Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

61.2 Κοίντιος μὲν οὖν ἐτάχθη φυλάττειν τὴν σφετέραν γῆν, ὅση τοῖς πολεμίοις ὅμορος ἦν, Φάβιος δὲ τὴν Αἰκανῶν δῃοῦν· καὶ καταλαμβάνει τοὺς Αἰκανοὺς ἐπὶ τοῖς μεθορίοις ὑπομένοντας αὐτὸν σὺν δυνάμει πολλῇ. καὶ ἐπειδὴ τὰς παρεμβολὰς ἐν τοῖς κρατίστοις ἑκάτεροι χωρίοις κατεστήσαντο, προῄεσαν εἰς τὸ πεδίον Αἰκανῶν προκαλεσαμένων καὶ ἀρξάντων τῆς μάχης, καὶ διέμειναν ἐπὶ πολὺ τῆς ἡμέρας ἐκθύμως καὶ φιλοπόνως ἀγωνιζόμενοι, καὶ τὸ νικᾶν οὐ παρʼ ἄλλον τινὰ ἢ παρʼ ἑαυτὸν ἕκαστος τιθέμενος.
61.3 ὡς δὲ τὰ ξίφη τοῖς πλείοσιν αὐτῶν διὰ τὰς συνεχεῖς πληγὰς ἄχρηστα ἐγεγόνει, σημηνάντων τὸ ἀνακλητικὸν τῶν ἡγεμόνων ἀπῆλθον ἐπὶ τοὺς χάρακας. καὶ μετὰ τοῦτο τὸ ἔργον ἀγὼν μὲν ἐκ παρατάξεως οὐκέτʼ αὐτῶν ἐγένετο, ἀκροβολισμοὶ δέ τινες συμπλοκαὶ ψιλῶν περί τε ὕδασι καὶ ἐν ἀγορᾶς παραπομπαῖς συνεχεῖς· κἀν τούτοις μέντοι τὰ πολλὰ
61.4 ἦσαν ἰσόρροποι. ἐν ᾧ δὲ ταῦτʼ ἐγίνετο χρόνῳ, μοῖρά τις ἀπὸ τῆς Αἰκανῶν στρατιᾶς παρελθοῦσα καθʼ ἑτέρας ὁδοὺς ἀφυλάκτους ἐνέβαλεν εἰς τὴν Ῥωμαίων γῆν, ἣ πλεῖστον ἀφειστήκει τῆς ὁμόρου καὶ διὰ τοῦτʼ ἀφύλακτος ἦν· ἐξ ἧς ἀνθρώπους τε πολλοὺς συνήρπασε καὶ χρήματα, λαθοῦσά τε τοὺς σὺν τῷ Κοιντίῳ περιπόλους τῆς σφετέρας γῆς ἀπῆλθεν ἐπὶ τὰ οἰκεῖα. τοῦτο συνεχῶς ἐγίνετο καὶ πολλὴν παρεῖχεν αἰσχύνην τοῖς ὑπάτοις.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme