Thesauros Literature History Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία

Ῥωμαϊκὴ Ἀρχαιολογία Dionysius of Halicarnassus

Book 8

49.1 φέρε, ἀλλὰ δόξαν αἰσχρὰν οἴσεσθαι δέδοικας, ἐὰν ἃ παρακαλῶ σε πράττῃς, ὡς ἀχάριστος εἰς τοὺς εὐεργέτας ἐξελεγχθησόμενος, οἵ σε πολέμιον ὄντα ὑποδεξάμενοι πάντων μετέδωκαν ὧν τοῖς φύσει πολίταις μέτεστιν ἀγαθῶν· ταῦτα γάρ ἐστιν, ἃ μεγάλα ποιεῖς τοῖς λόγοις ἀεί.
49.2 οὐκ ἀποδέδωκας οὖν αὐτοῖς πολλὰς καὶ καλὰς ἀμοιβὰς καὶ νενίκηκας ἀπείρῳ δή τινι μεγέθει καὶ πλήθει χαρίτων τὰς ἐξ ἐκείνων εὐεργεσίας; οὓς ἀγαπητὸν ἡγουμένους καὶ πάντων μέγιστον ἀγαθῶν, ἐὰν ἐλευθέρας οἰκῶσι τὰς πατρίδας, οὐ μόνον ἑαυτῶν κυρίους εἶναι βεβαίως παρεσκεύακας, ἀλλὰ καὶ πεποίηκας ἤδη σκοπεῖν, πότερα καταλῦσαι τὴν Ῥωμαίων ἀρχὴν αὐτοῖς ἄμεινον, ἢ μετέχειν αὐτῆς
49.3 ἐξ ἴσου κοινὴν καταστησαμένους πολιτείαν. ἐῶ γὰρ λέγειν, ὅσοις κεκόσμηκας ἐκ τοῦ πολέμου λαφύροις τὰς πόλεις αὐτῶν, καὶ πηλίκους κεχάρισαι τοῖς συστρατευσαμένοις πλούτους. τοὺς δὴ τοσούτους διὰ σὲ γενομένους καὶ ἐπὶ τηλικαύτης βεβηκότας εὐτυχίας οὐ δοκεῖς ἀγαπήσειν οἷς ἔχουσιν ἀγαθοῖς, ἀλλʼ ὀργιεῖσθαί σοι καὶ ἀγανακτήσειν, ἐὰν μὴ καὶ τὸ τῆς πατρίδος αἷμα ταῖς χερσὶν αὐτῶν ἐπισπείσῃς; ἐγὼ μὲν οὐκ οἴομαι.
49.4 εἷς ἔτι μοι καταλείπεται λόγος ἰσχυρὸς μέν, ἐὰν λογισμῷ κρίνῃς αὐτόν, ἀσθενὴς δʼ, ἐὰν μετʼ ὀργῆς, ὁ περὶ τῆς οὐ δικαίως μισουμένης ὑπὸ σοῦ πατρίδος. οὔτε γὰρ ὑγιαίνουσα καὶ τῷ πατρίῳ κόσμῳ πολιτευομένη τὴν οὐ δικαίαν κατὰ σοῦ κρίσιν ἐξήνεγκεν, ἀλλὰ νοσοῦσα καὶ ἐν πολλῷ κλύδωνι σαλευομένη, οὔτε πᾶσα τὴν αὐτὴν γνώμην τότʼ ἔσχεν, ἀλλὰ τὸ κάκιον ἐν αὐτῇ μέρος πονηροῖς προστάταις χρησάμενον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme