ἄνοιαν τοῦ στρατηγοῦ μέγα εὐτύχημα ἡγησάμενοι κατέβαινον ἐκ τοῦ χάρακος οὐκ ἐλάττους ἢ διπλάσιοι τῶν πολεμίων ὄντες.
 
ὡς δὲ συνέπεσον ἀλλήλοις, φόνος ἐγίγνετο τῶν Ῥωμαίων πολὺς οὐ δυναμένων ἐν τῇ τάξει μένειν. ἐξεώθουν γὰρ αὐτοὺς οἱ Τυρρηνοὶ τοῦ τε χωρίου τὴν φύσιν ἔχοντες σύμμαχον καὶ τῶν ἐφεστηκότων κατόπιν — ἐτάξαντο γὰρ ἐπὶ βάθος — ἐμπτώσει πολλῇ συνεργούμενοι. πεσόντων δὲ τῶν ἐπιφανεστάτων λοχαγῶν, ἡ λοιπὴ τῶν Ῥωμαίων δύναμις ἐγκλίνασα ἔφευγεν ἐπὶ τὸν χάρακα· οἱ δʼ ἠκολούθουν, καὶ τάς τε σημαίας αὐτῶν ἀφαιροῦνται καὶ τοὺς τραυματίας συλλαμβάνουσι καὶ τῶν νεκρῶν γίνονται κύριοι. καὶ
 
κατακλείσαντες αὐτοὺς εἰς πολιορκίαν καὶ διʼ ὅλης τῆς λοιπῆς ἡμέρας προσβολὰς ποιησάμενοι πολλὰς καὶ οὐδὲ τὴν νύκτα ἀφέντες αἱροῦσι τὸν χάρακα ἐκλιπόντων αὐτὸν τῶν ἔνδον, καὶ γίνονται πολλῶν σωμάτων τε καὶ χρημάτων ἐγκρατεῖς· οὐδὲ γὰρ ἀποσκευάσασθαι δύναμιν ἔσχον οἱ φεύγοντες, ἀλλʼ ἀγαπητῶς αὐτὰ τὰ σώματα διέσωσαν, οὐδὲ τὰ ὅπλα πολλοὶ φυλάττοντες.
 
οἱ δʼ ἐν τῇ Ῥώμῃ τήν τʼ ἀπώλειαν τῶν σφετέρων καὶ τὴν ἅλωσιν τοῦ χάρακος μαθόντες — ἧκον γὰρ οἱ πρῶτοι διασωθέντες ἐκ τῆς τροπῆς πολλῆς ἔτι νυκτὸς οὔσης — εἰς μέγαν θόρυβον ὥσπερ εἰκὸς κατέστησαν· καὶ ὡς αὐτίκα δὴ μάλα τῶν πολεμίων ἐπὶ σφᾶς ἐλευσομένων ἁρπάσαντες τὰ ὅπλα, οἱ μὲν τὰ τείχη περιεστεφάνουν, οἱ δὲ πρὸ τῶν πυλῶν ἐτάξαντο, οἱ δὲ τὰ μετέωρα τῆς πόλεως κατελαμβάνοντο.
 
ἦν δὲ δρόμος ἄτακτος ἀνὰ τὴν πόλιν ὅλην καὶ βοὴ συμμιγής, καὶ ἐπὶ τοῖς τέγεσι τῶν οἴκων εἰς ἀλκὴν καὶ ἀγῶνα εὐτρεπὴς ὁ κατοικίδιος ὄχλος, πυρσοί τε συνεχεῖς, οἷα δὴ ἐν νυκτὶ καὶ σκοταίᾳ ταύτῃ, ὑπὸ λαμπάδων καὶ ἀπὸ τεγῶν τοσοῦτοι τὸ πλῆθος ᾔροντο, ὥστε συναφὲς εἶναι δοκεῖν τοῖς πρόσωθεν ὁρῶσι τὸ
 
σέλας καὶ δόξαν ἐμπιμπραμένης πόλεως παρασχεῖν. καὶ εἰ τότε οἱ Τυρρηνοὶ τῶν ἐκ τοῦ χάρακος ὠφελειῶν ὑπεριδόντες ἐκ ποδὸς τοῖς φεύγουσιν ἠκολούθησαν, ἅπασʼ ἂν διέφθαρτο ἡ στρατεύσασα ἐπʼ αὐτοὺς δύναμις, νῦν δὲ πρὸς ἁρπαγάς τε τῶν ἐγκαταλειφθέντων ἐν τῷ χάρακι τραπόμενοι καὶ ἀναπαύσει τὰ σώματα δόντες μεγάλου αὐχήματος ἑαυτοὺς ἐστέρησαν. τῇ δʼ ἑξῆς ἡμέρᾳ τὰς δυνάμεις ἄγοντες ἐπὶ τὴν Ῥώμην καὶ σταδίους ἀμφὶ τοὺς ἑκκαίδεκα ἀποσχόντες ὄρος, ἐξ οὗ σύνοπτός ἐστιν ἡ Ῥώμη, τὸ καλούμενον Ἰάνικλον, καταλαμβάνονται, ὅθεν ὁρμώμενοι τὴν Ῥωμαίων χώραν ἦγόν τε καὶ ἔφερον ἀκώλυτοι κατὰ πολλὴν τῶν ἔνδον ὑπεροψίαν, μέχρι τοῦ παραγενέσθαι τὸν ἕτερον τῶν ὑπάτων Ὁράτιον ἄγοντα τὴν ἐν Οὐολούσκοις δύναμιν.
 
τότε δὴ ἐν τῷ ἀσφαλεῖ Ῥωμαῖοι νομίσαντες εἶναι καὶ τὴν ἐν τῇ πόλει νεότητα καθοπλίσαντες ἐξῆλθον εἰς τὴν ὕπαιθρον. ὡς δὲ τήν τε πρώτην μάχην ἀπὸ σταδίων ὀκτὼ τῆς πόλεως ποιησάμενοι παρὰ τὸ τῆς Ἐλπίδος ἱερὸν ἐνίκησάν τε καὶ ἀπεώσαντο τοὺς ἀντιταξαμένους, καὶ μετὰ ταύτην αὖθις ἑτέρᾳ πλείονι δυνάμει τῶν Τυρρηνῶν ἐπελθόντων παρὰ ταῖς Κολλίναις καλουμέναις πύλαις ποιησάμενοι λαμπρῶς ἠγωνίσαντο, καὶ ἀνέπνευσαν ἐκ τοῦ δέους, καὶ τὸ ἔτος τοῦτʼ ἐτελεύτα.
 
τῷ δʼ ἑξῆς ἔτει περὶ τὰς θερινὰς μάλιστα τροπὰς Σεξτιλίου μηνὸς παραλαμβάνουσι τὴν ὑπατείαν ἄνδρες ἔμπειροι πολέμων Σερούιός τε Σερουίλιος καὶ Αὖλος Οὐεργίνιος, οἷς ὁ πρὸς τοὺς Τυρρηνοὺς πόλεμος καίτοι μέγας καὶ χαλεπὸς ὢν χρυσὸς ἐφαίνετο παρὰ τὸν ἐντὸς τείχους ἐξεταζόμενος. ἀσπόρου γὰρ τῆς χώρας ἐν τῷ παρελθόντι χειμῶνι διὰ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον ὄρους καὶ τὰς συνεχεῖς καταδρομὰς γενομένης, καὶ οὐδὲ τῶν ἐμπόρων ἔτι τὰς ἔξωθεν ἐπεισαγόντων ἀγορὰς σπάνις ἰσχυρὰ σίτου τὴν Ῥώμην κατέσχε μεστὴν οὖσαν ὄχλου τοῦ τε κατοικιδίου καὶ
 
τοῦ συνερρυηκότος ἐκ τῶν ἀγρῶν. τῶν μὲν γὰρ ἐν ἥβῃ πολιτῶν ὑπὲρ τὰς ἕνδεκα μυριάδας ἦσαν, ὡς ἐκ τῆς ἔγγιστα τιμήσεως εὑρέθη, γυναικῶν δὲ καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ παίδων καὶ τῆς οἰκετικῆς θεραπείας ἐμπόρων τε καὶ ἐργαζομένων τὰς βαναύσους τέχνας μετοίκων — οὐδενὶ γὰρ ἐξῆν Ῥωμαίων οὔτε κάπηλον οὔτε χειροτέχνην βίον ἔχειν — οὐκ ἔλαττον ἢ τριπλάσιον τοῦ πολιτικοῦ πλήθους· οὓς οὐκ ἦν παραμυθήσασθαι ῥᾴδιον ἀγανακτοῦντας ἐπὶ τῷ πάθει καὶ συντρέχοντας εἰς τὴν ἀγορὰν καὶ καταβοῶντας τῶν ἐν τοῖς τέλεσιν, ἐπί τε τὰς οἰκίας τῶν πλουσίων κατὰ πλῆθος ὠθουμένους, καὶ διαρπάζειν ἐπιχειροῦντας ἄτερ ὠνῆς τὰς ἀποκειμένας αὐτοῖς τροφάς.
 
οἱ δὲ δήμαρχοι συνάγοντες αὐτοὺς εἰς ἐκκλησίαν καὶ κατηγοροῦντες τῶν πατρικίων ὡς αἰεί τι κακὸν ἐπὶ τοῖς πένησι μηχανωμένων, καὶ πάνθʼ, ὅσα πώποτε δεινὰ συνέβη κατὰ τὴν ἀτέκμαρτόν τε καὶ ἀφύλακτον ἀνθρώποις τύχην, ἐκείνων ἔργα λέγοντες,
 
ὑβριστὰς εἶναι πικροὺς ἐξειργάσαντο. τοιούτοις συνεχόμενοι κακοῖς οἱ ὕπατοι πέμπουσι τοὺς συνωνησομένους σῖτον ἐκ τῶν σύνεγγυς τόπων μετὰ πολλῶν χρημάτων, καὶ τὸν ἐν ταῖς οἰκίαις ἔταξαν εἰς τὸ δημόσιον ἀναφέρειν τοὺς εἰς τὸν ἑαυτῶν βίον πλείονα τοῦ μετρίου παραθεμένους, τιμὴν ὁρίσαντες ἀποχρῶσαν. ταῦτα δὴ καὶ ἄλλα πολλὰ μηχανώμενοι τοιαῦτα ἐπέσχον τῶν πενήτων τὰς παρανομίας καὶ ἀναστροφὴν ἔλαβον τῆς εἰς τὸν πόλεμον παρασκευῆς.
 
ἐπεὶ δʼ αἱ μὲν ἔξωθεν ἐβράδυνον ἀγοραί, τὰ δʼ ἐντὸς τείχους τροφῆς ἐχόμενα πάντα κατανάλωτο, ἀποστροφὴ δὲ τῶν κακῶν οὐδεμία ἦν ἑτέρα, ἀλλὰ δυεῖν θάτερον ἐχρῆν, ἢ τοὺς πολεμίους ἐκβαλεῖν ἐκ τῆς χώρας ἁπάσῃ δυνάμει παρακινδυνεύσαντας, ἢ τειχήρεις μένοντας ὑπὸ λιμοῦ τε καὶ στάσεως διαφθαρῆναι, τὸ κουφότερον αἱρούμενοι τῶν κακῶν ἔγνωσαν ὁμόσε χωρεῖν τοῖς ἐκ τῶν πολεμίων δεινοῖς.
 
προαγαγόντες δὲ τὰς δυνάμεις ἐκ τῆς πόλεως περὶ μέσας νύκτας διέβησαν τὸν ποταμὸν ἐπὶ σχεδίαις καί, πρὶν ἡμέραν λαμπρὰν γενέσθαι, πλησίον τῶν πολεμίων κατεστρατοπέδευσαν. τῇ δʼ ἑξῆς ἡμέρᾳ προελθόντες ἔταξαν ὡς εἰς μάχην τὸν στρατόν. εἶχε δὲ τὸ μὲν δεξιὸν τῶν κεράτων Οὐεργίνιος, τὸ δʼ εὐώνυμον Σερουίλιος.
 
ἰδόντες δʼ αὐτοὺς εὐτρεπεῖς ὄντας οἱ Τυρρηνοὶ πρὸς τὸν ἀγῶνα σφόδρα ἐχάρησαν, ὡς ἑνὶ τῷ τότε κινδύνῳ κατὰ νοῦν χωρήσαντι τὴν Ῥωμαίων καθελοῦντες ἀρχήν, εἰδότες, ὅτι πᾶν, ὅσον ἦν κράτιστον στρατιωτικὸν αὐτῶν, εἰς τὸν ἀγῶνα ἐκεῖνον ὥρμητο, καὶ διʼ ἐλπίδος ἔχοντες, ἐν ᾗ πολὺ τὸ κοῦφον ἦν, ῥᾳδίως αὐτῶν κρατήσειν, ἐπειδὴ τὴν μετὰ Μενηνίου δύναμιν ἐν δυσχωρίαις παραταξαμένην σφίσιν ἐνίκησαν. γενομένης δʼ ἰσχυρᾶς καὶ πολυχρονίου μάχης πολλοὺς μὲν ἀποκτείναντες Ῥωμαίων, πολλῷ δʼ ἔτι πλείονας τῶν σφετέρων ἀποβαλόντες ἀνεχώρουν βάδην ἐπὶ τὸν χάρακα.
 
ὁ μὲν οὖν Οὐεργίνιος τὸ δεξιὸν κέρας ἔχων οὐκ εἴα διώκειν τοὺς σφετέρους, ἀλλʼ ἐπὶ τῷ κατορθώματι μένειν, ὁ δὲ Σερουίλιος ὁ τεταγμένος ἐπὶ θατέρου κέρως ἐδίωκε τοὺς καθʼ ἑαυτὸν ἑπόμενος ἄχρι πολλοῦ. ὡς δʼ ἐν τοῖς μετεώροις ἐγένετο, ὑποστρέψαντες οἱ Τυρρηνοί, καὶ τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησάντων, ἐνσείουσιν αὐτοῖς. οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον ἐγκλίνουσι τὰ νῶτα, καὶ κατὰ τοῦ λόφου διωκόμενοι σποράδες ἀπώλλυντο.
 
μαθὼν δὲ Οὐεργίνιος, ἐν οἵαις ἦν τύχαις ἡ τὸ ἀριστερὸν κέρας κατέχουσα στρατιά, πᾶσαν ἔχων τὴν δύναμιν ἐν τάξει πλαγίαν ἦγε διὰ τοῦ ὄρους ὁδόν. γενόμενος δὲ κατὰ νώτου τῶν διωκόντων τοὺς σφετέρους, μέρος μέν τι ταύτῃ καταλείπει τῆς στρατιᾶς κωλύσεως ἕνεκεν τῶν ἐκ τοῦ χάρακος ἐπιβοηθησόντων, τὸ δὲ λοιπὸν αὐτὸς ἄγων ἐπεφέρετο τοῖς πολεμίοις. ἐν δὲ τούτῳ καὶ οἱ μετὰ τοῦ Σερουιλίου θαρσήσαντες τῇ παρουσίᾳ τῶν σφετέρων ὑποστρέφουσί τε καὶ καταστάντες ἐμάχοντο. κυκλωθέντες δʼ ὑπʼ ἀμφοῖν οἱ Τυρρηνοὶ καὶ οὔτε πρόσω διεκπορευθῆναι δυνάμενοι διὰ τοὺς ὁμόσε χωροῦντας, οὔτʼ ὀπίσω φεύγειν ἐπὶ τὸν χάρακα διὰ τοὺς κατόπιν ἐπιόντας, οὐκ ἀνάνδρως,
 
ἀτυχῶς δʼ οἱ πλείους κατεκόπησαν. γενομένης δʼ οἰκτρᾶς νίκης περὶ τοὺς Ῥωμαίους, καὶ οὐ παντάπασιν εὐτυχὲς τέλος εἰληφότος τοῦ ἀγῶνος οἱ μὲν ὕπατοι πρὸ τῶν νεκρῶν καταστρατοπεδευσάμενοι τὴν ἐπιοῦσαν νύκτα ηὐλίσαντο, οἱ δὲ κατέχοντες τὸ Ἰάνικλον Τυρρηνοί, ἐπειδὴ οὐδεμία παρὰ τῶν οἴκοθεν ἤρχετο ἐπικουρία, καταλιπεῖν ἔκριναν τὸ φρούριον, καὶ ἀναστρατοπεδεύσαντες νυκτὸς ἀπῆραν εἰς τὴν Οὐιεντανῶν πόλιν ἐγγυτάτω σφίσι τῶν Τυρρηνίδων πόλεων κειμένην.
 
τοῦ δὲ χάρακος αὐτῶν οἱ Ῥωμαῖοι κρατήσαντες τά τε χρήματα διαρπάζουσιν, ὅσα ὑπελείποντο ἀδύνατα ὄντα ἐν φυγῇ φέρεσθαι, καὶ τραυματίας λαμβάνουσι πολλούς, τοὺς μὲν ἐν ταῖς σκηναῖς ἀπολειφθέντας, τοὺς δʼ ἀνὰ τὴν ὁδὸν ἅπασαν ἐστρωμένους.
 
ἀντείχοντο γάρ τινες γλιχόμενοι τῆς οἴκαδε ὁδοῦ καὶ διεκαρτέρουν παρὰ δύναμιν ἀκολουθοῦντες, εἶτα βαρυνομένων αὐτοῖς τῶν μελῶν ἡμιθνῆτες κατέρρεον ἐπὶ τὴν γῆν· οὓς οἱ τῶν Ῥωμαίων ἱππεῖς ἐπὶ πολὺ τῆς ὁδοῦ προελθόντες ἀνείλοντο· καὶ ἐπειδὴ οὐδὲν ἔτι πολέμιον ἦν καθελόντες τὸ φρούριον καὶ τὰ λάφυρα ἄγοντες ἧκον εἰς τὴν πόλιν, τὰ σώματα τῶν ἐν τῇ μάχῃ τελευτησάντων κομίσαντες οἰκτρὰν ὄψιν ἅπασι τοῖς πολίταις διὰ πλῆθός
 
τε καὶ ἀρετὴν τῶν ἀπολομένων. ὥσθʼ ὁ μὲν δῆμος οὔθʼ ἑορτάζειν ὡς καλὸν ἀγῶνα κατορθώσας ἠξίου, οὔτε πενθεῖν ὡς ἐπὶ μεγάλῃ καὶ ἀνηκέστῳ συμφορᾷ· ἡ δὲ βουλὴ τοῖς μὲν θεοῖς τὰς ἀναγκαίους ἐψηφίσατο θυσίας, τὴν δʼ ἐπινίκιον τοῦ θριάμβου πομπὴν οὐκ ἐπέτρεψε ποιήσασθαι τοῖς ὑπάτοις. μετʼ οὐ πολλὰς δʼ ἡμέρας ἀγορᾶς ἐπλήσθη παντοδαπῆς ἡ πόλις τῶν τε δημοσίᾳ πεμφθέντων καὶ τῶν εἰωθότων ἐμπορεύεσθαι πολὺν εἰσαγαγόντων σῖτον, ὥστʼ ἐν τῇ προτέρᾳ πάντας εὐετηρίᾳ γενέσθαι.
 
καταλυθέντων δὲ τῶν ὑπαιθρίων πολέμων ἡ πολιτικὴ στάσις αὖθις ἀνεκαίετο τῶν δημάρχων πάλιν ταραττόντων τὸ πλῆθος, καὶ τὰ μὲν ἄλλα πολιτεύματα διεσκέδασαν αὐτῶν ἀντιταττόμενοι πρὸς ἕκαστον οἱ πατρίκιοι, τὴν δὲ κατὰ Μενηνίου δίκην τοῦ νεωστὶ ὑπατεύσαντος καίτοι πολλὰ πραγματευθέντες ἀδύνατοι ἐγένοντο διαλῦσαι·
 
ἀλλʼ ὑπαχθεὶς ὁ ἀνὴρ εἰς δίκην ὑπὸ δυεῖν δημάρχων Κοίντου Κωνσιδίου καὶ Τίτου Γενυκίου, καὶ λόγον ἀπαιτούμενος τῆς στρατηγίας τοῦ πολέμου τέλος οὔτʼ εὐτυχὲς οὔτʼ εὐπρεπὲς λαβούσης, μάλιστα δὲ διαβαλλόμενος ἐπὶ τῷ Φαβίων ὀλέθρῳ καὶ τῇ Κρεμέρας ἁλώσει, δικάζοντος τοῦ δημοτικοῦ ὄχλου κατὰ φυλάς, οὐ παρʼ ὀλίγας ψήφους ὦφλεν, υἱὸς ὢν Ἀγρίππα Μενηνίου τοῦ καταγαγόντος ἐκ τῆς φυγῆς τὸν δῆμον καὶ διαλλάξαντος πρὸς τοὺς πατρικίους, ὃν ἀποθανόντα ἡ βουλὴ ἐκ τῶν δημοσίων χρημάτων λαμπροτάταις ἐκόσμησε ταφαῖς, αἱ δὲ γυναῖκες αἱ Ῥωμαίων ἐνιαύσιον ἐπένθησαν χρόνον πορφύραν καὶ χρυσὸν ἀποθέμεναι.
 
οὐ μέντοι θανάτου γʼ αὐτὸν οἱ καταδικασάμενοι ἐτίμησαν, ἀλλʼ ἐκτίσματος, ὃ πρὸς μὲν τοὺς νῦν ἐξεταζόμενον βίους γέλωτος ἂν ἄξιον φανείη, τοῖς δὲ τότʼ ἀνθρώποις αὐτουργοῖς οὖσι καὶ πρὸς αὐτὰ τὰ ἀναγκαῖα ζῶσι, μάλιστα δʼ ἐκείνῳ τῷ ἀνδρὶ πενίαν κληρονομήσαντι παρὰ τοῦ πατρὸς ἀφειδὲς ἦν καὶ βαρύ, δισχιλίων ἀριθμὸς ἀσσαρίων. ἦν δʼ ἀσσάριον τότε χάλκεον νόμισμα βάρος λιτριαῖον, ὥστε τὸ σύμπαν ὄφλημα ταλάντων ἑκκαίδεκα εἰς ὁλκὴν χαλκοῦ γενέσθαι.
 
καὶ τοῦτʼ ἐπίφθονον ἐφάνη τοῖς τότʼ ἀνθρώποις, καὶ ἐπανορθώσασθαι βουλόμενοι αὐτὸ τὰς μὲν χρηματικὰς ἔπαυσαν ζημίας, μετήνεγκαν δʼ εἰς προβάτων ἐκτίσματα καὶ βοῶν, τάξαντες καὶ τούτων ἀριθμὸν ταῖς ὕστερον ἐσομέναις ὑπὸ τῶν ἀρχόντων τοῖς ἰδιώταις ἐπιβολαῖς. ἐκ δὲ τῆς Μενηνίου καταδίκης ἀφορμὴν αὖθις εἰλήφεσαν οἱ πατρίκιοι τῆς πρὸς τὸ δημοτικὸν ὀργῆς καὶ οὔτε τὴν κληρουχίαν ἐπέτρεπον ἔτι αὐτῷ ποιεῖσθαι,
 
οὔτʼ ἄλλο ἐβούλοντο ἐνδιδόναι μαλακὸν οὐδέν. μετʼ οὐ πολὺ δὲ καὶ τῷ δήμῳ μετέμελε τῶν δεδικασμένων, ἐπειδὴ τὴν τελευτὴν τοῦ ἀνδρὸς ἐπύθετο· οὐδὲ γὰρ εἰς ἀνθρώπων ἔτι συνῆλθεν ὁμιλίας, οὐδʼ ἐν δημοσίῳ τινὶ πρὸς οὐδενὸς ὤφθη τόπῳ, ἐξόν τʼ αὐτῷ τὴν ζημίαν ἐκτίσαντι μηδενὸς ἀπελαύνεσθαι τῶν καινῶν — ἕτοιμοι γὰρ ἦσαν οὐκ ὀλίγοι τῶν ἐπιτηδείων αὐτοῦ τὴν καταδίκην ἀπαριθμεῖν — οὐκ ἠξίωσεν, ἀλλὰ θανάτου τὴν συμφορὰν τιμησάμενος οἴκοι μένων καὶ οὐδένα προσιέμενος ὑπό τʼ ἀθυμίας καὶ σίτων ἀποχῆς μαρανθεὶς ἀπέστη τοῦ βίου. καὶ τὰ μὲν ἐν τούτῳ πραχθέντα τῷ ἐνιαυτῷ τοιάδε ἦν.
 
Ποπλίου δὲ Οὐαλερίου Ποπλικόλα καὶ Γαίου Ναυτίου παραλαβόντων τὴν ἀρχὴν ἕτερος ἀνὴρ πάλιν τῶν πατρικίων Σερούιος Σερουίλιος, ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει, μετʼ οὐ πολὺν ἢ τὴν ἀρχὴν ἀποθέσθαι χρόνον εἰς τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα ἤχθη. οἱ δὲ προθέντες αὐτῷ τὴν ἐν τῷ δήμῳ δίκην δύο τῶν δημάρχων ἦσαν, Λεύκιος Καιδίκιος καὶ Τῖτος Στάτιος, οὐκ ἀδικήματος, ἀλλὰ τύχης ἀπαιτοῦντες λόγον, ὅτι κατὰ τὴν πρὸς Τυρρηνοὺς μάχην ὠσάμενος ἐπὶ τὸν χάρακα τῶν πολεμίων ὁ ἀνὴρ θρασύτερον μᾶλλον ἢ φρονιμώτερον, ἐδιώχθη τε ὑπὸ τῶν ἔνδον ἀθρόων ἐπεξελθόντων καὶ τὴν κρατίστην νεότητα ἀπέβαλεν.
 
οὗτος ὁ ἀγὼν ἁπάντων ἐφάνη τοῖς πατρικίοις ἀγώνων βαρύτατος, ἠγανάκτουν τε συνιόντες πρὸς ἀλλήλους καὶ δεινὸν ἐποιοῦντο, εἰ τὰς εὐτολμίας τῶν στρατηγῶν καὶ τὸ μηδένα κίνδυνον ὀκνεῖν, ἐὰν ἐναντιωθῇ ταῖς ἐπιβολαῖς αὐτῶν τὸ δαιμόνιον, εἰς κατηγορίαν ἄξουσιν οἱ μὴ στάντες παρὰ τὰ δεινά· δειλίας τε καὶ ὄκνου καὶ τοῦ μηδὲν ἔτι καινουργεῖν τοὺς ἡγεμόνας, ὑφʼ ὧν ἐλευθερία τʼ ἀπόλλυται καὶ ἡγεμονία καταλύεται, τοὺς τοιούτους ἀγῶνας αἰτίους ἔσεσθαι κατὰ τὸ εἰκὸς ἐλογίζοντο.
 
παρακλήσει τε πολλῇ ἐχρῶντο τῶν δημοτικῶν μὴ καταγνῶναι τοῦ ἀνδρὸς τὴν δίκην, διδάσκοντες, ὡς μεγάλα βλάψουσι τὴν πόλιν ἐπὶ ταῖς ἀτυχίαις τοὺς στρατηγοὺς ζημιοῦντες.
 
ἐπεὶ δʼ ὁ τοῦ ἀγῶνος ἐνέστη χρόνος, παρελθὼν εἷς τῶν δημάρχων κατηγόρησε τοῦ ἀνδρός, Λεύκιος Καιδίκιος, ὅτι διʼ ἀφροσύνην τε καὶ τοῦ στρατηγεῖν ἀπειρίαν εἰς πρόδηλον ἄγων ὄλεθρον τὰς δυνάμεις ἀπώλεσε τῆς πόλεως τὴν κρατίστην ἀκμήν, καὶ εἰ μὴ ταχεῖα τοῦ κακοῦ γνῶσις ἐγένετο τῷ συνυπάτῳ, καὶ κατὰ σπουδὴν ἄγων τὰς δυνάμεις τούς τε πολεμίους ἀνέστειλε καὶ τοὺς σφετέρους ἔσωσε, μηδὲν ἂν γενέσθαι τὸ κωλῦσον ἅπασαν ἀπολωλέναι τὴν ἑτέραν δύναμιν καὶ τὸ λοιπὸν ἡμίσειαν ἀντὶ διπλασίας εἶναι τὴν πόλιν.
 
τοιαῦτʼ εἰπὼν μάρτυρας ἐπηγάγετο λοχαγούς τε, ὅσοι περιῆσαν, καὶ τῶν ἄλλων στρατιωτῶν τινας, οἳ τὸ ἑαυτῶν αἰσχρὸν ἐπὶ τῇ τότε ἥττῃ τε καὶ φυγῇ ζητοῦντες ἀπολύσασθαι τὸν στρατηγὸν ᾐτιῶντο τῆς περὶ τὸν ἀγῶνα δυσποτμίας. ἔπειτʼ οἶκτον ἐπὶ τῇ συμφορᾷ τῶν τότε τεθνηκότων καταχεάμενος πολὺν καὶ τὸ δεινὸν αὐξήσας, τά τʼ ἄλλα, ὅσα εἰς φθόνον κοινῇ κατὰ τῶν πατρικίων λεγόμενα τοὺς μέλλοντας ὑπὲρ τοῦ ἀνδρὸς δεήσεσθαι ἀνείρξειν ἔμελλεν ἐκ πολλῆς ὑπεροψίας διελθών, παρέδωκε τὸν λόγον.
 
παραλαβὼν δὲ τὴν ἀπολογίαν ὁ Σερουίλιος εἶπεν· εἰ μὲν ἐπὶ δίκην με κεκλήκατε, ὦ πολῖται, καὶ λόγον ἀπαιτεῖτε τῆς στρατηγίας, ἕτοιμός εἰμι ἀπολογήσασθαι· εἰ δʼ ἐπὶ τιμωρίαν κατεγνωσμένην, καὶ οὐδὲν ἔσται μοι πλέον ἀποδείξαντι, ὡς οὐδὲν ὑμᾶς ἀδικῶ, λαβόντες τὸ σῶμα ὅ τι πάλαι βούλεσθε χρῆσθε.
 
ἐμοί τε γὰρ κρεῖττον ἀκρίτῳ ἀποθανεῖν μᾶλλον, ἢ λόγου τυχόντι καὶ μὴ πείσαντι ὑμᾶς· δόξαιμι γὰρ ἂν σὺν δίκῃ πάσχειν, ὅ τι ἄν μου καταγνῶτε, ὑμεῖς τʼ ἐν ἐλάττονι αἰτίᾳ ἔσεσθε ἀφελόμενοί μου τὸν λόγον καί, ἐν ᾧ καὶ εἴ τι ἀδικῶ ὑμᾶς ἄδηλόν ἐστιν, ἔτι ταῖς ὀργαῖς χαρισάμενοι. ἔσται δέ μοι ἡ διάνοια ὑμῶν ἐκ τῆς ἀκροάσεως καταφανής, θορύβῳ τε καὶ ἡσυχίᾳ εἰκάζοντι, πότερον ἐπὶ τιμωρίαν ἢ ἐπὶ δίκην κεκλήκατέ
 
με. ταῦτʼ εἰπὼν ἐπέσχε· σιγῆς δὲ γενομένης καὶ τῶν πλείστων ἐμβοησάντων θαρρεῖν τε καὶ ὅσα βούλεται λέγειν, παραλαβὼν τὸν λόγον πάλιν ἔλεξεν· ἀλλʼ εἴ τοι δικασταῖς ὑμῖν, ὦ πολῖται, καὶ μὴ ἐχθροῖς χρήσομαι, ῥᾳδίως πείσειν ὑμᾶς οἴομαι, ὅτι οὐδὲν ἀδικῶ. ποιήσομαι δὲ τὴν ἀρχὴν τῶν λόγων, ἐξ ὧν ἅπαντες ἴστε. ἐγὼ κατέστην ἐπὶ τὴν ἀρχὴν σὺν τῷ κρατίστῳ Οὐεργινίῳ, καθʼ ὃν χρόνον ἐπιτειχίσαντες ὑμῖν οἱ Τυρρηνοὶ τὸν ὑπὲρ τῆς πόλεως λόφον πάσης ἐκράτουν τῆς ὑπαίθρου ἀρχῆς, καὶ ἐν ἐλπίδι ἦσαν τοῦ καταλύσειν ἡμῶν τὴν ἀρχὴν ἐν τάχει. λιμὸς δὲ πολὺς ἐν τῇ πόλει καὶ στάσις καὶ τοῦ τί χρὴ πράττειν ἀμηχανία.
 
τοιούτοις δὴ καιροῖς ἐπιστὰς οὕτω ταραχώδεσι καὶ φοβεροῖς τοὺς μὲν πολεμίους ἅμα τῷ συνάρχοντι ἐνίκησα διτταῖς μάχαις καὶ ἠνάγκασα καταλιπόντας τὸ φρούριον ἀπελθεῖν· τὸν δὲ λιμὸν οὐκ εἰς μακρὰν ἔπαυσα τροφῆς ἀφθόνου πληρώσας τὰς ἀγοράς, καὶ τοῖς μετʼ ἐμὲ ὑπάτοις τήν τε χώραν παρέδωκα ὅπλων πολεμίων ἐλευθέραν, καὶ τὴν πόλιν ὑγιῆ πάσης νόσου πολιτικῆς, εἰς ἃς κατέβαλον αὐτὴν οἱ δημαγωγοῦντες.
 
τίνος οὖν ἀδικήματος ὑπεύθυνός εἰμι ὑμῖν; εἰ μὴ τὸ νικᾶν τοὺς πολεμίους ἐστὶν ὑμᾶς ἀδικεῖν. εἰ δʼ ἀποθανεῖν τισι τῶν στρατιωτῶν κατὰ τὴν μάχην εὐτυχῶς ἀγωνιζομένοις συνέπεσε, τί Σερουίλιος τὸν δῆμον ἀδικεῖ; οὐ γὰρ δὴ θεῶν τις ἐγγυητὴς τοῖς στρατηγοῖς τῆς ἁπάντων ψυχῆς τῶν ἀγωνιουμένων γίνεται, οὐδʼ ἐπὶ διακειμένοις καὶ ῥητοῖς τὰς ἡγεμονίας παραλαμβάνομεν, ὥσθʼ ἁπάντων κρατῆσαι τῶν πολεμίων καὶ μηδένα τῶν ἰδίων ἀποβαλεῖν. τίς γὰρ ἂν ὑπομείνειεν ἄνθρωπος ὢν ἅπαντα καὶ τὰ τῆς γνώμης καὶ τὰ τῆς τύχης εἰς ἑαυτὸν ἀναλαβεῖν; ἀλλὰ τὰ μεγάλα ἔργα μεγάλων ἀεὶ κινδύνων ὠνούμεθα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme