Book 9
11.4
ἐκεῖνος μὲν οὗν οὐ πολὺν ἔτι χρόνον ἐπιβιοὺς ἀποθνήσκει· τοῖς δὲ τιμωροῦσιν αὐτῷ θυμὸς ἔτι πλείων παρέστη καὶ μείζων πρὸς τὸ ἀντίπαλον· καὶ οὐδὲν ἔτι τῆς ἰδίας ψυχῆς προνοούμενοι σὺν ὀλίγοις εἰς μέσους ἐμπεσόντες τοὺς μάλιστα συνεστηκότας τῶν πολεμίων, σωροὺς ἐξεπλήρουν νεκρῶν. κατὰ μὲν δὴ τοῦτο τὸ μέρος ἔκαμεν ἡ
11.5
Τυρρηνῶν φάλαγξ, καὶ οἱ πρότερον ὠσάμενοι τοὺς πολεμίους ὑπὸ τῶν κεκρατημένων ἀνεκόπησαν. οἱ δὲ τὸ εὐώνυμον ἔχοντες κέρας κάμνοντες ἤδη καὶ φυγῆς ἄρχοντες, ἔνθα ὁ Μάλλιος ἦν ἐτρέψαντο τοὺς καθʼ ἑαυτούς. παλτῷ γάρ τις βαλὼν τὸν Μάλλιον διὰ τοῦ γόνατος ἄχρι τῆς ἰγνύας διήρεισε τὴν λόγχην· καὶ τὸν μὲν οἱ πέριξ ἄραντες ἐπὶ τὴν παρεμβολὴν ἀπεκόμιζον, οἱ δὲ πολέμιοι τὸν ἡγεμόνα τῶν Ῥωμαίων τεθνηκέναι δόξαντες ἐπερρώσθησαν, καὶ παραβοηθησάντων αὐτοῖς τῶν ἑτέρων ἐνέκειντο τοῖς Ῥωμαίοις οὐκ ἔχουσιν ἡγεμόνα.
11.6
ἠναγκάσθησαν δὲ πάλιν οἱ Φάβιοι καταλιπόντες τὸ εὐώνυμον κέρας τῷ δεξιῷ βοηθεῖν· καὶ οἱ Τυρρηνοὶ προσιόντας αὐτοὺς στίφει καρτερῷ μαθόντες τῆς μὲν ἐπὶ πλέον διώξεως ἀποτρέπονται, πυκνώσαντες δὲ τοὺς λόχους ἐμάχοντο ἐν τάξει, καὶ πολλοὺς μὲν τῶν σφετέρων ἀπέβαλον, πολλοὺς δὲ καὶ τῶν Ῥωμαίων ἀπέκτειναν.