Book 8
64.3
ἄσμενοί τʼ εἰσι δέχεσθαι τὸν πόλεμον. ταῦτα ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο νείμασθαι τὴν καταγραφεῖσαν ἐκ τῶν νεωτέρων στρατιὰν τριχῇ· τούτων δὲ τὴν μὲν μίαν ἄγοντα Γάϊον Ἀκύλλιον τὸν ὕπατον ὁμόσε τῇ Ἑρνίκων στρατιᾷ χωρεῖν· καὶ γὰρ ἐκεῖνοι ἤδη ἦσαν ἐν τοῖς ὅπλοις· τὴν δʼ ἑτέραν Τῖτον Σίκκιον ἐπὶ Οὐολούσκους ἄγειν, τὸν ἕτερον τῶν ὑπάτων, τὴν δὲ λοιπὴν τρίτην μερίδα παραλαβόντα Σπόριον Λάρκιον, ὃς ἦν ἀποδεδειγμένος ὑπὸ τῶν %5ὑπάτων ἔπαρχος τὴν ἔγγιστα τῆς πόλεως χώραν φυλάττειν· τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, ὅσοι δύναμιν εἶχον ἔτι βαστάζειν ὅπλα, ταχθέντας ὑπὸ σημαίαις τάς τʼ ἄκρας φρουρεῖν τῆς πόλεως καὶ τὰ τείχη, μή τις αἰφνίδιος πολεμίων γένηται ἔφοδος ἐξεστρατευμένης τῆς νεότητος ἀθρόας· ἡγεῖσθαι δὲ τῆς δυνάμεως ταύτης Αὖλον Σεμπρώνιον Ἀτρατῖνον, ἄνδρα τῶν ὑπατικῶν. ἐγίνετο δὲ ταῦτʼ οὐ διὰ μακροῦ.
65.1
Ἀκύλλιος μὲν οὖν ἅτερος τῶν ὑπάτων ἐν τῇ Πραινεστηνῶν χώρᾳ τὸν Ἑρνίκων στρατὸν ὑπομένοντα καταλαβὼν ἀντικατεστρατοπέδευσεν ὡς ἐδύνατο μάλιστʼ ἀγχοτάτω σταδίους ἀπὸ τῆς Ῥώμης ἀποσχὼν ὀλίγῳ πλείους διακοσίων· τρίτῃ δʼ ἀφʼ ἧς κατεστρατοπέδευσεν ἡμέρᾳ, προελθόντων ἐκ τοῦ χάρακος τῶν Ἑρνίκων εἰς τὸ πεδίον ἐν τάξει καὶ τὰ σημεἶ ἀράντων τῆς μάχης, ἀντεξῆγε καὶ αὐτὸς τὴν δύναμιν ἐν κόσμῳ τε καὶ κατὰ τέλη.