Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

60.6 καὶ ἀφικόμενος εἰς τὴν Ῥώμην ἀπήγγειλε πρὸς τὴν βουλήν, ἅ τʼ ἤκουσε καὶ ἃ εἶδε. κἀκείνη οὐδὲν ἔτι ἐνδοιάσασα τοὺς εἰρηνοδίκας ἐψηφίσατο πέμπειν καταγγελοῦντας Αἰκανοῖς τὸν πόλεμον, ἐὰν μὴ τούς τʼ Ἀντιατῶν φυγάδας ἀπελάσωσιν ἐκ τῆς πόλεως καὶ δίκας τοῖς ἠδικημένοις ὑπόσχωνται. οἱ δʼ Αἰκανοὶ θρασυτέρας πρὸς τοὺς ἄνδρας ἐποιήσαντο τὰς ἀποκρίσεις, καὶ τὸν πόλεμον οὐκ ἀκούσιοι δέχεσθαι ὡμολόγησαν.
60.7 ἀλλὰ γὰρ οὐκ ἐξεγένετο Ῥωμαίοις στρατιὰν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ ἐπʼ αὐτοὺς ἀποστεῖλαι, εἴτε τοῦ δαιμονίου κωλύοντος, εἴτε διὰ τὰς νόσους, αἳ κατέσχον τὴν πληθὺν ἐπὶ πολὺ μέρος τοῦ ἔτους· ἀλλὰ φυλακῆς ἕνεκα τῶν συμμάχων ὀλίγη τις ἐξελθοῦσα δύναμις, ἧς ἡγεῖτο Κόιντος Σερουίλιος ἅτερος τῶν ὑπάτων, ἐν τοῖς Λατίνων ὅροις διέτριψεν.
60.8 ἐν δὲ τῇ πόλει τὸν νεὼν τοῦ Πιστίου Διὸς Σπόριος Ποστόμιος ὁ συνύπατος αὐτοῦ καθιέρωσε μηνὸς Ἰουνίου ταῖς καλουμέναις Νώναις ἐπὶ τοῦ Ἐνυαλίου λόφου, κατασκευασθέντα μὲν ὑπὸ τοῦ τελευταίου βασιλέως Ταρκυνίου, τῆς δὲ νομιζομένης παρὰ Ῥωμαίοις ἀνιερώσεως οὐ τυχόντα ὑπʼ ἐκείνου. τότε δὲ τῇ βουλῇ δόξαν ὁ Ποστόμιος ἔλαβεν αὐτοῦ τὴν ἐπιγραφήν. ἄλλο δʼ οὐδὲν ἐπὶ τῶν ὑπάτων τούτων λόγου ἄξιον ἐπράχθη.
61.1 ἐπὶ δὲ τῆς ἐνάτης καὶ ἑβδομηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα Ξενοφῶν Κορίνθιος ἄρχοντος Ἀθήνησιν Ἀρχεδημίδου, παραλαμβάνουσι τὴν ὑπατείαν Τῖτος Κοίντιος Καπιτωλῖνος καὶ Κόιντος Φάβιος Οὐιβουλανός· Κοίντιος μὲν τὸ τρίτον ἐπὶ τὴν ἀρχὴν ἀποδειχθεὶς ὑπὸ τοῦ δήμου, Φάβιος δὲ τὸ δεύτερον. οἷς ἡ βουλὴ ἀμφοτέροις στρατιὰς μεγάλας καὶ εὖ παρεσκευασμένας παραδοῦσα ἐξέπεμψε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme