Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 9

57.1 τῷ δʼ ἑξῆς ἔτει Τίτου Κοιντίου Καπετωλίνου καὶ Κοίντου Σερουιλίου Πρίσκου τὴν ὕπατον ἀρχὴν παρειληφότων ἥ τʼ οἰκεία δύναμις Ῥωμαίων ἅπασα ἐν τοῖς ὅπλοις ἦν, καὶ τὰ συμμαχικὰ ἑκούσια παρῆν, πρὶν ἐπαγγελθῆναι αὐτοῖς στρατείαν. καὶ μετὰ τοῦτʼ εὐχάς τε ποιησάμενοι τοῖς θεοῖς οἱ ὕπατοι καὶ καθήραντες τὸν στρατὸν ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους.
57.2 Σαβῖνοι μὲν οὖν, ἐφʼ οὓς ὁ Σερουίλιος ἤλασεν, οὔτʼ εἰς μάχην κατέστησαν οὔτʼ ἐξῆλθον εἰς τὴν ὕπαιθρον· μένοντες δʼ ἐν τοῖς φρουρίοις ἠνείχοντο γῆς τʼ αὐτοῖς τεμνομένης καὶ οἰκιῶν ἐμπιμπραμένων θεραπείας τʼ αὐτομολούσης· ὥστε κατὰ πολλὴν εὐπέτειαν ἀπελθεῖν ἐκ τῆς χώρας αὐτῶν τοὺς Ῥωμαίους ὠφελείαις τε βαρεῖς καὶ αὐχήμασι λαμπρούς, καὶ ἡ μὲν Σερουιλίου στρατεία τοῦτʼ ἔσχε τὸ τέλος·
57.3 οἱ δὲ σὺν τῷ Κοιντίῳ στρατεύσαντες ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους — συνεληλύθεσαν γὰρ εἰς τὸν αὐτὸν τόπον ἐξ ἀμφοτέρων τῶν ἐθνῶν οἱ προαγωνιούμενοι τῶν ἄλλων, καὶ πρὸ τῆς Ἀντιατῶν πόλεως ἀντεστρατοπεδεύσαντο — θᾶττον ἢ βάδην χωροῦντες ἐπιφαίνονται αὐτοῖς· καὶ οὐ πολὺν τόπον τοῦ χάρακος αὐτῶν ἀποσχόντες, ἐν ᾧ πρῶτον ὤφθησάν τε καὶ εἶδον ἐκείνους χωρίῳ ταπεινῷ ὄντι τὰς ἀποσκευὰς ἔθεντο, τοῦ μὴ δεδοικέναι τὰ πολέμια πλήθει μακρῷ προὔχοντα δόξαν ποιῆσαι βουλόμενοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme