Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

18.1 μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ὑπατείαν Γάιος Ὁράτιος καὶ Τῖτος Μενήνιος ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σκάμανδρος Μιτυληναῖος ἄρχοντος Ἀθήνησι Φαίδωνος. τούτοις κατʼ ἀρχὰς μὲν ὁ πολιτικὸς θόρυβος ἐμποδὼν ἐγένετο πράττειν τὰ κοινὰ ἠρεθισμένου τοῦ δήμου καὶ οὐδὲν ἐῶντος ἕτερον ἐπιτελεῖσθαι τῶν κοινῶν, ἕως ἂν μερίσηται τὴν δημοσίαν γῆν, χρόνῳ δʼ ὕστερον εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα τῇ ἀνάγκῃ συγχωρήσαντα καὶ ἐπὶ τὰς στρατείας ἑκούσια ἦλθε.
18.2 Τυρρηνῶν γὰρ αἱ μὴ μετασχοῦσαι τῆς εἰρήνης ἕνδεκα πόλεις ἀγορὰν ποιησάμεναι κοινὴν κατηγόρουν τοῦ Οὐιεντανῶν ἔθνους, ὅτι τὸν πρὸς Ῥωμαίους πόλεμον οὐ μετὰ κοινῆς γνώμης κατελύσαντο, καὶ δυεῖν θάτερον αὐτοὺς ἠξίουν πράττειν, ἢ λύειν τὰ πρὸς Ῥωμαίους ὁμολογηθέντα
18.3 ἢ πολεμεῖν σφίσι μετʼ ἐκείνων. οἱ δὲ Οὐιεντανοὶ τῆς μὲν εἰρήνης τὴν ἀνάγκην ᾐτιῶντο, ὅπως δʼ ἂν αὐτὴν καταλύσαιντο εὐπρεπῶς εἰς κοινὸν ἐτίθεσαν σκοπεῖν. ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις τὸν ἐπιτειχισμὸν τῆς Κρεμέρας καὶ τὸ μὴ ἀπανίστασθαι τοὺς φρουροὺς ἀπʼ αὐτῆς, λόγῳ μὲν πρῶτον ἀξιοῦν αὐτοὺς ἐκλιπεῖν τὸ χωρίον, ἐὰν δὲ μὴ πείθωσι, πολιορκεῖν τὸ φρούριον, καὶ ταύτην ἀρχὴν ποιήσασθαι τοῦ πολέμου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme