Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

15.3 ἀγασθέντων δʼ αὐτοὺς ἁπάντων τοῦ γενναίου τῆς προθυμίας καὶ τὸ νικᾶν παρʼ ἓν τοῦτο τὸ ἔργον τιθεμένων, κλεινοὶ καὶ περιβόητοι καθʼ ὅλην τὴν πόλιν ὄντες ἐξῄεσαν ἀναλαβόντες τὰ ὅπλα σὺν εὐχαῖς καὶ θυσίαις. ἡγεῖτο δʼ αὐτῶν Μάρκος Φάβιος ὁ τῷ παρελθόντι ὑπατεύσας ἔτει καὶ νικήσας τοὺς Τυρρηνοὺς τῇ μάχῃ, τετρακισχιλίους μάλιστα ἐπαγόμενος, ὧν τὸ μὲν πλεῖον πελατῶν τε καὶ ἑταίρων ἦν, ἐκ δὲ τοῦ Φαβίων γένους ἓξ καὶ τριακόσιοι ἄνδρες. εἵπετο δʼ αὐτοῖς μετʼ οὐ πολὺ καὶ ἡ Ῥωμαίων δύναμις, ἧς ἡγεῖτο Καίσων Φάβιος ὁ ἕτερος τῶν ὑπάτων.
15.4 γενόμενοι δὲ ποταμοῦ Κρεμέρας πλησίον, ὃς οὐ μακρὰν ἀπέχει τῆς Οὐιεντανῶν πόλεως, ὑπὲρ ὄχθου τινὸς ἀποτόμου καὶ περιρρῶγος ἐπετείχιζον αὐτοῖς φρούριον ἱκανὸν φυλάττεσθαι τοσαύτῃ στρατιᾷ τάφρους τʼ ὀρυξάμενοι περὶ αὐτὸ διπλᾶς καὶ πύργους ἐγείραντες πυκνούς· καὶ ὠνομάσθη τὸ φρούριον ἐπὶ τοῦ ποταμοῦ Κρεμέρα. οἷα δὲ πολυχειρίας τʼ ἐργαζομένης καὶ ὑπάτου συλλαμβάνοντος,

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme