Book 8
49.5
εἰ δὲ δὴ μὴ τοῖς κακίστοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἐδόκει ταῦτα, καὶ ὡς οὐ τὰ κράτιστα πολιτευόμενος ἀπηλάθης ὑπʼ αὐτῶν, οὐδʼ οὕτω σοι προσῆκε μνησικακεῖν πρὸς τὴν σεαυτοῦ πατρίδα. πολλοῖς γὰρ δὴ καὶ ἄλλοις τῶν ἀπὸ τοῦ βελτίστου πολιτευομένων τὰ παραπλήσια συνέβη παθεῖν· καὶ σπάνιοι δή τινές εἰσιν, οἷς οὐκ ἀντέπνευσε πρὸς τὴν δοκοῦσαν ἀρετὴν
49.6
φθόνος ἐκ τῶν συμπολιτευομένων ἄδικος. ἀλλʼ ἀνθρωπίνως, ὦ Μάρκιε, φέρουσι καὶ μετρίως ἅπαντες οἱ γενναῖοι τὰς συμφοράς, καὶ πόλεις μεταλαμβάνουσιν, ἐν αἷς οἰκήσαντες οὐθὲν λυπήσουσι τὰς πατρίδας· ὥσπερ καὶ Ταρκύνιος ἐποίησεν ὁ Κολλατῖνος ἐπικαλούμενος· ἱκανὸν ἓν παράδειγμα καὶ οἰκεῖον· ὃς συνελευθερώσας ἀπὸ τῶν τυράννων τοὺς πολίτας, ἔπειτα διαβληθεὶς πρὸς αὐτοὺς ὡς συμπράττων πάλιν τοῖς τυράννοις τὴν κάθοδον, καὶ διὰ τοῦτο ἐξελασθεὶς αὐτὸς ἐκ τῆς πατρίδος, οὐκ ἐμνησικάκει πρὸς τοὺς ἐκβαλόντας αὐτόν, οὐδʼ ἐπεστράτευε τῇ πόλει τοὺς τυράννους ἐπαγόμενος, οὐδʼ ἐποίει τεκμήρια τῶν διαβολῶν τὰ ἔργα, ἀλλʼ εἰς τὴν μητρόπολιν ἡμῶν Λαουΐνιον ἀπελθὼν ἐκεῖ πάντα τὸν λοιπὸν ἐβίω χρόνον εὔνους ὢν τῇ πατρίδι καὶ φίλος.