Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

14.4 ἐπαρθέντες δὲ Οὐιεντανοὶ τῷ κατορθώματι πλησίον τοῦ λόφου τίθενται τὰ ὅπλα, καὶ τοὺς ἐκ τῆς πόλεως ἐκάλουν ὡς κατακεκλεικότες τοὺς Ῥωμαίους εἰς χωρίον, ἔνθα οὐδὲν τῶν ἐπιτηδείων ἔμελλον ἕξειν, καὶ προσαναγκάσοντες οὐκ εἰς μακρὰν παραδοῦναι σφίσι τὰ ὅπλα. γίνεταί τʼ αὐτῶν συχνοῦ ἐλθόντος ὄχλου δύο στρατεύματα περὶ τὰς ἐπιμάχους λαγόνας τοῦ λόφου, πολλά τʼ ἄλλα φρούρια βραχύτερα κατὰ τοὺς ἧττον ἐπικαίρους τόπους· καὶ πάντα ἦν μεστὰ
14.5 ὅπλων. ὁ δʼ ἕτερος τῶν ὑπάτων Φάβιος γραμμάτων παρὰ τοῦ συνάρχοντος ἀφικομένων ἐπιγνούς, ὅτι ἐν ἐσχάτοις εἰσὶν οἱ κατακλεισθέντες ἐν τῷ λόφῳ, καὶ κινδυνεύσουσιν, εἰ μή τις αὐτοῖς βοηθήσει, λιμῷ ἁλῶναι, ἀναστήσας τὸν στρατὸν ἦγεν ἐπὶ τοὺς Οὐιεντανοὺς σὺν τάχει· καὶ εἰ μιᾷ βραδύτερον ἡμέρᾳ διήνυσε τὴν ὁδόν, οὐδὲν ἂν ὤνησεν, ἀλλὰ διεφθαρμένην τὴν ἐκεῖ στρατιὰν κατέλαβε. πιεζόμενοι γὰρ τῇ σπάνει τῶν ἀναγκαίων οἱ κατέχοντες τὸν λόφον ἐξῆλθον ὡς τὸν εὐπρεπέστατον αἱρησόμενοι τῶν θανάτων, καὶ συμβαλόντες τοῖς πολεμίοις ἐμάχοντο κεκμηκότες οἱ πλείους τὰ σώματα λιμῷ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ καὶ τῇ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme