Book 9
63.5
ὁ δʼ ἀδελφὸς αὐτοῦ καὶ πρεσβευτὴς Πόπλιος Φούριος ὑπὸ λήματός τε καὶ προθυμίας φερόμενος ἄχρι τῆς παρεμβολῆς τῶν πολεμίων ἤλασε διώκων τε καὶ κτείνων. ἦσαν δὲ δύο σπεῖραι περὶ αὐτὸν οὐ πλείους ἀνδρῶν ἔχουσαι χιλίων. τοῦτο μαθόντες οἱ πολέμιοι περὶ πεντακισχιλίους μάλιστα γενόμενοι, χωροῦσιν ἐπʼ αὐτὸν ἐκ τοῦ χάρακος· καὶ οὗτοι μὲν ἐξ ἐναντίας προσῄεσαν, ἱππεῖς δʼ αὐτῶν κύκλῳ περιελάσαντες κατὰ
63.6
νώτου τοῖς Ῥωμαίοις ἐφίστανται. τούτῳ δὴ τῷ τρόπῳ κυκλωθέντες ὑπʼ αὐτῶν οἱ σὺν τῷ Ποπλίῳ καὶ δίχα τῶν σφετέρων ἀποληφθέντες, ἐξὸν αὐτοῖς σώζεσθαι παραδοῦσι τὰ ὅπλα· προὐκαλοῦντο γὰρ αὐτοὺς εἰς τοῦτο οἱ πολέμιοι καὶ περὶ πολλοῦ ἐποιοῦντο χιλίους Ῥωμαίων τοὺς ἀρίστους αἰχμαλώτους λαβεῖν, ὡς διὰ τούτων διαλύσεις εὑρησόμενοι καλὰς τοῦ πολέμου· καταφρονήσαντες αὐτῶν καὶ παρακελευσάμενοι ἀλλήλοις μηδὲν ἀνάξιον πρᾶξαι τῆς πόλεως, μαχόμενοι καὶ πολλοὺς ἀποκτείναντες τῶν πολεμίων ἅπαντες ἀποθνήσκουσιν.
64.1
διαφθαρέντων δὲ τούτων ἐπαρθέντες οἱ Αἰκανοὶ τῷ προτερήματι παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, τήν τε τοῦ Ποπλίου κεφαλὴν ἐπὶ δορατίου πεπηγυῖαν ἀνατείνοντες καὶ τῶν ἄλλων ἀνδρῶν τῶν ἐπιφανῶν, ὡς δὴ τούτῳ καταπληξόμενοι τοὺς ἔνδον καὶ ἀναγκάσοντες παραδοῦναι σφίσι τὰ ὅπλα. τοῖς δʼ ἄρα πρὸς μὲν τὴν συμφορὰν τῶν ἀπολωλότων ἔλεός τις παρέστη καὶ ἀνεκλάοντο αὐτῶν τὴν τύχην, πρὸς δὲ τὸν ἀγῶνα θράσος διπλάσιον ἐνέφυ, καὶ τοῦ νικᾶν ἢ τὸν αὐτὸν ἐκείνοις τρόπον ἀποθανεῖν, πρὶν εἰς πολεμίων χεῖρας ἐλθεῖν, καλὸς ἔρως.