Book 9
θᾶττον ἢ κατὰ δόξαν ἐτελέσθη τὸ ἔργον. καὶ μετὰ τοῦτʼ ἐξαγαγὼν τὴν δύναμιν παρήλασεν ἐπὶ θάτερα τὰ μέρη τῆς Οὐιεντανῶν χώρας τὰ πρὸς τὴν ἄλλην ἐστραμμένα Τυρρηνίαν, ἔνθα ἦν τοῖς Οὐιεντανοῖς τὰ βοσκήματα, οὐδέποτε στρατὸν ἥξειν Ῥωμαίων ἐκεῖ προσδεχομένοις. περιβαλόμενος δὲ πολλὴν λείαν ἀπῆγεν ἐπὶ τὸ νεόκτιστον φρούριον, χαίρων ἐπὶ τῇ ἄγρᾳ κατʼ ἀμφότερα, τῆς τʼ οὐ διὰ μακροῦ τῶν πολεμίων τιμωρίας ἕνεκα, καὶ ὅτι τοῖς φρουροῖς τοῦ χωρίου πολλὴν ἔμελλε παρέξειν εὐπορίαν. οὐδὲν γὰρ οὔτʼ εἰς τὸ δημόσιον ἀνήνεγκεν, οὔτε τοῖς στρατευομένοις ἰδιώταις ἀπένειμεν, ἀλλὰ καὶ πρόβατα καὶ ὑποζύγια καὶ ζεύγη βοεικὰ καὶ σίδηρον καὶ τἆλλα, ὅσα εἰς γεωργίαν ἐπιτήδεια ἦν, τοῖς περιπόλοις τῆς χώρας ἐχαρίσατο.
ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιάν. τοῖς δὲ Οὐιεντανοῖς μετὰ τὸν ἐπιτειχισμὸν τοῦ χωρίου κακῶς πάνυ τὰ πράγματʼ εἶχεν, οὔτε τὴν γῆν ἔτι δυναμένοις ἀσφαλῶς γεωργεῖν οὔτε τὰς ἔξωθεν εἰσαγομένας ἀγορὰς δέχεσθαι.
νείμαντες γὰρ εἰς τέτταρα μέρη τὴν στρατιὰν οἱ Φάβιοι, τῷ μὲν ἑνὶ διεφύλαττον τὸ χωρίον, τοῖς δὲ τρισὶ τὴν χώραν τῶν πολεμίων ἄγοντές τε καὶ φέροντες ἀεὶ διετέλουν· καὶ πολλάκις τῶν Οὐιεντανῶν ἐκ τοῦ φανεροῦ τʼ αὐτοῖς ἐπιθεμένων χειρὶ οὐκ ὀλίγῃ καὶ εἰς χωρία ἐνέδραις κατεχόμενα ὑπαγομένων, περιῆσαν ἀμφοτέρως καὶ πολλοὺς νεκροὺς ποιήσαντες ἀσφαλῶς ἀπῄεσαν εἰς τὸ χωρίον. ὥστʼ οὐδʼ ὁμόσε χωρεῖν αὐτοῖς ἔτι οἱ πολέμιοι ἐτόλμων, ἀλλὰ τειχήρεις μένοντες τὰ πολλὰ καὶ κλέπτοντες τὰς ἐξόδους διετέλουν, καὶ ὁ μὲν χειμὼν ἐκεῖνος οὕτως ἐτελεύτα.
τῷ δὲ κατόπιν ἔτει Λευκίου τʼ Αἰμιλίου καὶ Γαίου Σερουιλίου τὴν ὑπατείαν παρειληφότων ἀπηγγέλη Ῥωμαίοις, ὅτι Οὐολοῦσκοι καὶ Αἰκανοὶ συνθήκας πεποίηνται στρατιὰς κατʼ αὐτῶν ἅμα ἐξάγειν, καὶ οὐ διὰ μακροῦ εἰς τὴν χώραν ἐμβαλοῦσι· καὶ ἦν ἀληθῆ τὰ λεγόμενα. θᾶττον γοῦν ἢ προσεδόκα τις ἀμφότεροι τὰς δυνάμεις ἔχοντες ἐδῄουν τὴν κατὰ σφᾶς ἕκαστοι χώραν, ὡς οὐχ ἱκανῶν ἐσομένων Ῥωμαίων τῷ τε Τυρρηνικῷ πολέμῳ ἀντέχειν καὶ σφᾶς ἐπιόντας δέχεσθαι.
καὶ ἕτεροι αὖθις ἥκοντες ἐκπεπολεμῶσθαι πρὸς αὐτοὺς Τυρρηνίαν ἀπήγγελλον ὅλην καὶ παρεσκευάσθαι Οὐιεντανοῖς κοινὴν ἀποστέλλειν συμμαχίαν. κατέφυγον γὰρ ὡς αὐτοὺς ἀδύνατοι ὄντες ἐξελεῖν διʼ ἑαυτῶν τὸ φρούριον Οὐιεντανοί, συγγενείας τε ὑπομιμνῄσκοντες καὶ φιλίας καὶ ὅσους μετʼ αὐτῶν ἤραντο πολέμους διεξιόντες· ἀντὶ πάντων δὲ τούτων ἀξιοῦντες συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, ὡς σφῶν τε προκαθημένων Τυρρηνίας ὅλης καὶ τὸν πόλεμον ἀνακωχευόντων τὸν ἀπὸ Ῥώμης ῥέοντα κατὰ πάντων τῶν ὁμοεθνῶν. καὶ οἱ Τυρρηνοὶ πεισθέντες ὑπέσχοντο πέμψειν αὐτοῖς
ὅσην ἠξίουν σημμαχίαν. ταῦθʼ ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο τρισσὰς ἐκπέμψειν στρατιάς, καὶ γενομένων ἐν τάχει τῶν καταλόγων Λεύκιος μὲν Αἰμίλιος ἐπὶ Τυρρηνοὺς ἐπέμφθη· συνήρατο δʼ αὐτῷ τῆς ἐξόδου Καίσων Φάβιος, ὁ νεωστὶ τὴν ἀρχὴν ἀποθέμενος, δεηθεὶς τῆς βουλῆς ἐπιτρέψαι αὐτῷ τοῖς ἐν Κρεμέρᾳ συγγενέσιν, οὓς ὁ ἀδελφὸς αὐτοῦ φρουρήσοντας τὸ χωρίον ἐξήγαγε, συνεῖναί τε καὶ τῶν αὐτῶν ἀγώνων μετέχειν· καὶ ἐξῆλθε σὺν τοῖς ἀμφʼ αὐτὸν ἐξουσίᾳ κοσμηθεὶς ἀνθυπάτῳ.
Γάιος δὲ Σερουίλιος ὁ ἕτερος τῶν ὑπάτων ἐπὶ Οὐολούσκους ἐστράτευσε· Σερούιος δὲ Φούριος ἀνθύπατος ἐπὶ τὸ Αἰκανῶν ἔθνος. ἑκάστῳ δʼ αὐτῶν δύο μὲν τάγματα Ῥωμαίων εἵπετο, Λατίνων δὲ καὶ Ἑρνίκων καὶ τῶν ἄλλων συμμάχων οὐκ ἐλάττω τῆς Ῥωμαικῆς δυνάμεως. τῷ μὲν οὖν ἀνθυπάτῳ Σερουίῳ κατὰ νοῦν ὁ πόλεμος ἐχώρησε καὶ σὺν τάχει. μιᾷ γὰρ ἐτρέψατο τοὺς Αἰκανοὺς μάχῃ καὶ ταύτῃ δίχα πόνου, τῇ πρώτῃ τοὺς πολεμίους ἐκπλήξας ἐφόδῳ, καὶ τὸ λοιπὸν ἐδῄου τὴν γῆν αὐτῶν καταπεφευγότων εἰς τὰ ἐρύματα.
Σερουιλίῳ δὲ θατέρῳ τῶν ὑπάτων ὑπὸ σπουδῆς τε καὶ αὐθαδείας ἐπὶ τὸν ἀγῶνα χωρήσαντι πολὺ τὸ παρὰ γνώμην ἀπήντησε, καρτερῶς πάνυ τῶν Οὐολούσκων ἀντιταξαμένων, ὥστʼ ἠναγκάσθη πολλοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀπολέσας μηκέτι χωρεῖν ὁμόσε τοῖς πολεμίοις, ἀλλʼ ἐν τῷ χάρακι ὑπομένων ἀκροβολισμοῖς καὶ ψιλῶν
συμπλοκαῖς διαφέρειν ἔγνω τὸν πόλεμον. Λεύκιος δʼ Αἰμίλιος, ὁ πεμφθεὶς ἐπὶ Τυρρηνούς, εὑρὼν ἐξεστρατευμένους πρὸ τῆς πόλεως τοὺς Οὐιεντανοὺς καὶ σὺν αὐτοῖς πολὺ τὸ παρὰ τῶν ὁμοεθνῶν ἐπικουρικόν, οὐδὲν ἔτι μελλήσας ἔργου εἴχετο· ἡμέραν δʼ, ἀφʼ ἧς τὸν χάρακα ἔθετο, διαλιπὼν ἐξῆγε τὰς δυνάμεις εἰς μάχην, θρασέως πάνυ τῶν Οὐιεντανῶν ὁμόσε χωρούντων. ἰσορρόπου δὲ τοῦ ἀγῶνος γινομένου τοὺς ἱππεῖς ἀναλαβὼν ἐνσείει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας, καί, ἐπειδὴ τοῦτο διεσάλευσεν, ἐπὶ θάτερον ἐχώρει, ὅπου μὲν ἱππάσιμον εἴη χωρίον ἀπὸ τῶν ἵππων μαχόμενος, ὅπου δʼ ἄνιππον ἀποκαταβαίνων τε καὶ πεζὸς ἀγωνιζόμενος. πονούντων δὲ τῶν κεράτων ἀμφοτέρων οὐδʼ οἱ κατὰ μέσον ἔτι ἀντεῖχον, ἀλλʼ ἐξεώσθησαν ὑπὸ τῶν πεζῶν, καὶ μετὰ τοῦτο πάντες ἔφυγον ἐπὶ τὸν χάρακα.
ὁ δʼ Αἰμίλιος ἠκολούθει τοῖς φεύγουσι συντεταγμένην τὴν δύναμιν ἔχων καὶ πολλοὺς διέφθειρε. γενόμενος δὲ πλησίον τοῦ χάρακος καὶ προσβαλὼν ἐκ διαδοχῆς ἐκείνην τε παρέμεινε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα, τῇ δʼ ἑξῆς ἡμέρᾳ κόπῳ τε καὶ τραύμασι τῶν πολεμίων καὶ ἀγρυπνίᾳ ἀπειρηκότων ἐγκρατὴς γίνεται τοῦ χάρακος. οἱ δὲ Τυρρηνοί, ὡς εἶδον ἐπιβαίνοντας ἤδη τοὺς Ῥωμαίους τοῖς περισταυρώμασιν, ἐκλιπόντες τὸ στρατόπεδον ἔφευγον, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δʼ εἰς τὰ πλησίον ὄρη.
ταύτην μὲν οὖν τὴν ἡμέραν ἐν τῷ χάρακι τῶν πολεμίων ἔμεινεν ὁ ὕπατος, τῇ δʼ ἑξῆς ἡμέρᾳ στεφανώσας τοὺς ἀριστεύσαντας ἐν ταῖς μάχαις ταῖς ἐκπρεπεστάταις δωρεαῖς, πάντα τὰ ἐγκαταληφθέντα ἐν τῷ χάρακι ὑποζύγιά τε καὶ ἀνδράποδα καὶ σκηνὰς πολλῶν ἀγαθῶν γεμούσας τοῖς στρατιώταις ἐχαρίσατο. καὶ ἐγένετο ἐν πολλῇ εὐπορίᾳ τὸ τῶν Ῥωμαίων στράτευμα ὡς ἐξ οὐδεμιᾶς ἑτέρας πώποτε μάχης. ἁβροδίαιτον γὰρ δὴ καὶ πολυτελὲς τὸ τῶν Τυρρηνῶν ἔθνος ἦν οἴκοι τε καὶ ἐπὶ στρατοπέδου, περιαγόμενον ἔξω τῶν ἀναγκαίων πλούτου τε καὶ τέχνης ἔργα παντοῖα πρὸς ἡδονὰς μεμηχανημένα καὶ τρυφάς.
ταῖς δʼ ἑξῆς ἡμέραις ἀπειρηκότες ἤδη τοῖς κακοῖς οἱ Οὐιεντανοὶ τοὺς πρεσβυτάτους τῶν πολιτῶν ἱκετηρίας φέροντας ἀπέστειλαν ὡς τὸν ὕπατον ὑπὲρ τῆς εἰρήνης διαλεξομένους. καὶ οἱ ἄνδρες ὀλοφυρόμενοί τε καὶ ἀντιβολοῦντες καὶ τἆλλʼ, ὅσα ἐπαγωγὰ ἦν εἰς ἔλεον, μετὰ πολλῶν δακρύων διεξιόντες πείθουσι τὸν ὕπατον ἐπιτρέψαι σφίσι τοὺς πρεσβευτὰς εἰς Ῥώμην ἀποστεῖλαι τοὺς ὑπὲρ τῆς καταλύσεως τοῦ πολέμου πρὸς τὴν βουλὴν διαλεξομένους, ἕως δʼ ἂν οἱ πρέσβεις ἀφίκωνται φέροντες τὰς ἀποκρίσεις, μηδὲν αὐτῶν κακουργεῖν τὴν χώραν. ἵνα δʼ αὐτοῖς ἐγγένηται ταῦτα πράττειν, σῖτόν τε ὡμολόγησαν τῇ Ῥωμαίων στρατιᾷ διμήνου παρέξειν, καὶ χρήματα εἰς ὀψωνιασμὸν
ἓξ μηνῶν, ὡς ὁ κρατῶν ἔταξε. καὶ ὁ μὲν ὕπατος λαβὼν τὰ κομισθέντα καὶ διαδοὺς τῇ στρατιᾷ ποιεῖται τὰς πρὸς αὐτοὺς ἀνοχάς. ἡ δὲ βουλὴ τῆς πρεσβείας ἀκούσασα καὶ τὰ τοῦ ὑπάτου γράμματʼ ἀναλεξαμένη πολλὴν ποιουμένου παράκλησιν καὶ παραινοῦντος ὡς τάχιστα καταθέσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον, δόγμα ἐξήνεγκε διδόναι τὴν εἰρήνην, ὡς ᾐτοῦντο οἱ πολέμιοι· ἐφʼ οἷς δὲ δικαίοις αὕτη γενήσεται, τὸν ὕπατον καταστήσασθαι Λεύκιον Αἰμίλιον, ὡς ἂν αὐτῷ
φανῇ κράτιστα ἕξειν. ταύτας λαβὼν τὰς ἀποκρίσεις ὁ ὕπατος σπένδεται πρὸς τοὺς Οὐιεντανούς, ἐπιεικεστέραν μᾶλλον ἢ συμφορωτέραν τοῖς κεκρατηκόσι ποιησάμενος εἰρήνην, οὔτε χώραν αὐτῶν ἀποτεμόμενος οὔτε χρημάτων ἄλλων ἐπιθεὶς ζημίαν, οὔτε ὁμήρων δόσει τὸ πιστὸν ἐν τοῖς συγκειμένοις βεβαιωσάμενος.
τοῦτʼ αὐτῷ μέγαν ἤνεγκε φθόνον, καὶ τοῦ μὴ λαβεῖν παρὰ τῆς βουλῆς τὰς ἐπὶ τοῖς κατωρθωμένοις χάριτας αἴτιον ἐγένετο. ἐνέστησαν γὰρ αὐτῷ τὸν θρίαμβον αἰτουμένῳ τὴν αὐθάδειαν αἰτιώμενοι τῶν συνθηκῶν, ὅτι οὐ μετὰ κοινῆς γνώμης αὐτὰς ἔπραξεν. ἵνα δὲ μὴ πρὸς ὕβριν ἢ πρὸς ὀργὴν λάβῃ τὸ πρᾶγμα, ἐπὶ Οὐολούσκους αὐτὸν ἐψηφίσαντο τὴν δύναμιν ἀπάγειν ἐπικουρίας τοῦ συνάρχοντος ἕνεκα, εἰ δύναιτο κατορθώσας τὸν ἐκεῖ πόλεμον — ἦν γὰρ ἐν αὐτῷ πολὺ τὸ ἀνδρεῖον — ἀφανίσαι τὰς ἐπὶ τοῖς προτέροις ἁμαρτήμασιν ὀργάς. ὁ δʼ ἀνὴρ ἀγανακτῶν ἐπὶ τῇ ἀτιμίᾳ πολλὴν ἐποιήσατο τῆς βουλῆς ἐν τῷ δήμῳ κατηγορίαν, ὡς ἀχθομένης ἐπὶ τῷ λελύσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον. ἔφη δὲ τοῦτʼ αὐτοὺς ἐξ ἐπιβουλῆς καὶ ὑπεροψίας τῶν πενήτων ποιεῖν, ἵνα μὴ τῶν ὑπερορίων ἀπαλλαγέντες πολέμων ἀπαιτῶσι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις,
πολλοστὸν ἔτος ἤδη φενακιζόμενοι πρὸς αὐτῶν. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια εἰπὼν καὶ διʼ ὀργῆς ἀκράτου τῶν πατρικίων ὀνείδη κατασκεδάσας, τήν τε συστρατευσαμένην αὐτῷ δύναμιν ἀπέλυσε τῶν σημείων καὶ τὴν μετὰ Φουρίου τοῦ ἀνθυπάτου διατρίβουσαν ἐν Αἰκανοῖς μεταπεμψάμενος ἀφῆκεν ἐπὶ τὰ σφέτερα· ἐξ ὧν πολλὴν πάλιν ἐποίησεν ἐξουσίαν τοῖς δημάρχοις κατηγορεῖν τῶν βουλευτῶν ἐν ταῖς ἐκκλησίαις καὶ διιστάναι τοὺς πένητας ἀπὸ τῶν εὐπόρων.
μετὰ δὲ τούτους παραλαμβάνουσι τὴν ὑπατείαν Γάιος Ὁράτιος καὶ Τῖτος Μενήνιος ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ ἕκτης ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Σκάμανδρος Μιτυληναῖος ἄρχοντος Ἀθήνησι Φαίδωνος. τούτοις κατʼ ἀρχὰς μὲν ὁ πολιτικὸς θόρυβος ἐμποδὼν ἐγένετο πράττειν τὰ κοινὰ ἠρεθισμένου τοῦ δήμου καὶ οὐδὲν ἐῶντος ἕτερον ἐπιτελεῖσθαι τῶν κοινῶν, ἕως ἂν μερίσηται τὴν δημοσίαν γῆν, χρόνῳ δʼ ὕστερον εἶξε τὰ παρακινοῦντα καὶ ταραττόμενα τῇ ἀνάγκῃ συγχωρήσαντα καὶ ἐπὶ τὰς στρατείας ἑκούσια ἦλθε.
Τυρρηνῶν γὰρ αἱ μὴ μετασχοῦσαι τῆς εἰρήνης ἕνδεκα πόλεις ἀγορὰν ποιησάμεναι κοινὴν κατηγόρουν τοῦ Οὐιεντανῶν ἔθνους, ὅτι τὸν πρὸς Ῥωμαίους πόλεμον οὐ μετὰ κοινῆς γνώμης κατελύσαντο, καὶ δυεῖν θάτερον αὐτοὺς ἠξίουν πράττειν, ἢ λύειν τὰ πρὸς Ῥωμαίους ὁμολογηθέντα
ἢ πολεμεῖν σφίσι μετʼ ἐκείνων. οἱ δὲ Οὐιεντανοὶ τῆς μὲν εἰρήνης τὴν ἀνάγκην ᾐτιῶντο, ὅπως δʼ ἂν αὐτὴν καταλύσαιντο εὐπρεπῶς εἰς κοινὸν ἐτίθεσαν σκοπεῖν. ἔπειτα ὑποτίθεταί τις αὐτοῖς ἔγκλημα ποιησαμένοις τὸν ἐπιτειχισμὸν τῆς Κρεμέρας καὶ τὸ μὴ ἀπανίστασθαι τοὺς φρουροὺς ἀπʼ αὐτῆς, λόγῳ μὲν πρῶτον ἀξιοῦν αὐτοὺς ἐκλιπεῖν τὸ χωρίον, ἐὰν δὲ μὴ πείθωσι, πολιορκεῖν τὸ φρούριον, καὶ ταύτην ἀρχὴν ποιήσασθαι τοῦ πολέμου.
ταῦτα συνθέμενοι ἀπηλλάττοντο ἐκ τοῦ συλλόγου· καὶ μετʼ οὐ πολὺ Οὐιεντανοὶ μὲν ἀποστείλαντες πρεσβείαν ὡς τοὺς Φαβίους ἀπῄτουν παρʼ αὐτῶν τὸ φρούριον, Τυρρηνία δὲ πᾶσα ἦν ἐν τοῖς ὅπλοις. ταῦτα Ῥωμαῖοι αἰσθόμενοι Φαβίων αὐτοῖς ἐπιστειλάντων ἔγνωσαν ἀμφοτέρους ἐκπορεύεσθαι τοὺς ὑπάτους ἐπὶ τὸν πόλεμον, τόν τʼ ἀπὸ Τυρρηνίας ἐπαγόμενον σφίσι καὶ τὸν ἔτι πρὸς Οὐολούσκους συνεστῶτα.
Ὁράτιος μὲν οὖν ἄγων δύο τάγματα καὶ ἀπὸ τῶν ἄλλων συμμάχων τοὺς ἱκανοὺς ἐξήγαγε τὴν δύναμιν ἐπὶ Οὐολούσκους. Μενήνιος δὲ τοσαύτην στρατιὰν ἑτέραν ἄγων ἐπὶ Τυρρηνοὺς ἔμελλε ποιεῖσθαι τὴν ἔξοδον. παρασκευαζομένου δʼ αὐτοῦ καὶ τρίβοντος τὸν χρόνον ἔφθη τὸ ἐν Κρεμέρᾳ φρούριον ἐξαιρεθὲν ὑπὸ τῶν πολεμίων, καὶ τὸ Φαβίων γένος ἅπαν ἀπολόμενον. περὶ δὲ τῆς κατασχούσης τοὺς ἄνδρας συμφορᾶς διττὸς φέρεται λόγος, ὁ μὲν ἧττον πιθανός, ὁ δὲ μᾶλλον τῆς ἀληθείας ἁπτόμενος. θήσω δʼ αὐτοὺς ἀμφοτέρους, ὡς παρέλαβον.
τινὲς μὲν οὖν φασιν, ὅτι θυσίας ἐπιστάσης πατρίου, ἣν ἔδει τὸ Φαβίων ἐπιτελέσαι γένος, οἱ μὲν ἄνδρες ἐξῆλθον ὀλίγους ἐπαγόμενοι πελάτας ἐπὶ τὰ ἱερά, καὶ προῄεσαν οὔτε διερευνώμενοι τὰς ὁδοὺς οὔθʼ ὑπὸ σημαίαις τεταγμένοι κατὰ λόχους, ῥᾳθύμως δὲ καὶ ἀφυλάκτως ὡς ἐν εἰρήνῃ τε καὶ διὰ φιλίας γῆς πορευόμενοι.
οἱ δὲ Τυρρηνοὶ προεγνωκότες αὐτῶν τὴν ἔξοδον ἐλόχησαν τῆς ὁδοῦ χωρίον μέρει τῆς στρατιᾶς, τὴν δὲ λοιπὴν δύναμιν συντεταγμένην ἔχοντες οὐ πολλῷ ὕστερον ἠκολούθουν. ὡς δʼ ἐπλησίασαν οἱ Φάβιοι ταῖς ἐνέδραις, ἐξαναστάντες τοῦ λόχου οἱ Τυρρηνοὶ προσπίπτουσιν αὐτοῖς, οἱ μὲν κατὰ μέτωπον, οἱ δʼ ἐκ τῶν πλαγίων, καὶ μετʼ οὐ πολὺ ἡ τῶν ἄλλων Τυρρηνῶν δύναμις προσέβαλεν ἐκ τῶν κατόπιν· καὶ περιστάντες αὐτοῖς πανταχόθεν, οἱ μὲν σφενδόναις, οἱ δὲ τόξοις, οἱ δὲ σαυνίοις τε καὶ λόγχαις στοχαζόμενοι, τῷ πλήθει τῶν βελῶν ἅπαντας κατειργάσαντο.
οὗτος μὲν οὖν ἧττον ἔμοιγε πιθανὸς φαίνεται εἶναι λόγος. οὔτε γὰρ εἰκὸς ἀπὸ στρατοπέδου θυσίας ἕνεκα τοὺς ὑπὸ ταῖς σημαίαις τοσούτους ἄνδρας εἰς τὴν πόλιν ἀναστρέφειν ἄνευ ψηφίσματος βουλῆς, δυναμένων τῶν ἱερουργιῶν καὶ διʼ ἑτέρων ἐπιτελεσθῆναι τῶν μετεχόντων μὲν τοῦ αὐτοῦ γένους, προβεβηκότων δὲ ταῖς ἡλικίαις· οὔτʼ εἰ πάντες ἀπεληλύθεσαν ἐκ τῆς πόλεως, καὶ μηδεμία μοῖρα τοῦ Φαβίων γένους ἐν τοῖς ἐφεστίοις ὑπελείπετο, πάντας εἰκὸς ἦν τοὺς κατέχοντας τὸ φρούριον ἐκλιπεῖν αὐτοῦ τὴν φυλακήν· ἤρκουν γὰρ ἂν καὶ τρεῖς ἢ τέτταρες ἀφικόμενοι συντελέσαι περὶ τοῦ γένους ὅλου τὰ ἱερά. διὰ μὲν δὴ ταύτας τὰς αἰτίας οὐκ ἔδοξέ μοι πιστὸς εἶναι ὁ λόγος.
ὁ δʼ ἕτερος, ὃν ἀληθέστερον εἶναι νομίζω περί τε τῆς ἀπωλείας τῶν ἀνδρῶν καὶ τῆς ἁλώσεως τοῦ φρουρίου, τοιόσδε τίς ἐστιν. ἐξιόντων ἐπὶ τὰς προνομὰς τῶν ἀνδρῶν πολλάκις καὶ διὰ τὸ κατορθοῦν ἐν ταῖς πείραις συνεχῶς προσωτέρω προχωρούντων οἱ Τυρρηνοὶ παρεσκευασμένοι στρατιὰν συχνὴν ἐν τοῖς ἔγγιστα χωρίοις λαθόντες τοὺς πολεμίους κατεστρατοπέδευσαν. ἔπειτʼ ἀποστέλλοντες ἐκ τῶν χωρίων ποίμνας τε καὶ βουκόλια καὶ φορβάδων ἀγέλας ἵππων ἐπὶ νομὴν τῷ λόγῳ προὐκαλοῦντο τοὺς ἄνδρας ἐπὶ ταῦτα· οἱ δʼ ἐξιόντες τούς τʼ ἀνθρώπους συνήρπαζον καὶ τὰ
βοσκήματα περιήλαυνον. τοῦτο συνεχῶς οἱ Τυρρηνοὶ ποιοῦντες καὶ προαγόμενοι τοὺς πολεμίους ἀεὶ προσωτέρω τοῦ χάρακος, ἐπειδὴ διέφθειραν αὐτῶν τὸ προνοητικὸν τοῦ ἀσφαλοῦς ταῖς συνεχέσιν ὠφελείαις δελεάσαντες, ἐγκαθίζουσι λόχους ἐν τοῖς ἐπικαίροις τῶν χωρίων νύκτωρ, καὶ ἕτεροι τὰς ὑπερδεξίους τῶν πεδίων καταλαμβάνονται σκοπιάς· τῇ δʼ ἑξῆς ἡμέρᾳ προπέμψαντες ὀλίγους τινὰς ἐνόπλους, ὡς δὴ φυλακῆς ἕνεκα τῶν νομέων, ἀφῆκαν ἐκ τῶν χωρίων πολλὰς ἀγέλας.
ὡς δʼ ἀπηγγέλη τοῖς Φαβίοις, ὅτι τοὺς πλησίον ὑπερβαλόντες λόφους ἐν ὀλίγῳ δή τινι χρόνῳ μεστὸν εὑρήσουσι τὸ πεδίον παντοίων βοτῶν, καὶ τὴν φυλάττουσαν αὐτὰ χεῖρα οὐχ ἱκανήν, ἐξῆλθον ἐκ τοῦ φρουρίου φυλακὴν τὴν ἀρκοῦσαν ἐν αὐτῷ καταλιπόντες· καὶ διανύσαντες σπουδῇ καὶ μετὰ προθυμίας τὴν ὁδὸν ἐπιφαίνονται τοῖς φύλαξι τῶν βοσκημάτων συντεταγμένοι· κἀκεῖνοι οὐ δεξάμενοι αὐτοὺς ἔφευγον. οἱ δὲ Φάβιοι, ὡς ἐν ἀσφαλεῖ δὴ ὄντες, τούς τε νομεῖς συνελάμβανον καὶ τὰ βοσκήματα περιήλαυνον.
ἐν δὲ τούτῳ οἱ Τυρρηνοὶ ἐκ τῆς ἐνέδρας ἀναστάντες κατὰ πολλὰ χωρία προσπίπτουσιν αὐτοῖς πανταχόθεν. καὶ οἱ μὲν πλείους τῶν Ῥωμαίων ἐσκεδασμένοι καὶ ἀλλήλοις ἀμύνειν οὐχ οἷοί τʼ ὄντες, ἐνταῦθʼ ἀπόλλυνται. ὅσοι δʼ αὐτῶν συνεστηκότες ἦσαν προθυμούμενοί τι καταλαβέσθαι χωρίον ἀσφαλὲς καὶ πρὸς τὰ ὄρη σπεύδοντες εἰς ἕτερον ἐμπίπτουσι λόχον ἐν ὕλαις καὶ νάπαις ὑποκαθήμενον. καὶ γίνεται αὐτῶν μάχη καρτερὰ καὶ φόνος ἐξ ἑκατέρων πολύς. ἀπεώσαντο δʼ οὖν καὶ τούτους ὅμως, καὶ πληρώσαντες τὴν φάραγγα νεκρῶν ἀνέδραμον ἐπὶ λόφον οὐ ῥᾴδιον ἁλῶναι· ἐν ᾧ τὴν ἐπιοῦσαν νύκτα ἄποροι τῶν ἀναγκαίων ηὐλίσαντο.
τῇ δʼ ἑξῆς ἡμέρᾳ μαθόντες τὴν κατασχοῦσαν τοὺς σφετέρους τύχην οἱ κατέχοντες τὸ φρούριον, καὶ ὅτι τὸ μὲν πλεῖον ἀπόλωλε τῆς στρατιᾶς μέρος ἐν ταῖς ἁρπαγαῖς, τὸ δὲ κράτιστον ἐν ὄρει πολιορκεῖται κατακεκλεισμένον ἐρήμῳ, καὶ εἰ μὴ ταχεῖά τις αὐτοῖς ἥξει βοήθεια, σπάνει τῶν ἀναγκαίων φθάσουσιν ἐξαιρεθέντες, ἐξῄεσαν κατὰ σπουδὴν ὀλίγους πάνυ καταλιπόντες ἐν τῷ φρουρίῳ φύλακας. καὶ αὐτοὺς οἱ Τυρρηνοί, πρὶν ἢ συμμῖξαι τοῖς ἑτέροις ἐπικαταδραμόντες ἐκ τῶν χωρίων κυκλοῦνταί τε, καὶ πολλὰ γενναῖα ἔργα ἀποδειξαμένους διαφθείρουσιν ἅπαντας σὺν χρόνῳ.
μετʼ οὐ πολὺ δὲ καὶ οἱ τὸν λόφον καταλαβόμενοι λιμῷ τε καὶ δίψῃ πιεζόμενοι ὁμόσε χωρεῖν τοῖς πολεμίοις ἔγνωσαν· καὶ συμπεσόντες ὀλίγοι πρὸς πολλοὺς ἕωθεν ἀρξάμενοι μέχρι νυκτὸς ἐμάχοντο· καὶ τοσοῦτον ἐποίησαν τῶν πολεμίων φόνον, ὥστε τοὺς σωροὺς τῶν νεκρῶν ἐμποδὼν αὐτοῖς εἶναι τῆς μάχης πολλαχῇ κεχυμένους. οἱ δὲ Τυρρηνοὶ πλεῖον ἢ τὸ τρίτον τῆς στρατιᾶς μέρος ἀπολωλεκότες καὶ περὶ τοῦ λοιποῦ δείσαντες, μικρὸν ἀνασχόντες τὰ ὅπλα διὰ τῶν ἀνακλητικῶν ἐπεκηρυκεύοντο πρὸς τοὺς ἄνδρας, ἄδειαν αὐτοῖς ὑπισχνούμενοι καὶ δίοδον, ἐὰν τὰ ὅπλα ἀποθῶνται καὶ τὸ φρούριον ἐκλίπωσιν.
οὐ προσδεξαμένων δὲ τῶν ἀνδρῶν τὰς προκλήσεις, ἀλλὰ τὸν εὐγενῆ θάνατον αἱρουμένων ἐπῄεσαν αὐτοῖς αὖθις ἐκ διαδοχῆς, συστάδην μὲν καὶ ἐκ χειρὸς οὐκέτι μαχόμενοι, πρόσωθεν δὲ βάλλοντες ἀθρόοι λόγχαις καὶ χερμάσι, καὶ ἦν νιφετῷ παραπλήσιος ἡ πληθὺς τῶν βελῶν. οἱ δὲ Ῥωμαῖοι συστρεφόμενοι κατὰ λόχους προσέτρεχον αὐτοῖς οὐχ ὑφισταμένοις καὶ πολλὰς πληγὰς λαμβάνοντες ὑπὸ τῶν πέριξ ὑπέμενον.
ὡς δὲ τά τε ξίφη πολλοῖς ἄχρηστα ἦν τὰ μὲν ἀπεστομωμένα τὰς ἀκμάς, τὰ δὲ κατεαγότα, καὶ τῶν ἀσπίδων τὰ πέριξ ἴτυος ἐχόμενα διετέθρυπτο, ἔξαιμοί τε οἱ πλείους καὶ καταβελεῖς καὶ παράλυτοι τὰ μέλη διὰ πλῆθος τραυμάτων ἦσαν, καταφρονήσαντες αὐτῶν οἱ Τυρρηνοὶ χωροῦσιν ὁμόσε· καὶ οἱ Ῥωμαῖοι προσπίπτοντες ὥσπερ θηρία δόρατά τʼ αὐτῶν ἐπιλαμβανόμενοι κατέκλων, καὶ ξίφη δραττόμενοι κατὰ τὰς ἀκμὰς ἀπέσπων, καὶ περικυλίοντες εἰς τὴν γῆν τὰ σώματα συνεφύροντο θυμῷ τὸ πλεῖον ἢ δυνάμει διαγωνιζόμενοι.
ὥστʼ οὐκέτι συνῄεσαν αὐτοῖς εἰς χεῖρας οἱ πολέμιοι, τό τε καρτερικὸν ἐκπληττόμενοι τῶν ἀνδρῶν, καὶ τὴν ἀπόνοιαν, ἣν προσειλήφεσαν, κατὰ τὴν ἀπόγνωσιν τοῦ ζῆν δεδιότες· ἀλλʼ ἀποστάντες αὖθις ἔβαλλον ἀθρόοι καὶ ξύλοις καὶ λίθοις καὶ ὅτῳ ἄλλῳ ἐντύχοιεν, καὶ τελευτῶντες ἐγκατέχωσαν αὐτοὺς τῷ πλήθει τῶν βελῶν. διαφθείραντες δὲ τοὺς ἄνδρας ἔθεον ἐπὶ τὸ φρούριον, ἔχοντες τὰς τῶν ἐπιφανεστάτων κεφαλάς,
ὡς ἐξ ἐφόδου τοὺς ἐκεῖ παραληψόμενοι. οὐ μὴν ἐχώρησέ γʼ αὐτοῖς κατʼ ἐλπίδα τὸ ἔργον· οἱ γὰρ καταλειφθέντες ἐν αὐτῷ ζηλώσαντες τὸ εὐγενὲς τοῦ θανάτου τῶν θʼ ἑταίρων καὶ τῶν συγγενῶν ἐξῆλθον ὀλίγοι παντάπασιν ὄντες, καὶ πολὺν ἀγωνισάμενοι χρόνον τὸν αὐτὸν τρόπον τοῖς ἑτέροις ἅπαντες διεφθάρησαν· τὸ δὲ χωρίον ἔρημον οἱ Τυρρηνοὶ παρέλαβον. ἐμοὶ μὲν δὴ ὁ λόγος οὗτος πιστότερος ἐφαίνετο πολὺ τοῦ προτέρου· φέρονται δʼ ἐν γραφαῖς Ῥωμαίων ἀξιοχρέοις ἀμφότεροι.
τὸ δὲ συναπτόμενον τούτοις ὑπό τινων οὔτʼ ἀληθὲς ὂν οὔτε πιθανόν, ἐκ παρακούσματος δέ τινος πεπλασμένον ὑπὸ τοῦ πλήθους, ἄξιον μὴ παραλιπεῖν ἀνεξέταστον. λέγουσι γὰρ δή τινες, τῶν ἓξ καὶ τριακοσίων Φαβίων ἀπολομένων ὅτι ἓν μόνον ἐλείφθη τοῦ γένους παιδίον, πρᾶγμα οὐ μόνον ἀπίθανον, ἀλλὰ καὶ
ἀδύνατον εἰσάγοντες. οὔτε γὰρ ἀτέκνους τε καὶ ἀγάμους ἅπαντας εἶναι δυνατὸν ἦν τοὺς ἐξελθόντας εἰς τὸ φρούριον Φαβίους. ὁ γὰρ ἀρχαῖος αὐτῶν νόμος γαμεῖν τʼ ἠνάγκαζε τοὺς ἐν ἡλικίᾳ, καὶ τὰ γεννώμενα πάντα ἐπάναγκες τρέφειν· ὃν οὐκ ἂν δήπου κατέλυσαν οἱ Φάβιοι μόνοι πεφυλαγμένον ἄχρι τῆς ἑαυτῶν ἡλικίας ὑπὸ τῶν πατέρων.
εἰ δὲ δὴ καὶ τοῦτο θείη τις, ἀλλʼ ἐκεῖνό γʼ οὐκ ἂν ἔτι συγχωρήσειε, τὸ μηδʼ ἀδελφοὺς αὐτῶν εἶναί τισιν ἡλικίαν ἔτι παίδων ἔχοντας. μύθοις γὰρ δὴ ταῦτά γε καὶ πλάσμασιν ἔοικε θεατρικοῖς. οἱ δὲ πατέρες αὐτῶν, ὅσοι παῖδας ἔτι ποιεῖν εἶχον ἡλικίαν, τοσαύτης κατασχούσης τὸ γένος ἐρημίας οὐκ ἂν ἑκόντες τε καὶ ἄκοντες ἑτέρους παῖδας ἐποιήσαντο, ἵνα μήτε ἱερὰ ἐκλειφθῇ πατρῷα μήτε δόξα τηλικαύτη διαφθαρῇ γένους;
εἰ μὴ ἄρα οὐδὲ πατέρες αὐτῶν τισιν ἐλείποντο, ἀλλὰ πάντα εἰς ταὐτὸ συνῆλθεν ἐπὶ τῶν ἓξ καὶ τριακοσίων ἀνδρῶν ἐκείνων τὰ ἀδύνατα· μὴ παῖδας αὐτοῖς καταλειφθῆναι νηπίους, μὴ γυναῖκας ἐγκύους, μὴ ἀδελφοὺς ἀνήβους, μὴ πατέρας ἐν ἀκμῇ. ταύτῃ μὲν δὴ τὸν λόγον ἐξετάζων οὐκ ἀληθῆ νενόμικα,
ἐκεῖνον δʼ ἀληθῆ· τῶν τριῶν ἀδελφῶν, Καίσωνός τε καὶ Κοίντου καὶ Μάρκου τῶν ὑπατευσάντων τὰς συνεχεῖς ἑπτὰ ὑπατείας, ἐγκαταλειφθῆναι πείθομαι Μάρκῳ παιδίον, καὶ τοῦτʼ εἶναι τὸ λεγόμενον ἐκ τοῦ Φαβίων οἴκου λοιπόν.
οὐδὲν δὲ κωλύει τῷ μηκέτι τῶν ἄλλων ἐπιφανῆ τινα καὶ λαμπρὸν ἔξω τοῦ ἑνὸς τοῦδε ἀνδρωθέντος γενέσθαι ταύτην παραστῆναι τοῖς πολλοῖς τὴν δόξαν, ὅτι μόνος ἐκεῖνος ἐκ τοῦ Φαβίων γένους ἐστὶ λοιπός· οὐχ ὡς μηδενὸς ἄλλον ὄντος, ἀλλʼ ὡς μηδενὸς ἐκείνοις ὁμοίου, ἀρετῇ τεκμαιρομένοις τὸ συγγενές, οὐ φύσει· καὶ περὶ μὲν τούτων ταῦθʼ ἱκανά.