Book 8
48.3
διαλλαγὰς βεβαίας. καὶ εὖ ἴσθι· Ῥωμαῖοι μέν, ὅσα μήτε τὸ ἀδύνατον μήτʼ ἄλλη τις ἀδοξία προσπεσοῦσα κωλύσει, πάντα ὑπομενοῦσι πράττειν λόγῳ καὶ παρακλήσει πειθόμενοι, ἀναγκαζόμενοι δʼ , ὥσπερ σὺ νῦν ἀξιοῖς, οὐθὲν ἂν πώποτε χαρίσαιντο ὑμῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον, ὡς ἐξ ἄλλων τε πολλῶν πάρεστί σοι καταμαθεῖν καὶ τὰ τελευταῖα ἐξ ὧν Λατίνοις συνεχώρησαν ἀποστᾶσιν ἀπὸ τῶν ὅπλων· Οὐολοῦσκοι δὲ πολὺ τὸ αὔθαδες ἔχουσιν, ὃ συμβαίνει τοῖς μεγάλα εὐτυχήσασιν.
48.4
ἐὰν δὲ διδάσκῃς αὐτούς, ὅτι πᾶσα μὲν εἰρήνη παντός ἐστι πολέμου κρείττων, σύμβασις δὲ φίλων κατὰ τὸν ἑκούσιον γινομένη τρόπον τῶν ὑπʼ ἀνάγκης συγχωρηθέντων βεβαιοτέρα, καὶ ὅτι σωφρόνων ἐστὶν ἀνθρώπων, ὅταν μὲν εὖ πράττειν δοκῶσι, ταμιεύεσθαι τὰς τύχας, ὅταν δʼ εἰς ταπεινὰς καὶ φαύλας ἔλθωσι, μηθὲν ὑπομένειν ἀγεννές· καὶ τἆλλα, ὅσα εἰς ἡμερότητα καὶ ἐπιείκειαν ἐπαγωγὰ παιδεύματα εὕρηται λόγων, οὕς ὑμεῖς οἱ τὰ πολιτικὰ πράττοντες μάλιστʼ ἐπίστασθε, ἴστε ὅτι τοῦ τε αὐχήματος, ἐφʼ οὗ νῦν εἰσιν, ἑκόντες ὑποβήσονται καὶ ποιήσουσιν ἐξουσίαν σοι τοῦ πράττειν, ὅ τι ἂν αὐτοῖς ὑπολαμβάνῃς συνοίσειν.
48.5
ἐὰν δʼ ἀντιπράττωσί σοι καὶ τοὺς λόγους μὴ προσδέχωνται ταῖς διὰ σὲ καὶ διὰ τὴν ἡγεμονίαν τὴν σὴν γενομέναις περὶ αὐτοὺς τύχαις ὡς ἀεὶ διαμενούσαις ἐπαιρόμενοι, τῆς στρατηγίας αὐτοῖς ἀφίστασο φανερῶς, καὶ μήτε προδότης γίνου τῶν πεπιστευκότων μήτε πολέμιος τῶν ἀναγκαιοτάτων· ἀσεβὲς γὰρ ἑκάτερον. ταῦτα ἥκω δεομένη σου γενέσθαι μοι παρὰ σοῦ, Μάρκιε τέκνον, οὔτʼ ἀδύναθʼ, ὡς σὺ φῄς, πάσης τʼ ἀδίκου καὶ ἀνοσίου συνειδήσεως καθαρά.