Book 9
9.2
τέλος, ὁμοίως καλός. εὖ δὲ καὶ νῦν ποιεῖτε ὅμως ἐπανορθώσασθαι τὴν βραδυτῆτα βουλόμενοι καὶ τὰ παραλειφθέντα ἀναλαβεῖν, καὶ πολλὴ χάρις ὑμῖν τῆς ἐπὶ τὰ κράτιστα ὁρμῆς, εἴ γʼ ὑπʼ ἀρετῆς γίνεται· κρεῖττον γάρ ἐστιν ὀψὲ ἄρξασθαι τὰ δέοντα πράττειν ἢ μηδέποτε· εἴτʼ οὖν ἅπαντες ὁμοίους ἔχετε περὶ τῶν συμφερόντων λογισμούς, καὶ ἡ προθυμία τῆς ἐπὶ τὸν ἀγῶνα ὁρμῆς ἅπαντας ἡ αὐτὴ κατείληφε.
9.3
νῦν δὲ φοβούμεθα, μὴ τὰ περὶ τῆς κληρουχίας προσκρούσματα τῶν δημοτικῶν πρὸς τοὺς ἐν τέλει μεγάλης αἴτια τῷ κοινῷ γένηται βλάβης· ὑποψία τε ἡμᾶς κατείληφεν, ὡς ἡ περὶ τῆς ἐξόδου καταβοὴ καὶ ἀγανάκτησις οὐκ ἀπὸ τῆς αὐτῆς προαιρέσεως παρὰ πάντων γίνεται, ἀλλʼ οἱ μὲν ὡς τιμωρησόμενοι τοὺς πολεμίους προθυμεῖσθε